§1259γέρων γέροντι συγκατῴκηκεν πίνος
古旧的污垢与你这老人同住在一起。
§1260πλευρὰν μαραίνων, κρατὶ δʼ ὀμματοστερεῖ §1261κόμη διʼ αὔρας ἀκτένιστος ᾄσσεται· §1262ἀδελφὰ δʼ, ὡς ἔοικε, τούτοισιν φορεῖ §1263τὰ τῆς ταλαίνης νηδύος θρεπτήρια.
损蚀着你的胁腹,而在你失去双眼的头上,未梳理的头发在微风中飞舞;并且,似乎与这些相称,你携带着那用以养活可怜胃囊的粗劣口粮。
§1264ἁγὼ πανώλης ὄψʼ ἄγαν ἐκμανθάνω· §1265καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖς §1266ταῖς σαῖσιν ἥκειν· τἀμὰ μὴ ʼξ ἄλλων πύθῃ.
这一切,我这该毁灭的人,明白得实在太迟了;我自己证明,在供养你这件事上,我是人类中最恶劣的人;我的罪过请不要从别人那里听闻。
§1267ἀλλʼ ἔστι γὰρ καὶ Ζηνὶ σύνθακος θρόνων §1268Αἰδὼς ἐπʼ ἔργοις πᾶσι, καὶ πρὸς σοί, πάτερ, §1269παρασταθήτω· τῶν γὰρ ἡμαρτημένων §1270ἄκη μέν ἐστι, προσφορὰ δʼ οὐκ ἔστʼ ἔτι.
但既然在一切行为中,“宽恕”也与宙斯同坐王座,愿她也守候在你的身边,父亲;因为对于已经犯下的过错,虽有弥补的方法,却已无法再增添什么了。
§1271τί σιγᾷς;
你为何沉默不语?
§1272φώνησον, ὦ πάτερ, τι· μή μʼ ἀποστραφῇς.
父亲,请说点什么吧;不要背过脸去不理我。
你竟对我毫无回应,难道要一言不发地冷落我、打发我走,连你在怨恨什么都不肯明说吗?
§1275ὦ σπέρματʼ ἀνδρὸς τοῦδʼ, ἐμαὶ δʼ ὁμαίμονες, §1276πειράσατʼ ἀλλʼ ὑμεῖς γε κινῆσαι πατρὸς §1277τὸ δυσπρόσοιστον κἀπροσήγορον στόμα, §1278ὡς μή μʼ ἄτιμον, τοῦ θεοῦ γε προστάτην, §1279οὕτως ἀφῇ με μηδὲν ἀντειπὼν ἔπος.
噢,这位老人的后代、我的同胞妹妹们啊,至少请你们试着去打动父亲那难以接近、不愿交谈的口吧,免得他让我这神明的求助者受尽耻辱,竟不回答一句话就打发我走。
§1280λέγʼ, ὦ ταλαίπωρʼ, αὐτὸς ὧν χρείᾳ πάρει· §1281τὰ πολλὰ γάρ τοι ῥήματʼ ἢ τέρψαντά τι, §1282ἢ δυσχεράναντʼ ἢ κατοικτίσαντά πως, §1283παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά.
安提戈涅:可怜的人啊,你自己说出你因何需要来到这里吧;因为许多的话语,或能带来些许喜悦,或能引起反感,或能唤起怜悯,总能让沉默不言的人发出某种声音。
§1284ἀλλʼ ἐξερῶ· καλῶς γὰρ ἐξηγεῖ σύ μοι·
波吕涅克斯:那么我就说了;因为你引导得很好。
§1285πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενος §1286ἀρωγόν, ἔνθεν μʼ ὧδʼ ἀνέστησεν μολεῖν §1287ὁ τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶ §1288λέξαι τʼ ἀκοῦσαί τʼ ἀσφαλεῖ σὺν ἐξόδῳ.
首先,我以那神明为我的相助者,正是由于他,这片土地的统治者才将我从那里扶起并允许我前来,许诺我既能说话也能倾听,并能安全退去。
外邦人啊,我希望从你们这里,以及从这两个妹妹和父亲那里,为我自己获得这些保障。
§1291ἃ δʼ ἦλθον, ἤδη σοι θέλω λέξαι, πάτερ.
父亲啊,我现在想向您表白我来的目的。
§1292γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς, §1293τοῖς σοῖς πανάρχοις οὕνεκʼ ἐνθακεῖν θρόνοις §1294γονῇ πεφυκὼς ἠξίουν γεραίτερος.
我已被逐出祖国成为流亡者,因为按出生我是长子,我曾主张继承您那拥有全权的王座。
§1295ἀνθʼ ὧν μʼ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος, §1296γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳ §1297οὔτʼ εἰς ἔλεγχον χειρὸς οὐδʼ ἔργου μολών, §1298πόλιν δὲ πείσας.
因此,那天生居幼的埃特奥克勒斯将我逐出了国土,他既没有在辩论中战胜我,也没有通过武力或功勋的考验,而是说服了城邦。
对于这些事,我认为最大的原因在于你的复仇女神(厄里倪厄斯);而且从预言者那里,我也听到了同样的话。
§1301ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν, §1302λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας §1303ἔστησʼ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας §1304πρῶτοι καλοῦνται καὶ τετίμηνται δόρει,
因为当我来到多里斯的阿耳戈斯,娶了阿德拉斯托斯为岳父后,我为自己召集了所有被称为阿庇亚土地上的首领、且因其长枪而备受尊崇的人作为盟友。
§1305ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον §1306ξὺν τοῖσδʼ ἀγείρας ἢ θάνοιμι πανδίκως §1307ἢ τοὺς τάδʼ ἐκπράξαντας ἐκβάλοιμι γῆς.
为的是与这些人一起,召集由七支长枪组成的远征军向忒拜进发,要么在那里正大光明地死去,要么将那些做出这些恶事的人驱逐出国境。
§1308εἶεν·
罢。
τί δῆτα νῦν ἀφιγμένος κυρῶ;
那么,我现在来到这里究竟是为什么呢?
§1309σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχων §1310αὐτός τʼ ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν, §1311οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τε §1312λόγχαις τὸ Θήβης πέδιον ἀμφεστᾶσι πᾶν·
父亲,我带来了对您的恳求之祷,这既是为了我自己,也是为了我的盟友们,他们如今带着七支队伍和七杆长枪,已将忒拜的整个平原重重包围。
§1313οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲν §1314δόρει κρατύνων, πρῶτα δʼ οἰωνῶν ὁδοῖς· §1315ὁ δεύτερος δʼ Αἰτωλὸς Οἰνέως τόκος §1316Τυδεύς. τρίτος δʼ Ἐτέοκλος, Ἀργεῖος γεγώς· §1317τέταρτον Ἱππομέδοντʼ ἀπέστειλεν πατὴρ §1318Ταλαός· ὁ πέμπτος δʼ εὔχεται κατασκαφῇ §1319Καπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί· §1320ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται, §1321ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳ §1322μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος· §1323ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦ §1324πότμου φυτευθείς, σός γέ τοι καλούμενος, §1325ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν.
如同那挥舞长枪的安菲阿剌俄斯,他不仅在枪法武勇上首屈一指,在飞鸟占卜上也是第一人;第二位是埃托利亚人、奥伊纽斯之子狄丢斯;第三位是出生于阿耳戈斯的埃特奥克洛斯;第四位希波墨冬,是由其父塔拉奥斯派来的;第五位卡帕纽斯,誓言要用烈火将忒拜城彻底摧毁并夷为平地;第六位是阿尔卡迪亚人帕耳忒诺派俄斯,他因那长久以来保持未婚之身的母亲而得名,是阿塔兰忒的忠实儿子;而我,您的儿子——即便不算是您的,而是被恶运所生下的,但至少在名义上被称为您的儿子——正率领着不惧危险的阿耳戈斯大军向忒拜进发。
§1326οἵ σʼ ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ, §1327ἱκετεύομεν ξύμπαντες ἐξαιτούμενοι §1328μῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳ §1329τῷδʼ ἀνδρὶ τοὐμοῦ πρὸς κασιγνήτου τίσιν, §1330ὅς μʼ ἐξέωσε κἀπεσύλησεν πάτρας.
父亲啊,我们所有人凭着这两个孩子和您的生命恳求您,请求您向这正急于向兄弟复仇的人(我)退让并熄灭沉重的怒火;正是那兄弟把我驱逐出境,掠夺了我的祖国。
因为如果神示有什么可信凭据的话,那神示曾说:你所支持的人,胜利就属于他们。
§1333πρὸς νῦν σε κρηνῶν καὶ θεῶν ὁμογνίων §1334αἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶ §1335πτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ.
因此现在,凭着泉水和同族的神明,我求您顺从并让步,因为我们是穷困的流亡者,而您也是异乡客。
靠着向他人谄媚讨好,你和我都在苟活度日,我们抽中了完全相同的命运。