§1417καὶ μὴ σέ τʼ αὐτὸν καὶ πόλιν διεργάσῃ.
并且不要毁灭你自己和城邦。
§1418ἀλλʼ οὐχ οἷόν τε·
但这是不可能的。
πῶς γὰρ αὖθις ἂν πάλιν §1419στράτευμʼ ἄγοιμι ταὐτόν. εἰσάπαξ τρέσας;
因为我一旦示弱,又怎能再次率领同一支军队呢?
§1420τί δʼ αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι;
哥哥,为什么你必须再次发怒?
τί σοι §1421πάτραν κατασκάψαντι κέρδος ἔρχεται;
毁灭祖国能给你带来什么好处?
逃跑是可耻的,而我作为兄长,竟然这样被弟弟嘲笑。
§1424ὁρᾷς τὰ τοῦδʼ οὖν ὡς ἐς ὀρθὸν ἐκφέρει
那么,你看到这位老人的预言正在应验了吗?
§1425μαντεύμαθʼ, ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ;
他宣称你们两个将死在彼此的手里。
§1426χρῄζει γάρ· ἡμῖν δʼ οὐχὶ συγχωρητέα.
因为他确实如此期望;但我们绝不能屈服。
§1427οἴμοι τάλαινα·
唉,可怜的我!
τίς δὲ τολμήσει κλύων §1428τὰ τοῦδʼ ἕπεσθαι τἀνδρός, οἷʼ ἐθέσπισεν;
但是,听了这位老人如此预言,谁还敢跟随你呢?
§1429οὐκ ἀγγελοῦμεν φλαῦρʼ·
我们绝不报告坏消息。
ἐπεὶ στρατηλάτου §1430χρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν.
因为优秀的将领应当诉说好的一面,而非不足之处。
§1431οὕτως ἄρʼ, ὦ παῖ, ταῦτά σοι δεδογμένα;
哥哥,那么这一切都是你已经决定好的吗?
§1432καὶ μή μʼ ἐπίσχῃς γʼ·
不要阻拦我。
ἀλλʼ ἐμοὶ μὲν ἥδʼ ὁδὸς §1433ἔσται μέλουσα δύσποτμός τε καὶ κακὴ §1434πρὸς τοῦδε πατρὸς τῶν τε τοῦδʼ ἐρινύων·
对我而言,这趟旅程终将是多灾而凶险的,这都归因于这位父亲和他的复仇女神们。
愿宙斯赐福于你们两位,只要你们在我死后为我举行葬礼;因为你们再也不能在我活着时为我尽心了。
§1437μέθεσθε δʼ ἤδη χαίρετόν τʼ·
那么,放手吧,祝你们安好。
οὐ γάρ μʼ ἔτι §1438βλέποντʼ ἐσόψεσθʼ αὖθις.
你们再也看不到活着的我了。
§1438aὦ τάλαινʼ ἐγώ.
唉,可怜的我。
§1439μή τοί μʼ ὀδύρου.
不要为我悲伤。
§1441εἰ χρή, θανοῦμαι.
如果命中注定要死,我便去死。
§1441aμὴ σύ γʼ, ἀλλʼ ἐμοὶ πιθοῦ.
千万不要,求你听我的。
§1442μὴ πεῖθʼ ἃ μὴ δεῖ.
不要说服我去做不该做的事。
§1442aδυστάλαινά τἄρʼ ἐγώ, εἴ σου στερηθῶ.
如果我失去了你,我该是多么不幸啊!
总之,我向神明们祈求,愿你们永远不会遭遇不幸;因为在所有人眼里,你们都不该遭受不幸。
新一轮的不幸刚刚降临到我身上,那来自盲人异乡人的沉重宿命,除非命运正走向它的终点。
§1451μάταν γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι.
因为我无法断言神明的旨意会有所虚妄。
时间在注视,它永远在注视,时而颠覆某些事,时而在次日又将另一些事高高扬起。
§1456ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ.
天空轰鸣,噢,宙斯啊。
孩子们,孩子们,怎能有这地方的人,把那完美无瑕的特修斯带到这里来?
§1459πάτερ, τί δʼ ἐστὶ τἀξίωμʼ ἐφʼ ᾧ καλεῖς;
父亲,您是为了什么目的而召唤他?
宙斯这长着翅膀的雷霆,立时就要将我带往冥府;快去派人吧,越快越好。
§1462μέγας, ἴδε, μάλʼ ὅδʼ ἐρείπεται §1463κτύπος ἄφατος διόβολος· ἐς δʼ ἄκραν §1465δεῖμʼ ὑπῆλθε κρατὸς φόβαν.
看啊,这由宙斯掷下的、无法言喻的巨响正在崩塌;恐惧已经蔓延到头顶发梢的尽头。
§1466ἔπτηξα θυμόν· οὐρανία γὰρ ἀστραπὴ φλέγει πάλιν.
我心惊胆战;因为天上的闪电再次闪耀。
§1467τί μὰν ἀφήσει τέλος;
它究竟会带来什么结局?
δέδοικα δʼ· οὐ γὰρ ἅλιον §1470ἀφορμᾷ ποτʼ, οὐκ ἄνευ ξυμφορᾶς.
我害怕;因为它绝非徒然释放,绝不会不带来后果。
§1471ὦ μέγας αἰθήρ, ὦ Ζεῦ.
噢,伟大的天空,噢,宙斯。
孩子们,预言中这一生的终点已经降临到此人身上,再也无法挽回了。
§1474πῶς οἶσθα;
您怎么知道?
τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις;
您是根据什么推测出这一点的?
§1475καλῶς κάτοιδʼ·
我深知这一点。
ἀλλʼ ὡς τάχιστά μοι μολὼν §1476ἄνακτα χώρας τῆσδέ τις πορευσάτω.
快,让人以最快的速度去把这片土地的主宰请到这里来。
§1477ἔα ἔα, ἰδοὺ μάλʼ αὖθις ἀμφίσταται διαπρύσιος ὄτοβος.
哎呀! 哎呀! 看啊,又一声震耳欲聋的巨响从四周传来。
神明啊,发发慈悲,发发慈悲吧,如果你正在给母亲大地带来黑暗。
愿我能得到您的恩宠,不至于因为看见了一个受诅咒的人,也分得一份无益的恶果。
Ζεῦ ἄνα σοὶ φωνῶ.
主宰宙斯啊,我向您呼求。
§1486ἆρʼ ἐγγὺς ἁνήρ;
那个人近了吗?
ἆρʼ ἔτʼ ἐμψύχου, τέκνα, §1487κιχήσεταί μου καὶ κατορθοῦντος φρένα;
孩子们,他来时我还会活着,并且神志清醒吗?
§1488τί δʼ ἂν θέλοις τὸ πιστὸν ἐμφῦναι φρενί;
您希望在他的心中植入什么样的保证?
为了报答我所享有的恩惠,给予他们我在接受时所应许的圆满回报。
§1491ἰὼ ἰὼ παῖ, βᾶθι βᾶθʼ, εἴτʼ ἄκρα,
喂,喂,孩子!
快来吧,快来吧,无论你是否正在海神波塞冬的临海高地深处,圣化那献祭了公牛的祭坛,快来吧!
因为这位异乡人认为,你、你的城邦和你的朋友们值得获得公正的回报,因他此前所蒙受的恩惠。
§1496ἄϊσσʼ, ὦναξ.
快走吧,君王。
§1500τίς αὖ παρʼ ὑμῶν κοινὸς ἠχεῖται κτύπος,
你们大家一同发出的这呼喊声是什么?
§1501σαφὴς μὲν ἀστῶν, ἐμφανὴς δὲ τοῦ ξένου;
城邦公民的声音很清晰,异乡人的声音也很明显。
πάντα γὰρ θεοῦ §1504τοιαῦτα χειμάζοντος εἰκάσαι πάρα.
因为当神明降下此类风暴时,一切猜测都是可能的。
§1505ἄναξ, ποθοῦντι προυφάνης, καί σοι θεῶν
君王啊,在我的渴盼之中你显现了,某位神明……