Humanitext Reader

索福克勒斯 · 菲洛克忒忒斯 §1239-1310

涅俄普托勒摩斯归还菲洛克忒忒斯之弓

第 16 段,共 18 段 · 希腊语

内容简介

涅俄普托勒摩斯无视奥德修斯的威胁,执意将弓还给菲洛克忒忒斯。在驱逐了介入阻挠的奥德修斯后,他成功将武器归还,展现了自己的高贵本性。

§1239ἀρχὴν κλύειν ἂν οὐδʼ ἅπαξ ἐβουλόμην.
起初,我连一次这样的言语都不想听见。
§1240εὖ νῦν ἐπίστω πάντʼ ἀκηκοὼς λόγον.
现在你既然已经听到了全部的话,就好好记住吧。
§1241ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν.
有人在,有人会阻拦你做这件事。
§1242τί φής;
你说什么?
τίς ἔσται μʼ οὑπικωλύσων τάδε;
谁会是那个阻挠我做这事的人?
§1243ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ.
全体阿开亚人,而我也在他们之中。
§1244σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν.
你虽天生聪明,却说不出一句聪明的话来。
§1245σὺ δʼ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά.
而你既没有说出,也没有打算做出聪明的事。
§1246ἀλλʼ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε.
但如果是正义的事,这就比聪明的事更重要。
§1247καὶ πῶς δίκαιον, ἅ γʼ ἔλαβες βουλαῖς ἐμαῖς, πάλιν μεθεῖναι ταῦτα;
而把你凭我的计谋所得到的东西再次放手,这怎么能说是正义的呢?
§1248τὴν ἁμαρτίαν §1249αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι.
犯下了可耻的过错,我会努力去弥补。
§1250στρατὸν δʼ Ἀχαιῶν οὐ φοβεῖ, πράσσων τάδε;
你做这事,难道不害怕阿开亚人的军队吗?
§1251ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ φόβον.
只要有正义相伴,我便不惧怕你所威胁的恐惧。
§1252ἀλλʼ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν.
但我绝不服从于你的手去做这件事。
§1253οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα.
那么看来,我们不是要与特洛伊人,而是要与你战斗了。
§1254ἴτω τὸ μέλλον.
让未来该发生的事发生吧。
§1254aχεῖρα δεξιὰν ὁρᾷς §1255κώπης ἐπιψαύουσαν;
你看见我的右手正触碰着剑柄吗?
§1255aἀλλὰ κἀμέ τοι §1256ταὐτὸν τόδʼ ὄψει δρῶντα κοὐ μέλλοντʼ ἔτι.
但是,你也必将看到我在做同样的事,而且不再拖延。
§1257καίτοι σʼ ἐάσω· τῷ δὲ σύμπαντι στρατῷ §1258λέξω τάδʼ ἐλθών, ὅς σε τιμωρήσεται.
不过我要放过你;但我会前去对全体军队说明此事,他们将会惩罚你。
§1259ἐσωφρόνησας· κἂν τὰ λοίφʼ οὕτω φρονῇς, §1260ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα.
你明智了;如果你今后也这样考虑,或许你能把脚置于灾祸之外。
§1261σὺ δʼ, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω, §1262ἔξελθʼ, ἀμείψας τάσδε πετρήρεις στέγας.
而你,噢,波亚斯之子——我说的是菲洛克忒忒斯—— 走出来吧,离开这片岩石的住所。
§1263τίς αὖ παρʼ ἄντροις θόρυβος ἵσταται βοῆς;
洞穴旁又在喧闹着什么样的呼喊声?
§1264τί μʼ ἐκκαλεῖσθε;
你们为何叫我出来?
τοῦ κεχρημένοι, ξένοι;
你们需要什么,异乡人?
§1265ὤμοι·
哎呀!
κακὸν τὸ χρῆμα.
真是不祥。
μῶν τί μοι νέα §1266πάρεστε πρὸς κακοῖσι πέμποντες κακά;
难道你们来这里是为了在我的旧祸之上再加上新祸吗?
§1267θάρσει· λόγους δʼ ἄκουσον οὓς ἥκω φέρων.
放心吧;听听我带来的话吧。
§1268δέδοικʼ ἔγωγε· καὶ τὰ πρὶν γὰρ ἐκ λόγων §1269καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις.
我害怕;因为以前我也曾因动听的话语而落得悲惨下场,因为信了你的话。
§1270οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν;
难道,人就不能再次改变心意吗?
§1271τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου §1272τὰ τόξʼ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ.
你当年偷走我的弓时,说话也是这样的,表面可靠,暗地里却害人。
§1273ἀλλʼ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν, §1274πότερα δέδοκταί σοι μένοντι καρτερεῖν §1275ἢ πλεῖν μεθʼ ἡμῶν;
但现在绝非如此;我想听听你的想法,你究竟决定留在这里坚守,还是随我们一同航行?
§1275aπαῦε, μὴ λέξῃς πέρα· §1276μάτην γὰρ ἃν εἴπῃς γε πάντʼ εἰρήσεται.
住口,别再说了;因为你说的所有话都将是白说。
§1277οὕτω δέδοκται;
你已决定如此了吗?
§1277aκαὶ πέρα γʼ ἴσθʼ ἢ λέγω.
你要知道,我的决意甚至比我说的还要坚定。
§1278ἀλλʼ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις §1279ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων §1280κυρῶ, πέπαυμαι.
但我本来希望你能在我的言语下被说服;但如果我说话不合时宜,那我就不再说了。
§1280aπάντα γὰρ φράσεις μάτην.
因为你所说的一切都是徒然。
§1281οὐ γάρ ποτʼ εὔνουν τὴν ἐμὴν κτήσει φρένα, §1282ὅστις γʼ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν §1283ἀπεστέρηκας, κᾆτα νουθετεῖς ἐμὲ §1284ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς.
因为你永远得不到我的好意,你用诡计夺走了我的生活之源,剥夺了我的武器,然后却走来劝告我,你这个最优秀的父亲所生下的最可耻的儿子。
§1285ὄλοισθʼ, Ἀτρεῖδαι μὲν μάλιστʼ, ἔπειτα δὲ ὁ Λαρτίου παῖς καὶ σύ.
愿你们灭亡,阿特柔斯之子们最该死,然后是拉埃尔特斯之子,还有你。
§1286μὴ ʼπεύξῃ πέρα· §1287δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.
别再诅咒了;从我手中接过这些箭矢吧。
§1288πῶς εἶπας;
你说什么?
ἆρα δεύτερον δολούμεθα;
难道我们又一次被欺骗了吗?
§1289ἀπώμοσʼ ἁγνὸν Ζηνὸς ὑψίστου σέβας.
我指着至高宙斯的至圣威严起誓。
§1290ὦ φίλτατʼ εἰπών, εἰ λέγεις ἐτήτυμα.
噢,说出了最亲切话语的人,如果你说的是真话。
§1291τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν §1292πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.
行动就在眼前,显而易见;但把你的右手伸出来,掌控你自己的武器吧。
§1293ἐγὼ δʼ ἀπαυδῶ γʼ, ᾧ θεοὶ ξυνίστορες, §1294ὑπέρ τʼ Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ.
但我禁止这事,以神明为证,代表阿特柔斯之子们和全体军队!
§1295τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως,
孩子,是谁的声音?
§1296ἐπῃσθόμην;
难道是奥德修斯的声音,被我听到了吗?
§1296aσάφʼ ἴσθι· καὶ πέλας γʼ ὁρᾷς, §1297ὅς σʼ ἐς τὰ Τροίας πεδίʼ ἀποστελῶ βίᾳ, §1298ἐάν τʼ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ·
你确切地知道吧;你就在近旁看着他,他将用强力把你送往特洛伊的平原,无论阿基琉斯的儿子愿意还是不愿意。
§1299ἀλλʼ οὔ τι χαίρων, ἢν τόδʼ ὀρθωθῇ βέλος.
但如果这支箭瞄准了,你绝不会好过!
§1300ἆ, μηδαμῶς, μή, πρὸς θεῶν, μεθῇς βέλος.
啊,千万不要,看在神明的份上,别放箭!
§1301μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.
放开我,看在神明的份上,松开我的手,最亲爱的孩子。
§1302οὐκ ἂν μεθείην.
我绝不放手。
§1302aφεῦ·
唉!
τί μʼ ἄνδρα πολέμιον §1303ἐχθρόν τʼ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς;
你为什么要阻碍我用我的弓箭去杀死那心怀敌意的仇人?
§1304ἀλλʼ οὔτʼ ἐμοὶ τοῦτʼ ἐστὶν οὔτε σοὶ καλόν.
但这对我、对你,都不是光彩的事。
§1305ἀλλʼ οὖν τοσοῦτόν γʼ ἴσθι, τοὺς πρώτους στρατοῦ, §1306τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς §1307ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.
但你至少要知道这一点:军中的首领们,阿开亚人的那些虚伪的传令官,在战斗中是懦夫,而在言语上却很勇敢。
§1308εἶεν· τὰ μὲν δὴ τόξʼ ἔχεις, κοὐκ ἔσθʼ ὅτου §1309ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ.
好吧;现在你既然拿到了弓,就没有什么理由可以对我怀有愤怒或责怪了。
§1310ξύμφημι· τὴν φύσιν δʼ ἔδειξας, ὦ τέκνον,
我同意;你展现了你的天性,我的孩子,

词汇与语法注释

  1. §1239ἀρχὴν — 意为“根本、最初”的副词性宾格。通常与否定词(此处为 οὐδʼ ἅπαξ)连用,表示强烈的否定(“根本不…”)。
  2. §1282τὸν βίον — 字面意为“生命”或“生计”,但在此处隐喻指“弓”,即菲洛克忒忒斯维持生计和生存所不可或缺的工具。
  3. §1302aμὴ κτανεῖν — 在表示阻止或夺取等意义的动词(此处为 ἀφείλου)之后使用的赘余否定(redundant negative) μή。语法上虽有否定小词,但在翻译中应理解为肯定的不定式(“阻碍我杀死”)。

引用这一段

索福克勒斯, 菲洛克忒忒斯 §1239-1310. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg006.humanitext-grc2:1239-1310

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。