§1341βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ.
用极少的力气和极短的时间,我便能将他击溃。
§1342ὥστʼ ἐν δόμοισι τοῖσι σοῖς στήσω σʼ ἄγων.
从而我将引领你,使你安居在自己的宫殿中。
§1343στήσω δʼ ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ.
并且我将靠武力驱逐他,使我自己也得以安立。
如果你愿意,我便能以此夸口;但若没有你,我连保全生命的力量都没有。
歌队:俄狄浦斯啊,为了派遣此人前来者的缘故,请说些合适的话,然后再打发他回去。
§1348ἀλλʼ εἰ μέν, ἄνδρες, τῆσδε δημοῦχοι χθονός §1349μὴ ʼτύγχανʼ αὐτὸν δεῦρο προσπέμψας ἐμοὶ §1350Θησεύς, δικαιῶν ὥστʼ ἐμοῦ κλύειν λόγους, §1351οὔ τἄν ποτʼ ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο·
俄狄浦斯:但是,朋友们,这片土地的守护者啊,如果特修斯不曾碰巧将他派遣到我这里来,认为让他听听我的话是公正的,他绝不可能听到我的声音。
§1352νῦν δʼ ἀξιωθεὶς εἶσι κἀκούσας γʼ ἐμοῦ §1353τοιαῦθʼ ἃ τὸν τοῦδʼ οὔ ποτʼ εὐφρανεῖ βίον· §1354ὅς γʼ, ὦ κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων, §1355ἃ νῦν ὁ σὸς ξύναιμος ἐν Θήβαις ἔχει, §1356τὸν αὐτὸς αὑτοῦ πατέρα τόνδʼ ἀπήλασας §1357κἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν, §1358ἃς νῦν δακρύεις εἰσορῶν, ὅτʼ ἐν πόνῳ §1359ταὐτῷ βεβηκὼς τυγχάνεις κακῶν ἐμοί.
但如今,既然他已获此优待,就让他在听完我那些绝不会让他一生感到欢愉的话:你这最卑劣的恶棍,当年当你手握王权和宝座—— 就是如今你的兄弟在忒拜所拥有的那些—— 却亲手驱逐了你自己的父亲,也就是我,迫使我流离失所,穿上这身衣服,如今你看着这衣服落泪,因为你发现自己也陷入了与我相同的痛苦和不幸之中。
§1360οὐ κλαυστὰ δʼ ἐστίν, ἀλλʼ ἐμοὶ μὲν οἰστέα §1361τάδʼ, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος· §1362σὺ γάρ με μόχθῳ τῷδʼ ἔθηκας ἔντροφον, §1363σύ μʼ ἐξέωσας, ἐκ σέθεν δʼ ἀλώμενος §1364ἄλλους ἐπαιτῶ τὸν καθʼ ἡμέραν βίον.
这不值得哭泣,相反,只要我还活着,我便必须忍受这一切,并时刻记住你就是杀我的凶手;因为是你让我与这苦难为伴,是你驱逐了我,因你的缘故我四处漂泊,向他人乞讨每日的生计。
§1365εἰ δʼ ἐξέφυσα τάσδε μὴ ʼμαυτῷ τροφοὺς §1366τὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος· §1367νῦν δʼ αἵδε μʼ ἐκσῴζουσιν, αἵδʼ ἐμαὶ τροφοί, §1368αἵδʼ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν· §1369ὑμεῖς δʼ ἀπʼ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον.
若非我生下了这些女儿作为我的扶养者,凭着你的所作所为,我早已不复存在;但如今是她们救了我的命,她们是我的供养者,在共担苦难的事上,她们是男子,而非女子;而你们两个,却像是别人生出来的,根本不配做我的骨肉。
§1370τοιγάρ σʼ ὁ δαίμων εἰσορᾷ μὲν οὔ τί πω §1371ὡς αὐτίκʼ, εἴπερ οἵδε κινοῦνται λόχοι §1372πρὸς ἄστυ Θήβης.
因此,神明正在注视着你;不过,还没到最严厉的时刻,很快就会了,如果这些军队真的开始向忒拜城开进。
οὐ γὰρ ἔσθʼ ὅπως πόλιν §1373κείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματι §1374πεσεῖ μιανθεὶς χὼ σύναιμος ἐξ ἴσου.
因为你绝无可能颠覆那座城邦,反而在此之前你将倒下,鲜血染身,你的兄弟也同样如此。
§1375τοιάσδʼ ἀρὰς σφῷν πρόσθε τʼ ἐξανῆκʼ ἐγὼ §1376νῦν τʼ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί, §1377ἵνʼ ἀξιῶτον τοὺς φυτεύσαντας σέβειν §1378καὶ μὴ ʼξατιμάζητον, εἰ τυφλοῦ πατρὸς §1379τοιώδʼ ἐφύτην· αἵδε γὰρ τάδʼ οὐκ ἔδρων.
这种诅咒,我以前就曾降于你们二人,如今我再次召唤它们来作我的盟友,好让你们懂得应当去敬重父母,而不因父亲是瞎子就加以轻慢;因为这些女儿并没有做出这等恶事。
§1380τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνους §1381κρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατος §1382Δίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις.
因此,它们将战胜你的求告之座和你的王权,如果那自古传诵的正义真的依循古法与宙斯同坐。
§1383σὺ δʼ ἔρρʼ ἀπόπτυστός τε κἀπάτωρ ἐμοῦ, §1384κακῶν κάκιστε, τάσδε συλλαβὼν ἀράς, §1385ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίου §1386δόρει κρατῆσαι μήτε νοστῆσαί ποτε §1387τὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶ §1388θανεῖν κτανεῖν θʼ ὑφʼ οὗπερ ἐξελήλασαι.
滚吧,你这令人唾弃、被我不认作儿子的家伙,恶人中的最恶者,带走我向你所求的这些诅咒:愿你既不能用长枪夺取同族的国土,也永远无法返回那低洼的阿耳戈斯,而是死在亲人的手里,并且杀死那个将你驱逐出去的人。
§1389τοιαῦτʼ ἀρῶμαι καὶ καλῶ τὸ Ταρτάρου §1390στυγνὸν πατρῷον ἔρεβος, ὥς σʼ ἀποικίσῃ, §1391καλῶ δὲ τάσδε δαίμονας, καλῶ δʼ Ἄρη §1392τὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα.
我作此诅咒,并呼求塔耳塔洛斯那令人憎恶的、属于父辈的阴暗,好让它将你放逐;我亦呼求这些女神,并呼求那在你们心中种下了可怕仇恨的阿瑞斯。
§1393καὶ ταῦτʼ ἀκούσας στεῖχε, κἀξάγγελλʼ ἰὼν §1394καὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θʼ ἅμα §1395πιστοῖσι συμμάχοισιν, οὕνεκʼ Οἰδίπους §1396τοιαῦτʼ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα.
听完这些,走吧,去向所有的卡德摩斯人,以及你那些忠实的盟友们:俄狄浦斯已经给自己的儿子们分发了这样的荣耀。
波吕涅克斯,对于你过去的行径,我并不为你高兴,如今你还是尽快回去吧。
οἷον ἆρʼ ὁδοῦ τέλος §1401Ἄργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ, §1402τοιοῦτον οἷον οὐδὲ φωνῆσαί τινι §1403ἔξεσθʼ ἑταίρων, οὐδʼ ἀποστρέψαι πάλιν, §1404ἀλλʼ ὄντʼ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ.
我们是从阿耳戈斯出发,奔向了怎样一个结局啊,我这悲惨的人,这样的结局,我甚至无法向任何一个同伴透露,也无法就此退缩,只能默默地去承受这般命运。
§1405ὦ τοῦδʼ ὅμαιμοι παῖδες, ἀλλʼ ὑμεῖς, ἐπεὶ §1406τὰ σκληρὰ πατρὸς κλύετε ταῦτʼ ἀρωμένου, §1407μή τοί με πρὸς θεῶν σφώ γʼ, ἐὰν αἱ τοῦδʼ ἀραὶ §1408πατρὸς τελῶνται καί τις ὑμῖν ἐς δόμους §1409νόστος γένηται, μή μʼ ἀτιμάσητέ γε, §1410ἀλλʼ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν.
噢,这位老人的亲生女儿、我的妹妹们啊,既然你们听到了父亲诅咒得如此严酷,凭着神明起誓,如果我父亲的这些诅咒真的实现了,而你们又有朝一日得以返回家园,请千万不要轻慢我,而是要将我安葬,为我举行葬礼。
§1411καὶ σφῷν ὁ νῦν ἔπαινος, ὃν κομίζετον §1412τοῦδʼ, ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσονα §1413ἔτʼ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας.
这样,你们如今因照料这个老人、为他辛劳而获得的赞美,在为我尽了最后心意之后,也会为你们带来同样的赞赏。
§1414Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι.
安提戈涅:波吕涅克斯,我恳求你听我一句话。
§1415ὦ φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη;
波吕涅克斯:最亲爱的安提戈涅,是什么事?
λέγε.
说吧。
§1416στρέψαι στράτευμʼ ἐς Ἄργος ὡς τάχιστά γε,
安提戈涅:快把军队撤回阿耳戈斯,越快越好,