Humanitext Reader

索福克勒斯 · 菲洛克忒忒斯 §902-971

涅俄普托勒摩斯的坦白与斐罗克特底的哀叹

第 12 段,共 18 段 · 希腊语

内容简介

涅俄普托勒摩斯终因无法忍受谎言而向斐罗克特底坦白了要将其带往特洛伊的真实意图。斐罗克特底因遭背叛而陷入绝望,哀求归还弓箭未果,遂向荒岛的自然景物发出悲痛的哀歌。

§902ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν §903ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα.
“一切都变得令人厌恶,当一个人背弃了自己的天性,去做出不相宜的事情时。
§904ἀλλʼ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε §905δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρʼ ἐπωφελῶν.
” “但在帮助一个高贵的人时,你所做所言,都没有越出你父亲的品格。
§906αἰσχρὸς φανοῦμαι· τοῦτʼ ἀνιῶμαι πάλαι.
” “我将显得卑劣;这正是久久折磨着我的事。
§907οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δʼ αὐδᾷς ὀκνῶ.
” “在你的所作所为中绝非如此;但对你所说的话,我感到担忧。
§908ὦ Ζεῦ, τί δράσω;
” “噢,宙斯,我该怎么办?
δεύτερον ληφθῶ κακός, §909κρύπτων θʼ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστʼ ἐπῶν;
难道我要再次被视为卑劣之人,既隐瞒了不该隐瞒的事,又说出了最可耻的话吗?
§910ἁνὴρ ὅδʼ, εἰ μὴ ʼγὼ κακὸς γνώμων ἔφυν, §911προδούς μʼ ἔοικε κἀκλιπὼν τὸν πλοῦν στελεῖν.
” “这人,除非我天生是个不会看人的蠢人,否则他似乎要背叛并抛下我,径自启航了。
§912λιπὼν μὲν οὐκ ἔγωγε· λυπηρῶς δὲ μὴ §913πέμπω σε μᾶλλον, τοῦτʼ ἀνιῶμαι πάλαι.
” “抛弃你,我绝不会;但我是否更是在痛苦中送走你,这才是久久折磨着我的事。
§914τί ποτε λέγεις, ὦ τέκνον;
” “你到底在说什么,孩子?
ὡς οὐ μανθάνω.
我听不明白。
§915οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν §916πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον.
” “我不对你隐瞒任何事;因为你必须航向特洛伊,前往阿开亚人及阿特雷斯之子的军旅中。
§917οἴμοι, τί εἶπας;
” “哀哉,你说了什么?
§917aμὴ στέναζε, πρὶν μάθῃς.
” “在了解真相之前,先不要叹息。
§918ποῖον μάθημα;
” “什么真相?
τί με νοεῖς δρᾶσαί ποτε;
你究竟打算对我做什么?
§919σῶσαι κακοῦ μὲν πρῶτα τοῦδʼ, ἔπειτα δὲ §920ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών.
” “首先,将你从这病痛中解救出来;其次,与你同行,去摧毁特洛伊的平原。
§921καὶ ταῦτʼ ἀληθῆ δρᾶν νοεῖς;
” “你真的打算这样做吗?
§921aπολλὴ κρατεῖ §922τούτων ἀνάγκη, καὶ σὺ μὴ θυμοῦ κλύων.
” “强大的必然支配着这些事;听了这话,请你不要发怒。
§923ἀπόλωλα τλήμων, προδέδομαι.
” “我完蛋了,可怜的我,被出卖了!
τί μʼ, ὦ ξένε, §924δέδρακας;
异乡人,你对我做了什么?
ἀπόδος ὡς τάχος τὰ τόξα μοι.
快把我的弓还给我!
§925ἀλλʼ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειν §926τό τʼ ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ.
” “但这不可能;因为正义与利益都迫使我服从掌权之人。
§927ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας §928δεινῆς τέχνημʼ ἔχθιστον, οἷά μʼ εἰργάσω,
” “噢,你这团烈火,这纯粹的恐怖,这可怕奸诈中最可恶的造物!
§929οἷʼ ἠπάτηκας·
你对我做出了什么,你又是如何欺骗了我!
οὐδʼ ἐπαισχύνει μʼ ὁρῶν §930τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε;
看着我这个求助者、这哀求的人,你竟不感到羞耻吗,冷酷无情的家伙?
§931ἀπεστέρηκας τὸν βίον τὰ τόξʼ ἑλών.
夺走我的弓,你就夺走了我的生路。
§932ἀπόδος, ἱκνοῦμαί σʼ, ἀπόδος, ἱκετεύω, τέκνον·
还给我吧,我求你,还给我吧,孩子,我哀求你!
§933πρὸς θεῶν πατρῴων, τὸν βίον με μὴ ἀφέλῃ.
凭着祖先的神明,不要夺走我的生路。
§934ὤμοι τάλας.
哀哉,可怜的我!
ἀλλʼ οὐδὲ προσφωνεῖ μʼ ἔτι, §935ἀλλʼ ὡς μεθήσων μήποθʼ, ὧδʼ ὁρᾷ πάλιν.
他甚至不再对我说话,而是转过头去,仿佛绝不会放手一般。
§936ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι §937θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι,
噢,海港,噢,岬角,噢,山间野兽的伴群,噢,陡峭的悬崖!
§938ὑμῖν τάδʼ, οὐ γὰρ ἄλλον οἶδʼ ὅτῳ λέγω, §939ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν, §940οἷʼ ἔργʼ ὁ παῖς μʼ ἔδρασεν οὑξ Ἀχιλλέως·
对你们,因为我不知道还能对谁倾诉,向着在场的身为我往常伴侣的你们,我哭诉这些,阿基琉斯的儿子对我做出了什么样的事!
§941ὀμόσας ἀπάξειν οἴκαδʼ, ἐς Τροίαν μʼ ἄγει· §942προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου §943ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει, §944καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει·
他曾起誓带我回家,却把我带往特洛伊;他伸出了右手与我相约,却夺走了我的弓,那属于宙斯之子赫拉克勒斯的圣弓,并且还想把它展示给阿耳戈斯人看。
§945ὡς ἄνδρʼ ἑλὼν ἰσχυρόν ἐκ βίας μʼ ἄγει, §946κοὐκ οἶδʼ ἐναίρων νεκρὸν ἢ καπνοῦ σκιάν, §947εἴδωλον ἄλλως·
他用武力带走我,仿佛捕获了一个强者,却不知自己杀害的只是个死尸,或是一缕烟的影子,一个徒然的幻影。
οὐ γὰρ ἂν σθένοντά γε §948εἷλέν μʼ· ἐπεὶ οὐδʼ ἂν ὧδʼ ἔχοντʼ, εἰ μὴ δόλῳ.
因为如果我精力健旺,他绝不能捉住我;即便在如今这般境地,若非用计,他也捉我不成。
§949νῦν δʼ ἠπάτημαι δύσμορος.
但如今我已被欺骗,命运悲惨。
τί χρή με δρᾶν;
我该怎么办?
§950ἀλλʼ ἀπόδος, ἀλλὰ νῦν ἔτʼ ἐν σαυτῷ γενοῦ.
还给我吧,哪怕现在也请你恢复你原本的良知。
§951τί φής;
你说什么?
σιωπᾷς;
你沉默吗?
οὐδέν εἰμʼ ὁ δύσμορος.
我这悲惨的人什么都不是了。
§952ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν §953εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν· §954ἀλλʼ αὐανοῦμαι τῷδʼ ἐν αὐλίῳ μόνος, §955οὐ πτηνὸν ὄρνιν οὐδὲ θῆρʼ ὀρειβάτην §956τόξοις ἐναίρων τοισίδʼ, ἀλλʼ αὐτὸς τάλας §957θανὼν παρέξω δαῖθʼ ὑφʼ ὧν ἐφερβόμην, §958καί μʼ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν·
噢,双门的岩石居所,我将再次、重新赤裸地走进你,没有食物;我将独自在这简陋的窝棚里枯萎干瘪,无法用这满弓去射杀飞鸟,也无法去猎捕山间的野兽,而是我自己,可怜的人,死后反要供养那些曾供养过我的生物,而那些我以前捕猎的野兽,现在倒要来捕猎我了。
§959φόνον φόνου δὲ ῥύσιον τίσω τάλας §960πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν.
我这可怜的人,将付出生命作为血债的赎偿,向那个看似不知邪恶的人。
§961ὄλοιο—μή πω, πρὶν μάθοιμʼ εἰ καὶ πάλιν
愿你毁灭!
§962γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς.
——且慢,直到我明白你是否会再次改变心意;若不改变,愿你惨死。
§963τί δρῶμεν;
” “我们该怎么办?
ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ, §964ἤδη ʼστὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.
主人,现在无论是我们航行,还是顺从这人的话,决定权都在你手里了。
§965ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις §966τοῦδʼ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.
” “对我而言,对这男子的可怕同情早已油然而生,不是从现在才开始,而是已经很久了。
§967ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς §968σαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐμέ.
” “怜悯我吧,孩子,凭着众神,不要因为欺骗了我而让自己在世人中留下耻辱。
§969οἴμοι, τί δράσω;
” “哀哉,我该怎么办?
μή ποτʼ ὤφελον λιπεῖν §970τὴν Σκῦρον·
但愿我从未离开过斯库罗斯!
οὕτω τοῖς παροῦσιν ἄχθομαι.
面对当下的境地,我是如此痛苦。
§971οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δʼ ἀνδρῶν μαθὼν
” “你本不坏,只是从坏人那里学了……”

词汇与语法注释

  1. 908ληφθῶ — 疑问虚拟语气(deliberative subjunctive),表达困惑与自问:“难道我应被视为……吗?”
  2. 912μὴ πέμπω — 否定连接词 μὴ 搭配虚拟语气 πέμπω,引导表示忧虑的从句,属主语动词 ἀνιῶμαι(痛苦、担心)支配,意为“唯恐/是否反倒送走……”。
  3. 925τῶν γὰρ ἐν τέλει κλύειν — 不定式 κλύειν(服从、听从)支配属格 τῶν ἐν τέλει(掌权者、统治者)。主动词 ποεῖ(即 ποιεί)带宾格主语(με)与不定式,构成使役结构,意为“使我不得不服从”。
  4. 946οὐκ οἶδʼ ἐναίρων — 动词 οἶδα 搭配分词 ἐναίρων,用以描述主语自身的行为或状态,表示“不知自己正在杀害……”。

引用这一段

索福克勒斯, 菲洛克忒忒斯 §902-971. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg006.humanitext-grc2:902-971

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。