Humanitext Reader

索福克勒斯 · 俄狄浦斯在科罗诺斯 §1593-1672

使者汇报俄狄浦斯的神秘消逝

第 20 段,共 21 段 · 希腊语

内容简介

使者报告了俄狄浦斯的神秘消逝:在向女儿们和忒修斯作了最后的告别后,他受到神圣声音的召唤,安详地遁入了大地深处。

§1593κοίλου πέλας κρατῆρος, οὗ τὰ Θησέως §1594Περίθου τε κεῖται πίστʼ ἀεὶ ξυνθήματα.
在凹陷的水盆旁,那里有埃勾斯与庇里托俄斯永远忠诚的盟约。
§1595ἀφʼ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρου §1596κοίλης τʼ ἀχέρδου κἀπὸ λαΐνου τάφου, §1597καθέζετʼ· εἶτʼ ἔλυσε δυσπινεῖς στολάς.
他站在那水盆与索里科斯岩石、凹陷的梨树以及石墓之间,坐了下来;然后他脱去了肮脏的衣裳。
§1598κἄπειτʼ ἀΰσας παῖδας ἠνώγει ῥυτῶν §1599ὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν· §1600τὼ δʼ εὐχλόου Δήμητρος εἰς προσόψιον §1601πάγον μολοῦσαι τάσδʼ ἐπιστολὰς πατρὶ §1602ταχεῖ ʼπόρευσαν σῦν χρόνῳ, λουτροῖς τέ νιν §1603ἐσθῆτί τʼ ἐξήσκησαν ᾗ νομίζεται.
接着,他大声呼唤,吩咐女儿们从某处取来流水,供他沐浴与奠酒;她们俩便前往那能望见绿意盎然的德墨忒尔山丘,迅速将父亲的这些吩咐在短时间内完成,并用沐浴和衣裳按照习俗将他整理装束。
§1604ἐπεὶ δὲ παντὸς εἶχε δρῶντος ἡδονὴν §1605κοὐκ ἦν ἔτʼ οὐδὲν ἀργὸν ὧν ἐφίετο, §1606κτύπησε μὲν Ζεὺς χθόνιος αἱ δὲ παρθένοι §1607ῥίγησαν, ὡς ἤκουσαν· ἐς δὲ γούνατα §1608πατρὸς πεσοῦσαι ʼκλαιον οὐδʼ ἀνίεσαν §1609στέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους.
当所有要做的事都让他感到满意,他所渴望的事再无一件被荒废时,地底的宙斯打起响雷,而少女们听到后都浑身颤抖;她们跌坐在父亲的膝前痛哭,不曾停止捶胸和悠长的哀号。
§1610ὁ δʼ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν, §1611πτύξας ἐπʼ αὐταῖς χεῖρας εἶπεν· ὦ τέκνα, §1612οὐκ ἔστʼ ἔθʼ ὑμῖν τῇδʼ ἐν ἡμέρᾳ πατήρ.
而他,当突然听到她们痛切的声音,将双臂合拢抱住她们,说道:“孩子们啊,在今天,你们不再有父亲了。
§1613ὄλωλε γὰρ δὴ πάντα τἀμά, κοὐκέτι §1614τὴν δυσπόνητον ἕξετʼ ἀμφʼ ἐμοὶ τροφήν·
因为我的一切确实已经消亡,你们不再需要为我承担那艰辛的照料。
§1615σκληρὰν μέν, οἶδα, παῖδες· ἀλλʼ ἓν γὰρ μόνον §1616τὰ πάντα λύει ταῦτʼ ἔπος μοχθήματα.
我知道这很艰难,孩子们;但只有一件事,一个词,就能化解所有这些辛劳。
§1617τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον §1618ἢ τοῦδε τἀνδρὸς ἔσχεθʼ, οὗ τητώμεναι §1619τὸ λοιπὸν ἤδη τὸν βίον διάζετον.
那就是‘爱’,因为你们从这个人这里得到的爱,比从任何其他人那里得到的都要多;失去他,你们从今以后将度过余生的生活。
§1620τοιαῦτʼ ἐπʼ ἀλλήλοισιν ἀμφικείμενοι §1621λύγδην ἔκλαιον πάντες.
” 他们就这样互相紧紧拥抱,所有人都在抽泣痛哭。
ὡς δὲ πρὸς τέλος §1622γόων ἀφίκοντʼ οὐδʼ ἔτʼ ὠρώρει βοή, §1623ἦν μὲν σιωπή· φθέγμα δʼ ἐξαίφνης τινὸς §1624θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας §1625στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας, §1626καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός· §1627ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν §1628χωρεῖν;
但当哀号终于止息,再无哭喊之声升起时,一片寂静;但突然有人的声音大声呼唤他,使所有人因不意的恐怖而毛骨悚然,僵立在原地,因为神多次从各处呼唤他: “喂,喂,俄狄浦斯,我们为何迟延而不行?
πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται.
你那里的耽搁已经太久了。
§1629ὁ δʼ ὡς ἐπῄσθετʼ ἐκ θεοῦ καλούμενος, §1630αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα.
” 而他,当察觉到自己被神明呼唤时,便呼唤这片土地的君王忒修斯来到身边。
§1631κἀπεὶ προσῆλθεν, εἶπεν· ὦ φίλον κάρα, §1632δός μοι χερὸς σῆς πίστιν ὁρκίαν τέκνοις, §1633ὑμεῖς τε, παῖδες, τῷδε· καὶ καταίνεσον §1634μήποτε προδώσειν τάσδʼ ἑκών, τελεῖν δʼ ὅσʼ ἂν §1635μέλλῃς φρονῶν εὖ ξυμφέροντʼ αὐτοῖς ἀεί.
当忒修斯走近时,他说道:“亲爱的朋友,请给我作为手之誓约的保证,给我的孩子们,孩子们,你们也交手给他;并且请你允诺,绝不情愿地背弃这些女孩,而是尽你所能,心怀善意,永远做有利于她们的事。
§1636ὁ δʼ, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα §1637κατῄνεσεν τάδʼ ὅρκιος δράσειν ξένῳ.
” 而他,作为高贵的男子,不带悲叹,起誓要为这位异乡人履行这些事。
§1638ὅπως δὲ ταῦτʼ ἔδρασεν, εὐθὺς Οἰδίπους §1639ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει· §1640ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ §1641χωρεῖν τόπων ἐκ τῶνδε, μηδʼ ἃ μὴ θέμις §1642λεύσσειν δικαιοῦν μηδὲ φωνούντων κλύειν, §1643ἀλλʼ ἕρπεθʼ ὡς τάχιστα· πλὴν ὁ κύριος §1644Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα.
当他做了这些事后,俄狄浦斯立刻用失明的双手抚摸着他的孩子们,说道: “孩子们,必须以高贵的心灵忍耐,离开这些地方,不要认为去看那不合神圣律法的事是合理的,也不要听那些说话人的声音,而是尽可能快地离去;只有拥有权柄的忒修斯留在身旁,看清这里所发生的事。
§1645τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν §1646ξύμπαντες· ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις §1647στένοντες ὡμαρτοῦμεν.
” 当他说了这些,我们所有人都听到了;我们同少女们一起,眼泪止不住地流下,叹息着跟从。
ὡς δʼ ἀπήλθομεν, §1648χρόνῳ βραχεῖ στραφέντες ἐξαπείδομεν §1649τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντʼ ἔτι, §1650ἄνακτα δʼ αὐτὸν ὀμμάτων ἐπίσκιον §1651χεῖρʼ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος §1652φόβου φανέντος οὐδʼ ἀνασχετοῦ βλέπειν.
但当我们离去,过了一小会儿,转身向后眺望时,那个人已经不复存在于任何地方,只有那位君王,将手遮在额头挡住眼睛,仿佛有什么可怕的恐怖景象显现,令人无法忍受直视。
§1653ἔπειτα μέντοι βαιὸν οὐδὲ σὺν χρόνῳ §1654ὁρῶμεν αὐτὸν γῆν τε προσκυνοῦνθʼ ἅμα §1655καὶ τὸν θεῶν Ὄλυμπον ἐν ταὐτῷ λόγῳ.
然后,确实只过了一小会儿,我们看见他同时向大地致敬,并在同一个祈祷中向诸神的奥林匹斯致敬。
§1656μόρῳ δʼ ὁποίῳ κεῖνος ὤλετʼ, οὐδʼ ἂν εἷς §1657θνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα.
而他是以何种命运死去的,凡人中没有一个能说得清,除了忒修斯本人。
§1658οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦ §1659κεραυνὸς ἐξέπραξεν οὔτε ποντία §1660θύελλα κινηθεῖσα τῷ τότʼ ἐν χρόνῳ, §1661ἀλλʼ ἤ τις ἐκ θεῶν πομπὸς ἢ τὸ νερτέρων §1662εὔνουν διαστὰν γῆς ἀλύπητον βάθρον.
因为既没有神明降下的带火的雷电夺去他的生命,也没有海上的风暴在那个时候突起,而要么是来自神明的使者,要么是地府善意裂开的大地深处,无痛地将他接纳。
§1663ἁνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοις §1664ἀλγεινὸς ἐξεπέμπετʼ, ἀλλʼ εἴ τις βροτῶν §1665θαυμαστός.
因为这个人去时并不可哀,也没有病痛的折磨,而是如果凡人中有谁称得上奇迹,那便是他。
εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν, §1666οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν.
若我被认为说得荒谬,我也不想去说服那些认为我荒谬的人。
§1667ποῦ δʼ αἵ τε παῖδες χοἰ προπέμψαντες φίλων;
孩子们和送行的朋友们都在哪里?
§1668αἵδʼ οὐχ ἑκάς· γόων γὰρ οὐκ ἀσήμονες §1669φθόγγοι σφε σημαίνουσι δεῦρʼ ὁρμωμένας.
她们离得不远;因为那无法掩盖的哀哭声表明她们正朝这边赶来。
§1670αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴ §1671οὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτον §1672ἄλαστον αἷμα δυσμόροιν στενάζειν,
呜呼,哀哉,对于我们俩来说,确实不是只在一点,而是全方位地,要为父亲那永远痛苦的宿命血脉而哭泣,我们这些不幸的人啊!

词汇与语法注释

  1. 1593κοίλου πέλας κρατῆρος — 副词 πέλας(靠近)支配属格 κρατῆρος。在此作为一个与神话誓约相关的地理标记。
  2. 1595ἀφʼ οὗ μέσος στὰς — ἀφʼ οὗ 指空间起讫点(“自彼处”)。形容词 μέσος 呈叙述性用法,表示“立于……之中间”,并与后文的属格如 τοῦ τε Θορικίου πέτρου 相呼应。
  3. 1604παντὸς δρῶντος — δρῶντος 是中性现在分词 δρῶν(所做之事)的属格,与 παντός 连用指代“所有应做之事”。它作为表示满足对象的属格,修饰 εἶχε ἡδονήν(获得满足)。
  4. 1615ἀλλʼ ἓν γὰρ μόνον — ἀλλὰ ... γάρ 的复合结构。γάρ 从句紧接在 ἀλλά 之后插入,意为“但是(不用担心),因为仅仅一个词[就能消除……]”。
  5. 1632δός μοι χερὸς σῆς πίστιν — 接口词 πίστιν 是 δός 的直接宾语,而 χερὸς σῆς 是表示来源或手段的属格(“由你的手所给出的信实保证”)。
  6. 1661τὸ νερτέρων ... γῆς ... βάθρον — 基本主语为 τὸ γῆς βάθρον(大地之底)。形容词 εὔνουν(善意的)与 ἀλύπητον(无痛的)与分词 διαστάν(裂开)呈叙述性结合,以此描绘出死亡的安详姿态。

引用这一段

索福克勒斯, 俄狄浦斯在科罗诺斯 §1593-1672. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg007.humanitext-grc2:1593-1672

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。