(涅俄普托勒摩斯)“对于海盗来说,没有所谓的逆风,当有机会去偷窃或用暴力抢夺某些东西时。
” “但如果可以,我们走吧,你从屋里带上你最需要、最渴望拥有的东西。
§647ἀλλʼ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.
” (斐罗克特底)“确实有我需要的,虽然并不是很多。
§648τί τοῦθʼ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι;
” (涅俄普托勒摩斯)“我的船上没有的,那究竟是什么?
” (斐罗克特底)“我有一片叶子,我总是用它抚平这伤口,使其完全缓解。
§651ἀλλʼ ἔκφερʼ αὐτό.
” (涅俄普托勒摩斯)“那就把它拿出来吧。
τί γὰρ ἔτʼ ἄλλʼ ἐρᾷς λαβεῖν;
你还想带走别的什么?
” (斐罗克特底)“如果这些弓箭中有什么被遗忘在旁、散落在地,免得我遗落它们而被别人拿走。
§654ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξʼ ἃ νῦν ἔχεις;
” (涅俄普托勒摩斯)“难道你现在手里拿着的,就是那张著名的神弓吗?
§655ταῦτʼ, οὐ γὰρ ἄλλʼ ἔστʼ, ἀλλʼ ἃ βαστάζω χεροῖν.
” (斐罗克特底)“就是这个,没有别的,我手中所持的正是它。
” (涅俄普托勒摩斯)“我有机会能近距离看一看,亲手抚摸它,并像敬神一样礼拜它吗?
” (斐罗克特底)“对你而言,孩子,不仅是这个,我所有的其他东西,只要对你有利,都可以如你所愿。
” (涅俄普托勒摩斯)“我确实渴望它,我的渴望是这样的:如果这对我来说是合乎神律的,我便希望如此;若是不然,就请作罢。
§662ὅσιά τε φωνεῖς ἔστι τʼ, ὦ τέκνον, θέμις, §663ὅς γʼ ἡλίου τόδʼ εἰσορᾶν ἐμοὶ φάος §664μόνος δέδωκας, ὃς χθόνʼ Οἰταίαν ἰδεῖν, §665ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν §666ἐχθρῶν μʼ ἔνερθεν ὄντʼ ἀνέστησας πέρα.
” (斐罗克特底)“你所说的话是虔敬的,孩子,这是合乎神律的,正是你,唯一赐予我能够看见这太阳的光芒,唯一允许我,能够看见俄伊塔的土地,看见年迈的父亲,看见朋友们,你把我从仇敌之下,从深渊中拯救了出来。
§667θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν §668καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν §669ἀρετῆς ἕκατι τῶνδʼ ἐπιψαῦσαι μόνον· §670εὐεργετῶν γὰρ καὐτὸς αὔτʼ ἐκτησάμην.
” “放心吧,你可以触摸它,也可以还给赠予者,并且可以向世人夸耀:凭着你的美德,唯有你才能触碰它;因为我自己也是通过行善才获得它的。
§671οὐκ ἄχθομαί σʼ ἰδών τε καὶ λαβὼν φίλον· §672ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται, §673παντὸς γένοιτʼ ἂν κτήματος κρείσσων φίλος.
” “见到你并视你为友,我并不感到懊悔;因为凡是受人恩惠并懂得报恩的人,都将是比任何财产更珍贵的朋友。
χωροῖς ἂν εἴσω.
进屋去吧。
” (涅俄普托勒摩斯)“我也要带你进去;因为你病弱的身体渴望有你作伴支持。
§676λόγῳ μὲν ἐξήκουσʼ, ὄπωπα δʼ οὐ μάλα, §677τὸν πελάταν λέκτρων ποτὲ τῶν Διὸς §680κατὰ δρομάδʼ ἄμπυκα δέσμιον ὡς ἔβαλεν παγκρατὴς Κρόνου παῖς· §681ἄλλον δʼ οὔτινʼ ἔγωγʼ οἶδα κλύων οὐδʼ ἐσιδὼν μοίρᾳ §682τοῦδʼ ἐχθίονι συντυχόντα §683θνατῶν, ὃς οὔτʼ ἔρξας τινʼ οὔ τι νοσφίσας, §685ἀλλʼ ἴσος ὢν ἴσοις ἀνήρ, §686ὤλλυθʼ ὧδʼ ἀναξίως.
” (歌队)“在传说中我曾听闻,却从未亲眼见过,那个曾企图接近宙斯床榻的人,全能的克洛诺斯之子如何将他捆绑在飞转的轮子上抛下;” “但在凡人中,我无论是听说还是亲眼所见,都不知道还有谁遭遇了比这个人更可悲的命运,他既未伤害他人,也未掠夺任何财物,只是在平等的人群中做一个正直的人,却遭受如此不公的毁灭。
§687τόδε τοι θαῦμά μʼ ἔχει, §688πῶς ποτε πῶς ποτʼ ἀμφιπλάκτων ῥοθίων μόνος κλύων, §690πῶς ἄρα πανδάκρυτον οὕτω βιοτὰν κατέσχεν· §691ἵνʼ αὐτὸς ἦν πρόσουρος, οὐκ ἔχων βάσιν, §692οὐδέ τινʼ ἐγχώρων κακογείτονα, §693παρʼ ᾧ στόνον ἀντίτυπον βαρυβρῶτʼ ἀποκλαύσειεν αἱματηρόν· §696ὃς τὰν θερμοτάταν αἱμάδα κηκιομέναν ἑλκέων §697ἐνθήρου ποδὸς ἠπίοισι §698φύλλοις κατευνάσειεν, εἴ τις ἐμπέσοι, §700φορβάδος ἐκ γαίας ἑλών· §701εἷρπε γὰρ ἄλλοτʼ ἀλλαχᾷ §702τότʼ ἂν εἰλυόμενος §703παῖς ἄτερ ὡς φίλας τιθήνας ὅθεν εὐμάρειʼ ὑπάρ- §705χοι πόρου, ἁνίκʼ ἐξανείη δακέθυμος ἄτα· §707οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλων §708αἴρων τῶν νεμόμεσθʼ ἀνέρες ἀλφησταί, §710πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξων §711πτανοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν.
” “这实在让我感到惊异,他究竟是如何,究竟是如何,在独自听着拍打岩石的浪涛声中,依然维持着这样充满泪水的生命;” “在那里,他是自己唯一的邻居,无法行走,岛上也没有任何住民可以作为分担忧患的邻人,无法与人分担那吞噬血肉、流血不止的痛苦哀吟;” “当野兽般肆虐的脚伤中喷涌出炽热的鲜血时,他只能用温和的叶子来抚平,如果病痛发作,从育养万物的大地上采集而来的叶子;” “他时而在这儿,时在那儿爬行,拖着痛苦的身躯,像个没有母亲疼爱的孩子,艰难地挪动到能找到缓解痛苦之源的地方,每当那噬心之痛稍稍缓解之时;” “他无法获得神圣大地的产物作为食物,也不能像我们这些营生的凡人那样享有其他食粮,除非他有时能用那迅疾发射的弓箭,以飞行的羽箭,为自己的肚子猎取到食物。
§712ὦ μελέα ψυχά, §713ὃς μηδʼ οἰνοχύτου πώματος ἥσθη δεκέτει χρόνῳ, §716λεύσσων δʼ ὅπου γνοίη στατὸν εἰς ὕδωρ, §717ἀεὶ προσενώμα.
” “啊,可怜的灵魂,十年来,连倾注的美酒都不曾尝过一口,只能寻找他所知道的积水之处,总是步履蹒跚地朝向那里。
§718νῦν δʼ ἀνδρῶν ἀγαθῶν παιδὸς ὑπαντήσας §720εὐδαίμων ἀνύσει καὶ μέγας ἐκ κείνων· §721ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει §722πολλῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν §725Μαλιάδων νυμφᾶν
” “如今,由于遇到了高尚之人的子嗣,他将获得幸福,并从那些苦难中超脱,变得伟大;正是此人,用那跨越海洋的木船,在历经了许多个月之后,正将他带往祖先的家园,去往玛利亚斯宁芙的领地,斯佩耳刻俄斯河的岸边。
§726Σπερχειοῦ τε παρʼ ὄχθας, ἵνʼ ὁ χάλκασπις ἀνὴρ θεοῖς §727πλάθει πατρὸς θείῳ πυρὶ παμφαής, §728Οἴτας ὑπὲρ ὄχθων.
在那里,那位铜盾英雄在父亲神圣的烈火中浑身闪耀,与众神同列,就在俄伊塔的山峦之上。
§730ἕρπʼ, εἰ θέλεις.
” (涅俄普托勒摩斯)“走吧,如果你愿意。
τί δή ποθʼ ὧδʼ ἐξ οὐδενὸς §731λόγου σιωπᾷς κἀπόπληκτος ὧδʼ ἔχει;
但究竟为什么,毫无理由地,你一言不发,像被击倒一样呆立在这里?
§732ἀᾶ, ἀᾶ.
” (斐罗克特底)“啊,啊!
§733τί δʼ ἔστιν;
” (涅俄普托勒摩斯)“发生什么事了?
§733aοὐδὲν δεινόν· ἀλλʼ ἴθʼ, ὦ τέκνον.
” (斐罗克特底)“没什么可怕的;继续走吧,孩子。
§734μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου;
” (涅俄普托勒摩斯)“难道是你那老毛病的病痛又发作了吗?
§735οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ ἄρτι κουφίζειν δοκῶ.
” (斐罗克特底)“绝非如此,相反,我现在觉得轻松了一些。
ὦ θεοί.
噢,诸神啊!
§736τί τοὺς θεοὺς ὧδʼ ἀναστένων καλεῖς;
” (涅俄普托勒摩斯)“你为何这样呻吟着,呼唤着神明?
§737σωτῆρας αὐτοὺς ἠπίους θʼ ἡμῖν μολεῖν.
” (斐罗克特底)“求他们作为拯救者、仁慈地降临我们身边。
ἀᾶ, ἀᾶ.
啊,啊! ”