Humanitext Reader

索福克勒斯 · 菲洛克忒忒斯 §972-1042

奥德修斯的介入与菲洛克特特斯的诅咒

第 13 段,共 18 段 · 希腊语

内容简介

奥德修斯突然现身,企图强行将菲洛克特特斯带往特洛伊。菲洛克特特斯激烈反抗,并用严厉的措辞诅咒了欺骗他的奥德修斯。您希望获取下一阶段的概要吗?

§972ἔοικας ἥκειν αἰσχρά· νῦν δʼ ἄλλοισι δοὺς §973οἷς εἰκὸς ἔκπλει, τἀμά μοι μεθεὶς ὅπλα.
\n“你似乎已陷入了可耻的境地;但如今,请把这任务交给其他\n\n合适的人,归还我的武器并启航吧。
§974τί δρῶμεν, ἄνδρες;
”\n\n“我们该怎么办,朋友们?
§974aὦ κάκιστʼ ἀνδρῶν, τί δρᾷς;
”\n\n“噢,最卑劣的人,你在干什么?
§975οὐκ εἶ μεθεὶς τὰ τόξα ταῦτʼ ἐμοὶ πάλιν;
\n\n难道你还不把弓还给我然后离开吗?
§976οἴμοι, τίς ἁνήρ;
”\n\n“哀哉,这人是谁?
ἆρʼ Ὀδυσσέως κλύω;
难道我听到的是奥德修斯的声音?
§977Ὀδυσσέως, σάφʼ ἴσθʼ, ἐμοῦ γʼ, ὃν εἰσορᾷς.
”\n\n“正是奥德修斯,你记清楚,就是你眼前的我。
§978οἴμοι·
”\n\n“哀哉!
πέπραμαι κἀπόλωλʼ·
我被出卖并毁灭了!
ὅδʼ ἦν ἄρα §979ὁ ξυλλαβών με κἀπονοσφίσας ὅπλων.
原来正是他\n\n设谋将我逮捕并夺走了我的武器。
§980ἐγώ, σάφʼ ἴσθʼ, οὐκ ἄλλος·
”\n\n“是我,你记清楚,没有别人。
ὁμολογῶ τάδε.
我承认这些。
§981ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα.
”\n\n“还给我,把弓还给我,孩子。
§981aτοῦτο μέν, §982οὐδʼ ἢν θέλῃ, δράσει ποτʼ·
”\n\n“这一件事,\n\n即使他想做,也绝不会做。
ἀλλὰ καὶ σὲ δεῖ §983στείχειν ἅμʼ αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε.
不仅如此,你还必须\n\n随他们同去,否则他们将用武力强行带走你。
§984ἔμʼ, ὦ κακῶν κάκιστε καὶ τολμήστατε, §985οἵδʼ ἐκ βίας ἄξουσιν;
”\n\n“我,你这恶人中最恶、最胆大妄为的家伙,\n\n这些人竟想用武力带走我吗?
§985aἢν μὴ ἕρπῃς ἑκών.
”\n\n“除非你自愿随行。
§986ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας §987Ἡφαιστότευκτον, ταῦτα δῆτʼ ἀνασχετά, §988εἴ μʼ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ;
”\n\n“噢,利姆诺斯之地,以及赫菲斯托斯所锻造的、\n\n无所不能的烈焰啊,这难道能容忍吗,\n\n如果这人将我从你的领地上强行带走?
§989Ζεύς ἐσθʼ, ἵνʼ εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν, §990Ζεύς, ᾧ δέδοκται ταῦθʼ· ὑπηρετῶ δʼ ἐγώ.
”\n\n“要知道,是宙斯,宙斯主宰着这片土地,\n\n是宙斯决定了这些事;而我只是他的仆人。
§991ὦ μῖσος, οἷα κἀξανευρίσκεις λέγειν·
”\n\n“噢,可憎的家伙,你竟编造出这样的话!
§992θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης.
\n\n抬出神明当盾牌,你反倒使神明成了说谎者。
§993οὔκ, ἀλλʼ ἀληθεῖς· ἡ δʼ ὁδὸς πορευτέα.
”\n\n“不,他们是真实的神明;而这条路必须走下去。
§994οὔ φημʼ.
”\n\n“我不去。
§994aἐγὼ δέ φημι.
”\n\n“但我说要去。
πειστέον τάδε.
必须服从这些安排。
§995οἴμοι τάλας.
”\n\n“哀哉,可怜的我。
ἡμᾶς μὲν ὡς δούλους σαφῶς §996πατὴρ ἄρʼ ἐξέφυσεν οὐδʼ ἐλευθέρους.
我的父亲显然是将我们\n\n生为奴隶,而不是自由人。
§997οὔκ, ἀλλʼ ὁμοίους τοῖς ἀρίστοισιν, μεθʼ ὧν §998Τροίαν σʼ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ.
”\n\n“不,是将你生为与最优秀者同等的人,你必须与他们\n\n一起攻克特洛伊,并用武力将其夷为平地。
§999οὐδέποτέ γʼ· οὐδʼ ἢν χρῇ με πᾶν παθεῖν κακόν, §1000ἕως ἂν ᾖ μοι γῆς τόδʼ αἰπεινὸν βάθρον.
”\n\n“绝不可能;即使我必须遭受一切痛苦,\n\n只要这片土地上陡峭的悬崖还属于我。
§1001τί δʼ ἐργασείεις;
”\n\n“你想干什么?
§1001aκρᾶτʼ ἐμὸν τόδʼ αὐτίκα §1002πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών.
”\n\n“我这就用这颗头,\n\n从上方的岩石上坠下,撞击在岩石上,流尽鲜血。
§1003ξυλλάβετον αὐτόν·
”\n\n“你们两个,抓住他!
μὴ ʼπὶ τῷδʼ ἔστω τάδε.
绝不能让这事听凭他的心愿。
§1004ὦ χεῖρες, οἷα πάσχετʼ ἐν χρείᾳ φίλης §1005νευρᾶς, ὑπʼ ἀνδρὸς τοῦδε συνθηρώμεναι.
”\n\n“噢,我的双手,在需要心爱的\n\n弓弦时,竟被这人束缚捕获,遭受着何等的痛苦!
§1006ὦ μηδὲν ὑγιὲς μηδʼ ἐλεύθερον φρονῶν, §1007οἷʼ αὖ μʼ ὑπῆλθες, ὥς μʼ ἐθηράσω, λαβὼν §1008πρόβλημα σαυτοῦ παῖδα τόνδʼ ἀγνῶτʼ ἐμοί,
\n\n噢,你这毫无健全与自由之想的家伙,\n\n你竟然又来暗算我,将我猎捕,利用\n\n这个对我而言完全陌生的少年作你的盾牌。
§1009ἀνάξιον μὲν σοῦ, κατάξιον δʼ ἐμοῦ, §1010ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν, §1011δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων §1012οἷς τʼ αὐτὸς ἐξήμαρτεν οἷς τʼ ἐγὼ ʼπαθον.
\n\n他配不上你,却配不上我,\n\n他除了执行命令外一无所知,\n\n而且很明显,他现在正为\n\n自己所犯的过错以及我所遭受的痛苦而深感内疚。
§1013ἀλλʼ ἡ κακὴ σὴ διὰ μυχῶν βλέπουσʼ ἀεὶ §1014ψυχή νιν ἀφυῆ τʼ ὄντα κοὐ θέλονθʼ ὅμως §1015εὖ προυδίδαξεν ἐν κακοῖς εἶναι σοφόν.
\n\n但是,你那总是从暗处窥视的邪恶\n\n灵魂,尽管他天生愚鲁且不情愿,仍然\n\n熟练地预先教导他在恶事中变得精明。
§1016καὶ νῦν ἔμʼ, ὦ δύστηνε, συνδήσας νοεῖς §1017ἄγειν ἀπʼ ἀκτῆς τῆσδʼ, ἐν ᾗ με προυβάλου
\n\n而现在,你这可悲的人,竟企图将我捆绑,\n\n从这海岸带走。
§1018ἄφιλον ἔρημον ἄπολιν, ἐν ζῶσιν νεκρόν.
就是在这里,你曾将我抛弃,\n\n无友、荒凉、无国,成为活人中的死尸。
φεῦ.
啊!
§1019ὄλοιο·
\n\n愿你毁灭!
καί σοι πολλάκις τόδʼ ηὐξάμην.
我也曾多次为你祈求这诅咒。
§1020ἀλλʼ οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι, §1021σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δʼ ἀλγύνομαι §1022τοῦτʼ αὔθʼ, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας, §1023γελώμενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέως §1024διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθʼ ὑπηρετεῖς.
\n\n但是,由于神明没有赐予我任何快乐,\n\n你却快活地活着,而我却因为\n\n这同一件事而痛苦:我这可怜的人在重重灾难中苟活,\n\n并被你以及阿特雷斯的\n\n两位将领所嘲笑,而你正是为他们效劳。
§1025καίτοι σὺ μὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶς §1026ἔπλεις ἅμʼ αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον, §1027ἑκόντα πλεύσανθʼ ἑπτὰ ναυσὶ ναυβάτην, §1028ἄτιμον ἔβαλον, ὡς σὺ φής, κεῖνοι δὲ σέ.
\n\n然而,你是在欺骗与逼迫之下套上枷锁\n\n才与他们同行,而我这最不幸的人,\n\n当年自愿率领七艘船作为水手同行,\n\n却被他们无情抛弃——正如你所说,而他们却说是你抛弃的。
§1029καὶ νῦν τί μʼ ἄγετε;
\n\n而如今,你们为什么带我走?
τί μʼ ἀπάγεσθε;
为什么把我掳走?
τοῦ χάριν;
为了什么?
§1030ὃς οὐδέν εἰμι καὶ τέθνηχʼ ὑμῖν πάλαι.
\n\n我已是个无足轻重的人,在你们眼里早已死去。
§1031πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι §1032χωλός, δυσώδης;
\n\n神明最憎恶的家伙,现在我在你眼里难道不也是\n\n个瘸腿、恶臭的人吗?
πῶς θεοῖς ἔξεσθʼ, ὁμοῦ §1033πλεύσαντος αἴθειν ἱερά;
如果我同行,你们怎么能\n\n向神明焚烧祭物?
πῶς σπένδειν ἔτι;
怎么能再行献酒之礼?
§1034αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ.
\n\n因为这正是当年你们抛弃我的借口。
§1035κακῶς ὄλοισθʼ·
\n\n愿你们惨死!
ὀλεῖσθε δʼ ἠδικηκότες §1036τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει.
如果神明关注正义,\n\n你们终将因为伤害了这个男子而灭亡。
§1037ἔξοιδα δʼ ὡς μέλει γʼ· ἐπεὶ οὔποτʼ ἂν στόλον §1038ἐπλεύσατʼ ἂν τόνδʼ εἵνεκʼ ἀνδρὸς ἀθλίου, §1039εἰ μή τι κέντρον θεῖον ἦγʼ ὑμᾶς ἐμοῦ.
\n\n我确知他们是关注的;因为你们绝不会\n\n为了一个悲惨的人而开始这趟航行,\n\n除非是某种源自我的神圣刺痛在指引着你们。
§1040ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐπόψιοι, §1041τίσασθε τίσασθʼ ἀλλὰ τῷ χρόνῳ ποτὲ §1042ξύμπαντας αὐτούς, εἴ τι κἄμʼ οἰκτίρετε·
\n\n但是,噢,祖国的大地,和俯视一切的神明啊,\n\n请在时间的流逝中,终有一日向他们\n\n所有人复仇,如果你们对我还有一丝怜悯的话。 ”

词汇与语法注释

  1. 972ἔοικας ἥκειν αἰσχρά — 在此处的不定式 ἥκειν 意为“达到或陷入某种状态”,而非单纯的肉体抵达。与用作副词或同族宾格的中性复数宾格 αἰσχρά 连用,表达“你似乎已经陷入了可耻的境地”。
  2. 981aτοῦτο μέν — τοῦτο 是指代前文“归还弓”的宾格代词。助词 μέν 与第 982 行的 ἀλλά 呼应,构成对比结构:“这一件事(即使他想做也绝不会做),但是……”第 982 行 δράσει 的主语是前一行所称呼的孩子(涅俄普托勒摩斯)。
  3. 1013ἀλλʼ ἡ κακὴ σὴ διὰ μυχῶν βλέπουσʼ ἀεὶ ψυχή... — 这是一个高度倒装的复杂句。在主语 ἡ κακὴ σὴ ... ψυχή(你那邪恶的灵魂)与谓语动词 προυδίδαξεν(§1015,预先教导)之间,插入了分词短语 βλέπουσʼ ἀεὶ,以及修饰宾格代词 νιν(他,指涅俄普托勒摩斯)的分词短语 ἀφυῆ τʼ ὄντα κοὐ θέλονθʼ ὅμως。
  4. 1037ἐπεὶ οὔποτʼ ἂν στόλον ἐπλεύσατʼ ἂν... εἰ μή... ἦγʼ — 一个与过去事实相反的虚拟条件句。条件从句使用 εἰ μή 搭配未完成过去时直陈语气(ἦγʼ),主句使用 ἂν 搭配不定过去时直陈语气(ἐπλεύσατʼ)。助词 ἂν 在主句中的重复出现(οὔποτʼ ἂν... ἐπλεύσατʼ ἂν)起到了强烈强调否定语气的作用。

引用这一段

索福克勒斯, 菲洛克忒忒斯 §972-1042. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg006.humanitext-grc2:972-1042

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。