Humanitext Reader

索福克勒斯 · 菲洛克忒忒斯 §1386-1471

赫拉克勒斯显圣与菲罗克忒忒斯启程

第 18 段,共 18 段 · 希腊语

内容简介

就在涅奥普托勒摩斯同意送菲罗克忒忒斯回家之际,赫拉克勒斯作为神明降临,劝说他们遵从神意前往特洛伊。菲罗克忒忒斯最终妥协,告别雷姆诺斯岛并启程。

§1386πῶς, ὅς γε τοῖς ἐχθροῖσί μʼ ἐκδοῦναι θέλεις;
怎么会如此,你这个想要把我交给仇敌的人?
§1387ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς.
我的朋友,学着在不幸中不要狂妄自大。
§1388ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.
你会毁灭我,我认清了你,因着你这些话语。
§1389οὔκουν ἔγωγε· φημὶ δʼ οὔ σε μανθάνειν.
我绝不如此;我是在说你没有理解我的意思。
§1390ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με;
难道我不知道是阿特柔斯之子们抛弃了我吗?
§1391ἀλλʼ ἐκβαλόντες εἰ πάλιν σώσουσʼ ὅρα.
但请看,在抛弃你之后,他们是否会再次拯救你。
§1392οὐδέποθʼ ἑκόντα γʼ ὥστε τὴν Τροίαν ἰδεῖν.
绝不,至少我绝不甘愿,去亲眼看见那特洛伊。
§1393τί δῆτʼ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γʼ ἐν λόγοις §1394πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;
那我们该怎么办,如果我的言语完全无法说服你接受我所说的一切?
§1395ὡς ῥᾷστʼ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ §1396ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.
因为对我而言,停止这番话语最为容易,而你则一如既往,毫无得救地活下去。
§1397ἔα με πάσχειν ταῦθʼ ἅπερ παθεῖν με δεῖ· §1398ἃ δʼ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών, §1399πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον, §1400καὶ μὴ βράδυνε μηδʼ ἐπιμνησθῇς ἔτι §1401Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις.
任由我承受这些我注定要承受的苦难吧;但你握着我的右手向我承诺过的事情—— 送我回家,请为我履行这诺言,孩子,不要拖延,也不要再提起特洛伊;我的哭诉哀悼已经足够了。
§1402εἰ δοκεῖ, στείχωμεν.
如果你意已决,那我们就出发吧。
§1402aὦ γενναῖον εἰρηκὼς ἔπος.
噢,说得太高尚了。
§1403ἀντέρειδε νῦν βάσιν σήν.
现在把你的步履支撑在我身上。
§1403aεἰς ὅσον γʼ ἐγὼ σθένω.
尽我力量所能及。
§1404αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι;
但我怎能逃脱阿开亚人对我的指责?
§1404aμὴ φροντίσῃς.
别担心。
§1405τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν;
如果他们来蹂躏我的国土呢?
§1405aἐγὼ παρὼν §1406τίνα προσωφέλησιν ἔρξεις;
有我在,你能提供什么帮助?
§1406aβέλεσι τοῖς Ἡρακλέους
凭着赫拉克勒斯的箭矢。
§1407πῶς λέγεις;
你这是什么意思?
§1407aεἴρξω πελάζειν.
我会阻止他们靠近。
§1407bστεῖχε προσκύσας χθόνα.
出发吧,亲吻过这片土地之后。
§1408μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων §1409ἀίῃς μύθων, παῖ Ποίαντος· §1410φάσκειν δʼ αὐδὴν τὴν Ἡρακλέους §1411ἀκοῇ τε κλύειν λεύσσειν τʼ ὄψιν.
先不要走,直到你们听见我们的训示,波亚斯之子;并且你要宣告,你亲耳听见了赫拉克勒斯的声音,亲眼看见了他的容颜。
§1412τὴν σὴν δʼ ἥκω χάριν οὐρανίας §1413ἕδρας προλιπών, §1415τὰ Διός τε φράσων βουλεύματά σοι §1416κατερητύσων θʼ ὁδὸν ἣν στέλλει· §1417σὺ δʼ ἐμῶν μύθων ἐπάκουσον.
为了你,我离开了天上的神座,降临于此,为了向你传达宙斯的旨意,并阻拦你正欲踏上的旅程;你要听从我的指引。
§1418καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας, §1419ὅσους πονήσας καὶ διεξελθὼν πόνους §1420ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθʼ ὁρᾶν.
首先,我要向你讲述我自己的命运,在历尽了多少艰辛、走过了多少艰险后,我才获得了不朽的功勋,如你眼前所见。
§1421καὶ σοί, σάφʼ ἴσθι, τοῦτʼ ὀφείλεται παθεῖν, §1422ἐκ τῶν πόνων τῶνδʼ εὐκλεᾶ θέσθαι βίον.
对你而言,你要明白,注定也要经历这些,通过这些苦难去成就一个荣耀的一生。
§1423ἐλθὼν δὲ σὺν τῷδʼ ἀνδρὶ πρὸς τὸ Τρωικὸν §1424πόλισμα, πρῶτον μὲν νόσου παύσει λυγρᾶς, §1425ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος, §1426Πάριν μέν, ὃς τῶνδʼ αἴτιος κακῶν ἔφυ, §1427τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου, §1428πέρσεις τε Τροίαν, σκῦλά τʼ εἰς μέλαθρα σὰ §1429πέμψεις, ἀριστεῖʼ ἐκλαβὼν στρατεύματος, §1430Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα.
与这年轻人一起,前往特洛伊城,首先你会从悲惨的疾病中痊愈,并在军中被选拔为英勇第一人,用我的神弓,夺去帕里斯的生命—— 他正是这一切灾祸的根源—— 你将攻克特洛伊,并把战利品送回你的府邸,在军中获得最高功勋的奖赏,送给你的父亲波亚斯,送往家乡俄伊忒山的平野。
§1431ἃ δʼ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ, §1432τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν §1433κόμιζε.
凡你从这支军队中获得的战利品,请带到我的火葬柴堆前,作为我神弓的纪念。
καὶ σοὶ ταῦτʼ, Ἀχιλλέως τέκνον, §1434παρῄνεσʼ· οὔτε γὰρ σὺ τοῦδʼ ἄτερ σθένεις §1435ἑλεῖν τὸ Τροίας πεδίον οὔθʼ οὗτος σέθεν.
我也对你,阿基琉斯之子,给出同样的劝告;因为你没有他便没有力量攻陷特洛伊平原,他没有你也是如此。
§1436ἀλλʼ ὡς λέοντε συννόμω φυλάσσετον §1437οὗτος σὲ καὶ σὺ τόνδʼ· ἐγὼ δʼ Ἀσκληπιὸν §1438παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον.
你们应当像两只并肩作战的雄狮,相互守护,他守护你,你守护他;而我将派遣阿斯克勒庇俄斯前往伊利翁,来治愈你的疾病。
§1439τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν §1440τόξοις ἁλῶναι.
因为这城市命中注定要被我的弓矢第二次攻陷。
τοῦτο δʼ ἐννοεῖθʼ, ὅταν §1441πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς· §1442ὡς τἄλλα πάντα δεύτερʼ ἡγεῖται πατὴρ §1443Ζεύς· οὐ γὰρ εὐσέβεια συνθνῄσκει βροτοῖς· §1444κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.
但你们在摧毁那片土地时,必须记住这一条:要对神明保持敬虔;因为父亲宙斯视其他一切皆为此之次要;敬虔不会随凡人一同死去;无论他们活着还是逝去,它都绝不消亡。
§1445ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας §1446χρόνιός τε φανείς, §1447οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις.
噢,向我发出我渴望的声音、久违地显现了身姿的尊神啊,我绝不违背你的神谕。
§1448κἀγὼ γνώμην ταύτῃ τίθεμαι.
我也同意这一决定。
§1449μή νυν χρόνιοι μέλλετε πράσσειν· §1450καιρὸς καὶ πλοῦς §1451ὅδʼ ἐπείγει γὰρ κατὰ πρύμνην.
那你们就不要拖延行事了;时机已经成熟,这航程已在船尾后面催促你们了。
§1452φέρε νυν στείχων χώραν καλέσω.
来吧,在离去之时,让我呼唤这片土地告别。
§1453χαῖρʼ, ὦ μέλαθρον ξύμφρουρον ἐμοί, §1454νύμφαι τʼ ἔνυδροι λειμωνιάδες, §1455καὶ κτύπος ἄρσην πόντου προβολῆς, §1456οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθη §1457κρᾶτʼ ἐνδόμυχον πληγαῖσι νότου, §1458πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας §1459Ἑρμαῖον ὄρος παρέπεμψεν ἐμοὶ §1460στόνον ἀντίτυπον χειμαζομένῳ.
再见,陪伴我守望的洞穴,溪流和草地中的水泽仙女们,以及海岬上拍击而来的澎湃雄浑的海涛声,无数次,尽管我的头躲在洞穴深处,却依然被南风刮起的浪花打湿,无数次,那赫耳墨斯之山在我的痛苦之中,向我传回了我叹息的悲鸣反响。
§1461νῦν δʼ, ὦ κρῆναι Λύκιόν τε ποτόν, §1462λείπομεν ὑμᾶς, λείπομεν ἤδη §1463δόξης οὔ ποτε τῆσδʼ ἐπιβάντες.
而现在,泉水和吕基亚的甘泉啊,我们要离开你们了,我们现在就要离开,此前我们从未抱过这样的希望。
§1464χαῖρʼ, ὦ Λήμνου πέδον ἀμφίαλον, §1465καί μʼ εὐπλοίᾳ πέμψον ἀμέμπτως, §1466ἔνθʼ ἡ μεγάλη Μοῖρα κομίζει §1467γνώμη τε φίλων χὠ πανδαμάτωρ §1468δαίμων, ὃς ταῦτʼ ἐπέκρανεν.
再见,海环之岛雷姆诺斯的大地,愿你保佑我航程无阻、一路顺风,去往那伟大的命运将我带去的地方,去往朋友们的决定,以及那主宰一切、成就这些事的守护神所引导的彼方。
§1469χωρῶμεν δὴ πάντες ἀολλεῖς, §1470νύμφαις ἁλίαισιν ἐπευξάμενοι §1471νόστου σωτῆρας ἱκέσθαι.
让我们大家一同启程,向海洋的仙女们祈祷,让她们成为我们归航的守护神。

词汇与语法注释

  1. 1390ἐκβαλόντας — 表示知觉的动词 οἶδα(知道)带宾格分词的间接陈述句。虽然主句主语(ἐγώ)与分词逻辑主语(με)为同一人,通常会使用主格分词(如 οἶδα ἐκβαλών),但此处为了强调人称对比而明确写出了宾格 με,分词 ἐκβαλόντας 则与分词从句的主语 Ἀ特雷乌斯之子(Ἀτρείδας)相一致。
  2. 1395ὡς ῥᾷστʼ — 无人称形容词的省略,代表 ὡς ῥᾷστόν [ἐστιν](因为最容易的是……)。连词 ὡς 表示“因为”。第一个不定式 λῆξαι(停止)的逻辑主语用与格 ἐμοί(对我而言)表示,而第二个不定式 ζῆν(生活)的逻辑主语则转为宾格 σέ(对你而言),从而突出了两者之间的对比。
  3. 1410φάσκειν — 用作命令式的不定式(命令性不定式)。这是古典希腊语诗歌中的一种古雅用法,用不定式代替命令式来表达庄严的命令或劝告。接下来的不定式 κλύειν λεύσσειν 与之并列。
  4. 1463δόξης ... ἐπιβάντες — 字面意思是“踏上”、“登上”(带属格)的动词 ἐπιβαίνω,此处与属格 δόξης(预料、期待、希望)连用,作比喻性表达,意为“达到”或“怀有”这样的希望或想法。

引用这一段

索福克勒斯, 菲洛克忒忒斯 §1386-1471. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg006.humanitext-grc2:1386-1471

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。