Humanitext Reader

索福克勒斯 · 菲洛克忒忒斯 §487-568

登船的应允与伪装商人的使者来告

第 7 段,共 18 段 · 希腊语

内容简介

斐罗克特底热切地恳求不要被遗弃,涅奥普托勒摩斯和合唱队最终同意带他登船。正当他们准备启程时,一个伪装成商人的使者带来消息,警告阿开亚人正在追击他们。

§487ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου,
(不要把我丢在)这远离人间足迹的荒凉之地。
§488ἀλλʼ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μʼ ἄγων §489ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά· §490κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος §491Τραχινίαν τε δειράδʼ ἠδʼ ἐς εὔροον §492Σπερχειὸν ἔσται·
而是要把我带走,带去你的家,使我获救,或者带我去埃维亚的卡尔科冬府邸;从那里,前往俄塔山,以及特拉克斯的山脊,还有那流水平缓的斯佩耳刻俄斯河,对我而言旅途并不会遥远。
πατρί μʼ ὡς δείξῃς φίλῳ, §493ὃν δὴ παλαιὸν ἐξ ὅτου δέδοικʼ ἐγὼ §494μή μοι βεβήκῃ.
带我去吧,好让见我亲爱的父亲,长期以来,我一直担心他,害怕他已经离我而去。
πολλὰ γὰρ τοῖς ἱγμένοις §495ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς, §496αὐτόστολον πέμψαντά μʼ ἐκσῶσαι δόμους.
因为很多次,我通过来到这里的人,送去我恳求的祈祷,召请他,希望他能亲自派船来,把我接回故乡。
§497ἀλλʼ ἢ τέθνηκεν ἢ τὰ τῶν διακόνων, §498ὡς εἰκός, οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέρος §499ποιούμενοι τὸν οἴκαδʼ ἤπειγον στόλον.
但他要么已经去世,要么那些使者,我想,正如意料之中的那样,把我的事情看得微不足道,急于走他们自己的回家之路。
§500νῦν δʼ, εἰς σὲ γὰρ πομπόν τε καὐτὸν ἄγγελον §501ἥκω, σὺ σῶσον, σύ μʼ ἐλέησον, εἰσορῶν §502ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς §503κεῖται παθεῖν μὲν εὖ, παθεῖν δὲ θάτερα.
但如今,因为在你身上我找到了一个既是向导又是使者本身的人,请你救救我,请你怜悯我,看看凡人的一切是处于怎样可怕和危险的境地,无论是享受幸福,还是遭受不幸。
§504χρὴ δʼ ἐκτὸς ὄντα πημάτων τὰ δείνʼ ὁρᾶν, §505χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον §506σκοπεῖν μάλιστα, μὴ διαφθαρεὶς λάθῃ.
处于灾难之外的人必须注视那些危险,当一个人过得幸福时,那时最应该审视自己的生活,以免在不知不觉中毁灭。
§507οἴκτιρʼ, ἄναξ· πολλῶν ἔλεξεν δυσοίστων πόνων §508ἆθλʼ, οἷα μηδεὶς τῶν ἐμῶν τύχοι φίλων.
合唱:怜悯他吧,主人;他诉说了许多难以忍受的痛苦的斗争,愿我的朋友中没有任何人遭遇这样的事。
§510εἰ δὲ πικρούς, ἄναξ, ἔχθεις Ἀτρείδας, §511ἐγὼ μέν, τὸ κείνων κακὸν τῷδε κέρδος §515μετατιθέμενος, ἔνθαπερ ἐπιμέμονεν, §516ἐπʼ εὐστόλου ταχείας νεὼς §517πορεύσαιμʼ ἂν ἐς δόμους, τὰν θεῶν §518νέμεσιν ἐκφυγών.
如果你,主人,怨恨那严酷的阿特雷斯兄弟,我认为,应该把他们的恶行转化为这个人的利益,将他送往他强烈渴望去的地方,乘着装备精良、行驶迅速的船送往他的家园,以逃避神明的惩罚。
§519ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς, §520ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ, §521τότʼ οὐκέθʼ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς.
涅奥普托勒摩斯:你要小心,不要现在轻易答应了,而当他的病痛在相处中让你感到厌倦时,那时你就会发现自己无法再坚持现在的这些话了。
§522ἥκιστα·
合唱:绝不会。
τοῦτʼ οὐκ ἔσθʼ ὅπως ποτʼ εἰς ἐμὲ §523τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι.
你绝不可能找到理由来正当地以这种耻辱指责我。
§524ἀλλʼ αἰσχρὰ μέντοι σοῦ γέ μʼ ἐνδεέστερον §525ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν.
涅奥普托勒摩斯:然而,如果为了这异乡人而承担适时的劳顿,我表现得比你还要不够热心,那确实是可耻的。
§526ἀλλʼ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς· §527χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται.
既然如此,我们就启航吧,让他快点动身;船会载他走,不会拒绝。
§528μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς §529ἡμᾶς ὅποι τʼ ἐνθένδε βουλοίμεσθα πλεῖν.
但愿神明保佑我们安全离开这片土地,并到达我们从此地想去的任何地方。
§530ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δʼ ἀνήρ, §531φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς §532ἔργῳ γενοίμην, ὥς μʼ ἔθεσθε προσφιλῆ;
斐罗克特底:噢,最亲爱的日子,最可爱的人,还有亲爱的水手们,我该如何用行动向你们表露,你们让我感到多么亲切?
§533ἴωμεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσω §534ἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃς §535ἀφʼ ὧν διέζων ὥς τʼ ἔφυν εὐκάρδιος.
让我们走吧,孩子,向里面的无家之居告别,这样你也能够了解我是靠什么活下来的,以及我天生是多么坚强。
§536οἶμαι γὰρ οὐδʼ ἂν ὄμμασιν μόνην θέαν §537ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε· §538ἐγὼ δʼ ἀνάγκῃ προύμαθον στέργειν κακά.
因为我想,除了我之外,任何其他人仅仅用眼睛看到那样的景象,也是无法忍受这些的;但我被迫提前学会了顺从厄运。
§539ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο, §540ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δʼ ἀλλόθρους, §541χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον.
合唱:等一等,让我们弄清楚;有两个人,一个是你们船上的水手,另一个是言语不同的人,正在走来;向他们打听之后再进去吧。
§542Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον, §543ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ, §544ἐκέλευσʼ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι, §545ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ, §546τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον.
商人:阿基琉斯之子啊,你的这位同伴,他曾和另外两人一起守护你的船,我命令他告诉我你身在何处,因为我偶然遇到了他,并没有预料到,而是靠某种运气停泊在同一片土地上。
§547πλέων γὰρ ὡς ναύκληρος οὐ πολλῷ στόλῳ §548ἀπʼ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν §549Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι
因为作为船主,我率领着一支不大的船队,从伊利翁航向我的家乡,那盛产葡萄的佩帕雷托斯。
§550σοὶ πάντες εἶεν συννεναυστοληκότες, §551ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι, §552τὸν πλοῦν ποεῖσθαι, προστυχόντι τῶν ἴσων.
当我从水手那里听说他们都曾与你同行时,我觉得不该在告诉你之前,默默地继续我的航程,因为我偶然遇到了对等的事情。
§553οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι, §554ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα §555βουλεύματʼ ἐστί, κοὐ μόνον βουλεύματα,
你大概对自己周围的事情一无所知吧,关于阿耳戈斯人针对你的那些新计划。
§556ἀλλʼ ἔργα δρώμενʼ, οὐκέτʼ ἐξαργούμενα.
而且不仅仅是计划,而是已经付诸行动、不再拖延的事情。
§557ἀλλʼ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε, §558εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ· §559φράσον δʼ ἅπερ, γʼ ἔλεξας, ὡς μάθω τί μοι §560νεώτερον, βούλευμʼ ἀπʼ Ἀργείων ἔχεις.
涅奥普托勒摩斯:不过,异乡人,对于你的远见好意,除非我生来是个忘恩负义的人,否则这情谊将长存心底;请告诉我你所说的事情,好让我知道你们从阿耳戈斯人那里带回了什么针对我的新企图。
§561φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ §562Φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι.
商人:他们已经出发,率领海军船队追赶你,那是年迈的福尼克斯和忒修斯的儿子们。
§563ὡς ἐκ βίας μʼ ἄξοντες ἢ λόγοις πάλιν;
涅奥普托勒摩斯:他们是要用武力把我带回去,还是要用言语来说服我?
§564οὐκ οἶδʼ· ἀκούσας δʼ ἄγγελος πάρειμί σοι.
商人:我不知道;但听到这个消息后,我就来作为使者告诉你。
§565ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται §566οὕτω καθʼ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν;
涅奥普托勒摩斯:福尼克斯和他的同伴们真的是为了阿特雷斯兄弟的欢心而如此急切地行事吗?
§567ὡς ταῦτʼ ἐπίστω δρώμενʼ, οὐ μέλλοντʼ ἔτι.
商人:你要知道,这些事情正在做,不再有任何耽搁。
§568πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδʼ οὐκ αὐτάγγελος
涅奥普托勒摩斯:既然如此,奥德修斯为什么不自己来报信呢?

词汇与语法注释

  1. 487ἔρημον — 修饰前一节 §486 中动词 ἀφῇς(丢下、遗弃)的直接宾语 μʼ(我)的二次谓语(表语性形容词),意为‘不要把我以这样孤立无助的状态留下’。
  2. 501-502εἰσορῶν ὡς — 连词 ὡς 引导间接疑问从句,作为主句分词 εἰσορῶν(看着、考虑到)的宾语,用以说明凡人的一切恐惧与危险处于何等动荡不定的状态。
  3. 510-511εἰ δὲ ... ἐγὼ μέν — 对应条件从句 εἰ ... ἔχθεις(直陈式现在时),表达合唱队意愿的结句延续至 §517 的 πορεύσαιμʼ ἂν(希求式 + ἄν,表示潜在可能性),以此体现委婉的建议或意图。
  4. 519ὅρα σὺ μὴ — 由命令式 ὅρα 引导的 μὴ + 虚拟式(παρῇς、φανῇς)构成了表示担忧或警告的句式:“要当心以免……”或“注意不要……”。
  5. 533προσκύσαντε — 分词 προσκύσαντε 采用双数 (dual) 形式,指代动作的主语是两个人(斐罗克特底与涅奥普托勒摩斯)。
  6. 549τοὺς ναύτας ὅτι — 此为前置(prolepsis)句式。本应作为 ὅ提 从句主语的名词 τοὺς ναύτας,被提前作为主句动词 ἤκουσα 的直接宾语(宾格)。

引用这一段

索福克勒斯, 菲洛克忒忒斯 §487-568. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg006.humanitext-grc2:487-568

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。