Humanitext Reader

索福克勒斯 · 菲洛克忒忒斯 §1311-1385

涅俄普托勒摩斯劝说去特洛伊与菲洛克忒忒斯的拒绝

第 17 段,共 18 段 · 希腊语

内容简介

涅俄普托勒摩斯引用被俘预言家赫勒诺斯的预言,劝说菲洛克忒忒斯顺从天命前往特洛伊接受治疗并建立功勋,然而菲洛克忒忒斯出于旧怨断然拒绝,并请求涅俄普托勒摩斯履行送其回乡的誓言。

§1311ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός, §1312ἀλλʼ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτʼ ἦν §1313ἤκουʼ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων.
你所由生的那血统,而不是以西绪福斯为父,而是生于阿基琉斯,他在活人中间时,闻名于世为最杰出者,而如今在死者中亦然。
§1314ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σε §1315αὐτόν τʼ ἔμʼ· ὧν δέ σου τυχεῖν ἐφίεμαι, §1316ἄκουσον.
我很高兴你赞美我的父亲以及我自身;然而我渴望从你那里得到的,且听我说。
ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν §1317τύχας δοθείσας ἔστʼ ἀναγκαῖον φέρειν· §1318ὅσοι δʼ ἑκουσίοισιν ἔγκεινται βλάβαις, §1319ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν §1320δίκαιόν ἐστιν οὔτʼ ἐποικτίρειν τινά.
对凡人而言,神明所赐予的命运是必须去承受的;但至于那些陷入自招的灾祸中的人,正如你一样,对他们既不该给予宽恕,也不该有人对他们表示怜悯。
§1321σὺ δʼ ἠγρίωσαι, κοὔτε σύμβουλον δέχει, §1322ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων, §1323στυγεῖς, πολέμιον δυσμενῆ θʼ ἡγούμενος.
你已变得粗野,不接受任何劝告者,即便有人怀着好意向你进谏,你也憎恶他,视他为仇敌。
§1324ὅμως δὲ λέξω· Ζῆνα δʼ ὅρκιον καλῶ· §1325καὶ ταῦτʼ ἐπίστω καὶ γράφου φρενῶν ἔσω.
但我还是要说;我祈求发誓之神宙斯作证;请你知晓这些,并将其铭刻于心。
§1326σὺ γὰρ νοσεῖς τόδʼ ἄλγος ἐκ θείας τύχης, §1327Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ §1328σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις· §1329καὶ παῦλαν ἴσθι τῆσδε μή ποτʼ ἂν τυχεῖν §1330νόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιος §1331ταύτῃ μὲν αἴρῃ, τῇδε δʼ αὖ δύνῃ πάλιν, §1332πρὶν ἂν τὰ Τροίας πεδίʼ ἑκὼν αὐτὸς μόλῃς, §1333καὶ τοῖν παρʼ ἡμῖν ἐντυχὼν Ἀσκληπίδαιν §1334νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα §1335ξὺν τοῖσδε τόξοις ξύν τʼ ἐμοὶ πέρσας φανῇς.
因为你是因神圣的命运而承受这一痛苦的病折磨,因为你接近了克律塞的守护者,那守护着露天圣域的、潜藏守家的蛇;你要知道,你绝不可能得到这沉重疾病的解救,只要这同一轮太阳仍从这边升起,又从那边落下,除非你自己自愿前往特洛伊的平原,遇见我们那里的阿斯克勒庇俄斯的两个儿子,治好这疾病,并与这些弓箭一起,与我一道攻陷了特洛伊城堡。
§1336ὡς δʼ οἶδα ταῦτα τῇδʼ ἔχοντʼ ἐγὼ φράσω.
至于我如何知道这些事情确是如此,且听我说明。
§1337ἀνὴρ γὰρ ἡμῖν ἐστιν ἐκ Τροίας ἁλούς, §1338Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς §1339ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδʼ ἔτι §1340ὡς ἔστʼ ἀνάγκη τοῦ παρεστῶτος θέρους §1341Τροίαν ἁλῶναι πᾶσαν· ἢ δίδωσʼ ἑκὼν §1342κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων.
因为我们那里有一个从特洛伊捕获的人,卓越的预言家赫勒诺斯,他明确地说道这些事情必须如何成就;此外,他还说道,在这眼前的夏天里,特洛伊全城必定会被攻陷;否则,他甘愿让自己被杀,如果他所说的这些话是虚假的。
§1343ταῦτʼ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων.
既然你已知道了这些,就请甘愿顺从吧。
§1344καλὴ γὰρ ἡ ʼπίκτησις, Ἑλλήνων ἕνα §1345κριθέντʼ ἄριστον τοῦτο μὲν παιωνίας §1346ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον §1347Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν.
因为这是美妙的收获:在希腊人中被判定为最杰出的人,一方面得以进入医治之手,另一方面,攻克了那带来无尽哀恸的特洛伊,从而赢得崇高的声望。
§1348ὦ στυγνὸς αἰών, τί με, τί δῆτʼ ἔχεις ἄνω §1349βλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν;
噢,可恶的生命,你为何,为何让我依然在世上看着光明,而不放我前往冥府?
§1350οἴμοι, τί δράσω;
哎呀,我该怎么办?
πῶς ἀπιστήσω λόγοις §1351τοῖς τοῦδʼ, ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν;
我怎能不信那怀着好意劝告我的这青年的话语?
§1352ἀλλʼ εἰκάθω δῆτʼ;
但难道我真的要屈服吗?
εἶτα πῶς ὁ δύσμορος §1353εἰς φῶς τάδʼ ἔρξας εἶμι;
然后,我这不幸的人做了这事之后,怎能走向光明?
τῷ προσήγορος;
我又该向谁说话?
§1354πῶς, ὦ τὰ πάντʼ ἰδόντες ἀμφʼ ἐμοὶ κύκλοι, §1355ταῦτʼ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως §1356ἐμὲ ξυνόντα παισίν, οἵ μʼ ἀπώλεσαν;
噢,目睹了我身边一切的双眼,你们怎能忍受,看到我和那毁灭了我的阿特柔斯之子们在一起?
§1357πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;
怎能与拉埃尔特斯那极其卑劣的儿子在一起?
§1358οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει, §1359ἀλλʼ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι §1360δοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώμη κακῶν §1361μήτηρ γένηται, τἄλλα παιδεύει κακούς.
因为咬啮我的并非过去的痛苦,而是我注定还要在他们手中承受怎样的苦难,我似乎已预见到;因为凡是其心灵成为恶行之母亲的人,其他一切事物都会把他们教育成恶人。
§1362καὶ σοῦ δʼ ἔγωγε θαυμάσας ἔχω τόδε.
至于你,我对此也感到诧异。
§1363χρῆν γάρ σε μήτʼ αὐτόν ποτʼ ἐς Τροίαν μολεῖν §1364ἡμᾶς τʼ ἀπείργειν, οἵ γέ σου καθύβρισαν, §1365πατρὸς γέρας συλῶντες, εἶτα τοῖσδε σὺ §1366εἶ ξυμμαχήσων, κἄμʼ ἀναγκάζεις τόδε;
你本不该自己前往特洛伊,也该阻止我们去,因为他们侮辱了你,掠夺了你父亲的遗物,而现在你却要去与他们同盟,还要强迫我做这事吗?
§1367μὴ δῆτα, τέκνον· ἀλλʼ ἅ μοι ξυνώμοσας, §1368πέμψον πρὸς οἴκους· καὐτὸς ἐν Σκύρῳ μένων §1369ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς.
万万不可,孩子;相反,履行你对我起过誓的,送我回家;你自己留在斯库罗斯,任凭那些恶人以可恶的方式灭亡。
§1370χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσει χάριν, §1371διπλῆν δὲ πατρός, κοὐ κακοὺς ἐπωφελῶν §1372δόξεις ὁμοῖος τοῖς κακοῖς πεφυκέναι.
如此一来,你将从我这里获得双重的感激,从你父亲那里也获得双重感激,而不至于因帮助恶人显得天性与恶人无异。
§1373λέγεις μὲν εἰκότʼ, ἀλλʼ ὅμως σε βούλομαι §1374θεοῖς τε πιστεύσαντα τοῖς τʼ ἐμοῖς λόγοις §1375φίλου μετʼ ἀνδρὸς τοῦδε τῆσδʼ ἐκπλεῖν χθονός.
你说的确实合情合理,但我还是希望你既信赖神明,也信赖我的话语,与我这个朋友一同乘船离开这片土地。
§1376ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως §1377ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;
难道是要用我这不幸的双脚,走向特洛伊的平原,走向阿特柔斯那最可憎的儿子那里吗?
§1378πρὸς τοὺς μὲν οὖν σε τήνδε τʼ ἔμπυον βάσιν §1379παύσοντας ἄλγους κἀποσώσοντας νόσου.
正相反,是去往那些将使你和你这化脓的脚停止痛苦、并救你脱离疾病的人那里去。
§1380ὦ δεινὸν αἶνον αἰνέσας, τί φής ποτε;
噢,你给出了可怕的劝告,你到底在说什么?
§1381ἃ σοί τε κἀμοὶ λῷσθʼ ὁρῶ τελούμενα.
我所看到的,是对你我最有利的事得以成就。
§1382καὶ ταῦτα λέξας οὐ καταισχύνει θεούς;
说了这些话,你难道在神明面前不感到羞耻吗?
§1383πῶς γάρ τις αἰσχύνοιτʼ ἂν ὠφελῶν φίλους·
帮助朋友,人怎会感到羞耻呢?
§1384λέγεις δʼ Ἀτρείδαις ὄφελος ἢ ʼπʼ ἐμοὶ τόδε;
你说的这益处,是为了阿特柔斯之子们,还是为了我?
§1385σοί που, φίλος γʼ ὤν, χὠ λόγος τοιόσδε μου.
自然是为了你,因为我是你的朋友,而我的话也正是如此。

词汇与语法注释

  1. §1311ἐξ ἧς ἔβλαστες — 关系代词 ἧς(阴性单数属格)的前行词是第1310行的 τὴν φύσιν(本性),意为‘你所由生的本性’。
  2. §1319τούτοις — 与格的 τούτοις(对这些人[指自招灾祸者])同时修饰后面的两个不定式短语 οὔτε συγγνώμην ἔ意与 οὔτʼ ἐποικτίρειν。在后一短语中,不定代词 τινά 作为不定式 ἐποικτίρειν 的主格主语(意为‘也不该有任何人去怜悯他们’)。
  3. §1329μή ποτʼ ἂν τυχεῖν — 作动词 ἴσθι(“你要知道”)宾语的对格与不定式结构。不定式 aorist 形式的 τυχεῖν 连用 ἄν,在间接引语中代表潜在希求法(ἂν τύχοις)或具有未来意向的陈述,表示‘你绝不可能得到[解救]’。
  4. §1360οἷς γὰρ ἡ γνώμη κακῶν — 关系代词 οἷς 是表示所属或参照的与格。虚拟语气动词 γένηται 表示一般性条件。主句动词 παιδεύει 的主语是前句的 ἡ γνώμη,整句结构为‘对于那些人,其心灵一旦成为恶的母亲,就会在其他所有事物上将他们教育成恶人’。

引用这一段

索福克勒斯, 菲洛克忒忒斯 §1311-1385. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg006.humanitext-grc2:1311-1385

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。