Humanitext Reader

索福克勒斯 · 菲洛克忒忒斯 §740-818

剧痛中的斐罗克特底托付神弓

第 10 段,共 18 段 · 希腊语

内容简介

斐罗克特底突遭宿疾的剧烈发作,在痛苦挣扎中将自己的神弓托付给涅俄普托勒摩斯,并要求其承诺绝不将弓交给敌人。

§740τί ποτε πέπονθας;
(涅俄普托勒摩斯)“你怎么了?
οὐκ ἐρεῖς, ἀλλʼ ὧδʼ ἔσει
你不肯说,而要这样保持沉默吗?
§741σιγηλός; ἐν κακῷ δέ τῳ φαίνει κυρῶν.
你看起来正处于某种痛苦之中。
§742ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν §743κρύψαι παρʼ ὑμῖν, ἀτταταῖ·
” (斐罗克特底)“我完了,孩子,我无法向你们隐瞒这病痛。 阿塔台!
διέρχεται §744διέρχεται.
它穿透了,它穿透了。
δύστηνος, ὦ τάλας ἐγώ.
可怜啊,噢,凄惨的我!
§745ἀπόλωλα, τέκνον· βρύκομαι, τέκνον·
” “我完了,孩子;我正在被吞噬,孩子!
παπαῖ, §746ἀπαππαπαῖ, παπαππαπαππαπαππαπαῖ.
啪啪,啊啪啪啪,啪啪啪啪啪啪啪啪啪!
§747πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα §748ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα· §749ἀπάμησον ὡς τάχιστα· μὴ φείσῃ βίου.
” “看在诸神的份上,孩子,如果你的双手间有任何现成的剑,请砍向我的脚尖;尽快斩断它,不要爱惜我的生命。
ἴθʼ, ὦ παῖ.
来吧,孩子。
§751τί δʼ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου §752τοσήνδʼ ἰυγὴν καὶ στόνον σαυτοῦ ποεῖ;
” (涅俄普托勒摩斯)“但究竟发生了什么如此突然而奇特的事,以至于你发出如此大的哀嚎和呻吟?
§753οἶσθʼ, ὦ τέκνον;
” (斐罗克特底)“你知道吗,孩子?
§753aτί δʼ ἔστιν;
” (涅俄普托勒摩斯)“怎么了?
§753bοἶσθʼ, ὦ παῖ;
” (斐罗克特底)“你知道吗,孩子?
§753cτί σοί;
” (涅俄普托勒摩斯)“你出了什么事?
§754οὐκ οἶδα.
” (斐罗克特底)“我不知道。
§754aπῶς οὐκ οἶσθα;
” (涅俄普托勒摩斯)“你怎么会不知道?
παππαπαππαπαῖ.
”(斐罗克特底)“啪啪啪啪啪!
§755δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος.
” (涅俄普托勒摩斯)“这病痛的发作确实可怕。
§756δεινὸν γὰρ οὐδὲ ῥητόν·
” (斐罗克特底)“确实可怕,甚至无法言表。
ἀλλʼ οἴκτιρέ με.
但是怜悯我吧。
§757τί δῆτα δράσω;
” (涅俄普托勒摩斯)“那我究竟该做什么呢?
§757aμή με ταρβήσας προδῷς· §758ἥκει γὰρ αὕτη διὰ χρόνου πλάνοις ἴσως §759ὡς ἐξεπλήσθη.
” (斐罗克特底)“不要因害怕而背弃我;因为她隔了一段时间又来了,也许是徘徊之后,在得到了满足的时候。
§759aἰὼ ἰὼ δύστηνε σύ, §760δύστηνε δῆτα διὰ πόνων πάντων φανείς.
” (涅俄普托勒摩斯)“唉,可怜的你,经历了一切痛苦,实在显得如此悲惨!
§761βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου;
” “你真希望我扶住你,或者触碰你哪里吗?
§762μὴ δῆτα τοῦτό γʼ·
” (斐罗克特底)“千万不要这样。
ἀλλά μοι τὰ τόξʼ ἑλὼν §763τάδʼ, ὥσπερ ᾐτοῦ μʼ ἀρτίως, ἕως ἀνῇ §765τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν, §766σῷζʼ αὐτὰ καὶ φύλασσε.
但是,拿好我这些弓箭,就像你刚才请求我的那样,直到这当下的病痛折磨消退为止,保存并守护好它们。
λαμβάνει γὰρ οὖν §767ὕπνος μʼ, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε· §768κοὐκ ἔστι λῆξαι πρότερον·
因为,当这痛苦退去时,沉睡便会袭向我;在此之前痛苦无法停止。
ἀλλʼ ἐᾶν χρεὼν §769ἕκηλον εὕδειν.
但必须让我安静地睡眠。
ἢν δὲ τῷδε τῷ χρόνῳ §770μόλωσʼ ἐκεῖνοι, πρὸς θεῶν ἐφίεμαι §771ἑκόντα μηδʼ ἄκοντα μηδέ τῳ τέχνῃ §772κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θʼ ἅμα §773κἄμʼ, ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ.
如果在这段时间里那些人来了,我奉神之名嘱咐你,无论自愿还是被迫,无论用何种诡计,绝不要把这些东西让给他们,免得你同时害死了你自已和作为你托庇者的我。
§774θάρσει προνοίας οὕνεκʼ· οὐ δοθήσεται §775πλὴν σοί τε κἀμοί·
” (涅俄普托勒摩斯)“放心吧,关于防范之事;这弓除了你我之外,绝不会交给别人。
ξὺν τύχῃ δὲ πρόσφερε.
愿神保佑,请把它递给我吧。
§776ἰδοὺ δέχου, παῖ· τὸν φθόνον δὲ πρόσκυσον §777μή σοι γενέσθαι πολύπονʼ αὐτὰ μηδʼ ὅπως §778ἐμοί τε καὶ τῷ πρόσθʼ ἐμοῦ κεκτημένῳ.
” (斐罗克特底)“喏,拿着吧,孩子;向神明的忌恨顶礼膜拜,免得它们给你带来无尽的痛苦,也免得你重蹈我以及在我之前拥有它的人的覆辙。
§779ὦ θεοί, γένοιτο ταῦτα νῷν·
” (涅俄普托勒摩斯)“噢,诸神啊,愿我们两人得偿所愿!
γένοιτο δὲ §780πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ §781θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται.
愿我们的航程顺风且迅捷,前往神明认为合适、且我们的船队所指向的目的地。
§782ἀλλʼ οὖν δέδοικα μὴ ἀτέλεστʼ εὔχῃ, τέκνον.
” (斐罗克特底)“然而,孩子,我害怕你的祈祷无法实现。
§783στάζει γὰρ αὖ μοι φοίνιον τόδʼ ἐκ βυθοῦ §784κηκῖον αἷμα, καί τι προσδοκῶ νέον.
因为这暗红的血再次从我的深处滴落并涌出,我预感到有新的折磨到来。
§785παπαῖ, φεῦ.
啪啪,唉!
§786παπαῖ μάλʼ, ὦ πούς, οἷά μʼ ἐργάσει κακά.
啪啪,脚啊,你将给我带来怎样的痛苦!
§787προσέρπει, §788προσέρχεται τόδʼ ἐγγύς.
它爬上来了,接近了,这东西就在眼前。
οἴμοι μοι τάλας.
哀哉,可怜的我!
§789ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ.
你们明白这情况了;千万不要逃跑。
§790ἀτταταῖ.
阿塔台!
§791ὦ ξένε Κεφαλλήν, εἴθε σου διαμπερὲς §792στέρνων ἔχοιτʼ ἄλγησις ἥδε.
噢,克法勒尼亚的异乡人,但愿这剧痛能贯穿你的胸膛!
φεῦ, παπαῖ, §793παπαῖ μάλʼ αὖθις.
唉,啪啪,再次啪啪!
ὦ διπλοῖ στρατηλάται, §794Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντʼ ἐμοῦ §795τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον;
噢,双子统帅,阿伽门农,墨涅拉俄斯,为何不是你们代替我,在同样长的时间里承受这病痛?
ἰώ μοι.
噫嘻,我真命苦!
§796ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος §797οὕτω κατʼ ἦμαρ, οὐ δύνᾳ μολεῖν ποτε;
噢,死神,死神,为何我日复一日不断呼唤你,你却从来不肯降临?
§798ὦ τέκνον ὦ γενναῖον, ἀλλὰ συλλαβὼν §800τῷ Λημνίῳ τῷδʼ ἀνακαλουμένῳ πυρὶ §801ἔμπρησον, ὦ γενναῖε·
噢,孩子,高贵的孩子,抱起我,把用这莱姆诺斯之火把我烧了吧,高贵的孩子!
κἀγώ τοί ποτε §802τὸν τοῦ Διὸς παῖδʼ ἀντὶ τῶνδε τῶν ὅπλων, §803ἃ νῦν σὺ σῴζεις, τοῦτʼ ἐπηξίωσα δρᾶν.
我曾经也为了那宙斯之子,为了换取这些武器 ——就是你现在守护的这些,而同意做这同样的事。
τί φής, παῖ;
你怎么说,孩子?
§805τί φής;
你说什么?
τί σιγᾷς;
为什么沉默?
ποῦ ποτʼ ὤν, τέκνον, κυρεῖς;
你究竟心在何处,孩子?
§806ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.
” (涅俄普托勒摩斯)“我早已为你的不幸哀叹、痛苦了良久。
§807ἀλλʼ, ὦ τέκνον, καὶ θάρσος ἴσχʼ· ὡς ἥδε μοι §808ὀξεῖα φοιτᾷ καὶ ταχεῖʼ ἀπέρχεται.
” (斐罗克特底)“但是,孩子,你要振作起来;因为这痛苦来得猛烈,去得也快。
§809ἀλλʼ ἀντιάζω, μή με καταλίπῃς μόνον.
但我求你,不要把我一个人留下。
§810θάρσει, μενοῦμεν.
” (涅俄普托勒摩斯)“放心吧,我们会留下的。
§810aἦ μενεῖς;
” (斐罗克特底)“你真的会留下吗?
§810bσαφῶς φρόνει.
” (涅俄普托勒摩斯)“请确信这一点。
§811οὐ μήν σʼ ἔνορκόν γʼ ἀξιῶ θέσθαι, τέκνον.
” (斐罗克特底)“然而,孩子,我不求你立下誓言。
§812ὡς οὐ θέμις γʼ ἐμοὔστι σοῦ μολεῖν ἄτερ.
” (涅俄普托勒摩斯)“因为丢下你独自离去,对我而言也是不合神律的。
§813ἔμβαλλε χειρὸς πίστιν.
” (斐罗克特底)“向我伸出你的手作为盟誓。
§813aἐμβάλλω μενεῖν.
” (涅俄普托勒摩斯)“我握手发誓留下。
§814ἐκεῖσε νῦν μʼ, ἐκεῖσε §814aποῖ λέγεις;
” (斐罗克特底)“去那里,现在,去那里……” (涅俄普托勒摩斯)“你指哪里?
§814bἄνω
” (斐罗克特底)“往上!
§815τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον;
” (涅俄普托勒摩斯)“你怎么又在说胡话了?
§816μέθες μέθες με.
为什么盯着上方的天空看?
§816aποῖ μεθῶ;
” (斐罗克特底)“放开我,放开我!
§816bμέθες ποτέ.
” (涅俄普托勒摩斯)“放你去哪儿?
§817οὔ φημʼ ἐάσειν.
” (斐罗克特底)“快放开我!
§817aἀπό μʼ ὀλεῖς, ἢν προσθίγῃς.
” (涅俄普托勒摩斯)“我说什么也不能放手。
§818καὶ δὴ μεθίημʼ, εἴ τι δὴ πλέον φρονεῖς.
” (斐罗克特底)“如果你再碰我,你会害死我的。 ” (涅俄普托勒摩斯)“那我就放手了,如果这确实对你更好。 ”

词汇与语法注释

  1. 751ὅτου — 关系代词 ὅστις 的属格,此处表示原因,修饰主句,意为“因为这(原因)而……”。
  2. 758ὡς ἐξεπλήσθη — 连词 ὡς 在此处表示时间(“当……之时”或“在……之后”),指病痛在周期性地发泄完毕(得到满足)之后再次来袭。
  3. 771ἑκόντα μηδʼ ἄκοντα — 宾格形容词,与不定式 μεθεῖναι(让出、交付)的未显式表达的主语(涅俄普托勒摩斯)相一致,表示“无论是自愿还是非自愿”。
  4. 776τὸν φθόνον δὲ πρόσκυσον μή σοι γενέσθαι — 动词 πρόσκυσον(顶礼、祈求免除神明忌恨)后接 μή 与不定式 γενέσθαι,用作预防或担忧的从属表达,意为“免得这给你带来(痛苦)”。
  5. 818εἴ τι δὴ πλέον φρονεῖς — 短语 πλέον φρονεῖν 是一个惯用表达,意为“更明智”或“更懂得”。此处在条件句中意为“如果你确实比我更清楚(该怎么做)”。

引用这一段

索福克勒斯, 菲洛克忒忒斯 §740-818. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg006.humanitext-grc2:740-818

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。