Humanitext Reader

索福克勒斯 · 埃勒克特拉 §458-555

正义的预兆与克吕泰墨斯特拉的辩护

第 6 段,共 17 段 · 希腊语

内容简介

厄勒克特拉与克律索忒弥斯在祭品事宜上达成一致后克律索忒弥斯离去。歌队预言梦境的不祥兆头与正义的降临,随后克吕泰墨斯特拉登场为自己杀害阿伽门农的行为辩护,并与厄勒克特拉展开激烈交锋。

§458χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα.
愿我们将来能用比现在奉献时更丰裕的手来装饰(坟墓)。
§459οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον §460πέμψαι τάδʼ αὐτῇ δυσπρόσοπτʼ ὀνείρατα·
因为我想,是的,我想哪怕是对他而言,也有意将这些不祥的梦境送给她。
§461ὅμως δʼ, ἀδελφή, σοί θʼ ὑπούργησον τάδε §462ἐμοί τʼ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν §463πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.
然而,妹妹啊,为了你自身而尽此本分,也作为对我和对凡人中最亲爱者—— 躺在冥府里的我们共同的父亲的协助吧。
§464πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ, §465εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε.
姑娘说得合乎虔敬;而你,亲爱的,如果你有智慧,就会这么做。
§466δράσω· τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον §467δυοῖν ἐρίζειν, ἀλλʼ ἐπισπεύδειν τὸ δρᾶν.
我会照办的;因为关于正义之事,两人并无争论的道理,反倒应当催促行动。
§468πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ §469σιγὴ παρʼ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι· §470ὡς εἰ τάδʼ ἡ τεκοῦσα πεύσεται, πικρὰν §471δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.
但在我尝试这些行动时,因众神之名,朋友们,请你们保持缄默;因为如果生我的母亲知道了这件事,我想我将还要冒险进行一次痛苦的尝试。
§472εἰ μὴ ʼγὼ παράφρων μάντις ἔφυν καὶ γνώμας §473λειπομένα σοφᾶς, §474εἶσιν ἁ πρόμαντις §475Δίκα δίκαια φερομένα χεροῖν κράτη· §476μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου.
如果我不是一个疯狂的预言者,也未曾缺乏明智的判断,预言未来的正义(迪刻)将会到来,双手中握着公正的胜利;孩子啊,不消多时,她便会前来追讨。
§477ὕπεστί μοι θάρσος, §480ἁδυπνόων κλύουσαν §481ἀρτίως ὀνειράτων.
我心中升起了信心,因为刚刚听到了那吹拂着甜美气息的梦境。
§482οὐ γάρ ποτʼ ἀμναστεῖ γʼ ὁ φύσας σʼ Ἑλλάνων ἄναξ, §485οὐδʼ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς, §486ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις.
因为生育你的希腊之王绝未忘怀,那古老的、镶着青铜的双刃斧也未曾忘怀,它曾以最可耻的凌辱将他斩杀。
§487ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖς §490κρυπτομένα λόχοις §491χαλκόπους Ἐρινύς.
那拥有许多双脚与许多双手、隐藏在可怕伏兵中的青铜之足的复仇女神(厄里倪厄斯),终将到来。
§492ἄλεκτρʼ ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων §493γάμων ἁμιλλήμαθʼ οἷσιν οὐ θέμις.
因为那无婚礼、无祝歌的,血腥婚姻的非法争逐,落在了那些于理不合的人身上。
§495πρὸ τῶνδέ τοί μʼ ἔχει §496μή ποτε μή ποθʼ ἡμῖν §497ἀψεγὲς πελᾶν τέρας §500τοῖς δρῶσι καὶ συνδρῶσιν.
因此我深信那无可指责的惩罚之兆绝不会不临到我们对那些行事者和协助者而言。
ἤ τοι μαντεῖαι βροτῶν §501οὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδʼ ἐν θεσφάτοις, §502εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει.
事实上,如果这夜间的幻象不能获得圆满的实现,那么凡人在可怕的梦境与神谕中便得不到任何预言。
§503ὦ Πέλοπος ἁ πρόσθεν §505πολύπονος ἱππεία, §506ὡς ἔμολες αἰανὴς §507τᾷδε γᾷ.
(同上)呜呼,昔日佩洛普斯那带来无数灾难的战车竞逐,你是以何等凄惨之姿降临到这片土地!
§508εὖτε γὰρ ὁ ποντισθεὶς §509Μυρτίλος ἐκοιμάθη, §510παγχρύσων δίφρων §511δυστάνοις αἰκίαις §512πρόρριζος ἐκριφθείς, §513οὔ τί πω §514ἔλειπεν ἐκ τοῦδʼ οἴκου §515πολύπονος αἰκία.
自当那被抛入海中的缪尔提洛斯,从纯金的战车中被惨痛地连根摔出、归于沉眠之时起,这带来无数苦难的灾祸,就从未离开过这个家门。
§516ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει· §517οὐ γὰρ πάρεστʼ Αἴγισθος, ὅς σʼ ἐπεῖχʼ ἀεὶ §518μή τοι θυραίαν γʼ οὖσαν αἰσχύνειν φίλους·
你似乎又像脱了缰一样四处游荡了;因为埃癸斯托斯不在家,他总是管束着你,不让你到门外去羞辱你的亲人。
§519νῦν δʼ ὡς ἄπεστʼ ἐκεῖνος, οὐδὲν ἐντρέπει §520ἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ §521ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης §522ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά·
但现在他不在,你对我便毫不理会;然而你确实多次对众人说我蛮横无理,超越正义进行统治,并侮辱你和你的事物。
§523ἐγὼ δʼ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε §524λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.
但我并无蛮横之心,我只是在屡屡遭到你恶语相向时,才对你口出恶言。
§525πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημʼ ἀεὶ §526ὡς ἐξ ἐμοῦ τέθνηκεν.
因为你父亲,别无其他,总是你的借口—— 说他死在我的手里。
ἐξ ἐμοῦ· καλῶς §527ἔξοιδα· τῶνδʼ ἄρνησις οὐκ ἔνεστί μοι·
死在我手里;我深知这一点,我对此无可否认。
§528ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη, §529ᾗ χρῆν σʼ ἀρήγειν, εἰ φρονοῦσʼ ἐτύγχανες·
因为是正义惩罚了他,而不单是我一人;如果你恰好有智慧,本该去协助她的。
§530ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί, §531τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη §532θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ §533λύπης, ὅς ἔσπειρʼ, ὥσπερ ἡ τίκτουσʼ ἐγώ.
因为你那一直哀悼的父亲,是希腊人中唯一忍心将你的姐妹献祭给神明的人,尽管他并未像生下她的我那样承受同等的痛苦,他只不过是播了种罢了。
§534εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων §535ἔθυσεν αὐτήν·
好吧,那么你告诉我,他是为了谁的缘故献祭了她?
πότερον Ἀργείων ἐρεῖς;
你会说是为了阿耳戈斯人吗?
§536ἀλλʼ οὐ μετῆν αὐτοῖσι τήν γʼ ἐμὴν κτανεῖν.
但他们根本无权杀害我的孩子。
§537ἀλλʼ ἀντʼ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν §538τἄμʼ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;
但如果他确实是为了他兄弟梅涅劳斯的缘故而杀害了我的孩子,难道他不应该为此向我付出代价吗?
§539πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,
难道梅涅劳斯就没有两个孩子吗?
§540οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς §541καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδʼ ἦν χάριν;
既然他们是那场航行所为之进行的父亲和母亲所生,他们岂不比这女孩更应该死吗?
§542ἢ τῶν ἐμῶν Ἅιδης τινʼ ἵμερον τέκνων §543ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;
抑或是冥府哈得斯对吞食我的孩子,比对吞食她的孩子有着更大的渴望?
§544ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ §545παίδων πόθος παρεῖτο, Μενέλεω δʼ ἐνῆν;
还是说,那该死的父亲对自己与我所生的孩子已经毫无爱怜,却唯独钟爱梅涅劳斯的孩子?
§546οὐ ταῦτʼ ἀβούλου καὶ κακοῦ γνώμην πατρός;
这难道不是一个判断愚蠢而邪恶的父亲所为吗?
§547δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω· §548φαίη δʼ ἂν ἡ θανοῦσά γʼ, εἰ φωνὴν λάβοι.
我是这么想的,即便我的想法与你的判断相悖;而那死去的女孩如果能发出声音,也会这么说的。
§549ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις §550δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς, §551γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.
所以,对于已做出的事情,我并不感到气馁;如果你认为我判断失准,请你自己先确立公正的判断,然后再去指责旁人。
§552ἐρεῖς μὲν οὐχὶ νῦν γέ μʼ ὡς ἄρξασά τι §553λυπηρὸν εἶτα σοῦ τάδʼ ἐξήκουσʼ ὕπο· §554ἀλλʼ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θʼ ὕπερ §555λέξαιμʼ ἂν ὀρθῶς τῆς κασιγνήτης θʼ ὁμοῦ.
这次你不能说是由于我先说了什么令人痛苦的话,才从你那里听到了这些;但如果你允许,我愿意为死去的父亲和姐妹同时作一番公正的辩白。

词汇与语法注释

  1. §458δωρούμεθα — 在 τανῦν δωρούμεθα 之前省略了关系代词 αἷς,由 ἤ 引导的比较结构直接将未来的“更丰裕之手”(χερσὶν ἀφνεωτέραις)与当前的奉献进行对比。
  2. §459μέλον — 无人称动词 μέλει 的中性单数分词,在此作宾格绝对(accusative absolute)结构(μέλον τι),表原因:“因为这(送出梦境)对已故的阿伽门农而言也有些许关涉”。
  3. §471δοκῶ — 支配宾格加不定式结构(με ... τολμήσειν),表达了厄勒克特拉主观的确信或担忧:“我想我(还要冒险)进行……”。
  4. §495μʼ ἔχει — 表示确信的句式(“捉住我”)。它支配带有 μή 的不定式从句(μή ποτε ... πελᾶν),意为“我深信惩罚之兆绝不会不临到我们身上”。
  5. §532λύπης — 受形容词 ἴσον 支配的关系属格(或性质属格),意为“同等分量的痛苦”。不定过去时分词 καμών(源自 κάμνω)与此对应,指阿伽门农并未像她那样经历此种痛苦。

引用这一段

索福克勒斯, 埃勒克特拉 §458-555. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:458-555

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。