Humanitext Reader

索福克勒斯 · 埃勒克特拉 §378-457

囚禁的警告与对父亲墓前献祭的劝说

第 5 段,共 17 段 · 希腊语

内容简介

克律索忒弥斯警告俄瑞克特拉,如果她不停下哀悼,埃癸斯托斯等人就计划将她囚禁在不见天日的地下牢房中。俄瑞克特拉断然拒绝,并在得知克律索忒弥斯是因为母亲做了噩梦才被派来献祭后,说服妹妹丢弃母亲不洁的祭品,转而将她们自己的发丝和腰带献在父亲墓前,祈求父亲在地下相助。

§378ἀλλʼ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδʼ ἐγώ.
但我会把你所知道的一切都告诉你。
§379μέλλουσι γάρ σʼ, εἰ τῶνδε μὴ λήξεις γόων, §380ἐνταῦθα πέμψειν ἔνθα μή ποθʼ ἡλίου §381φέγγος προσόψει, ζῶσα δʼ ἐν κατηρεφεῖ §382στέγῃ χθονὸς τῆσδʼ ἐκτὸς ὑμνήσεις κακά.
因为如果你不停下这些哀悼,他们就打算把局送到那个地方,在那里你绝不会再次看见太阳的光芒,而是让你活在一个位于这片土地之外、有屋顶遮盖的牢房里,在那里歌唱你自己的不幸。
§383πρὸς ταῦτα φράζου καί με μή ποθʼ ὕστερον §384παθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν.
因此,好好考虑这件事,此后当你遭受痛苦时,绝不要责怪我;因为现在正是明智行事的好时机。
§385ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν;
他们真的已经决定对我做出这种事了吗?
§386μάλισθʼ· ὅταν περ οἴκαδʼ Αἴγισθος μόλῃ.
千万确;只要埃癸斯托斯一回到家。
§387ἀλλʼ ἐξίκοιτο τοῦδέ γʼ οὕνεκʼ ἐν τάχει.
那么,为了这件事,愿他尽快回来。
§388τίνʼ, ὦ τάλαινα, τόνδʼ ἐπηράσω λόγον;
可怜的人啊,你这是在祈求什么样的话语?
§389ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ.
祈求他回来,如果他打算做这些事情的话。
§390ὅπως πάθῃς τί χρῆμα;
为了让你遭受什么痛苦?
ποῦ ποτʼ εἶ φρενῶν;
你究竟把理智丢到哪里去了?
§391ὅπως ἀφʼ ὑμῶν ὡς προσωτάτω φύγω.
为了让我能逃到离你们最远的地方。
§392βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;
难道你对眼前的生活毫无眷恋吗?
§393καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι.
是啊,我的生活多么美好,真让人羡慕!
§394ἀλλʼ ἦν ἄν, εἰ σύ γʼ εὖ φρονεῖν ἠπίστασο.
但只要你懂得明智行事,它本来可以很美好的。
§395μή μʼ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν.
别教导我背叛自己的亲人。
§396ἀλλʼ οὐ διδάσκω· τοῖς κρατοῦσι δʼ εἰκαθεῖν.
我没有这样教,我只是教你要向统治者屈服。
§397σὺ ταῦτα θώπευʼ· οὐκ ἐμοὺς τρόπους λέγεις.
你尽管去阿谀奉承他们吧;你的话不符合我的行事方式。
§398καλόν γε μέντοι μὴ ʼξ ἀβουλίας πεσεῖν.
然而,不因愚蠢而倒下确实是一件好事。
§399πεσούμεθʼ, εἰ χρή, πατρὶ τιμωρούμενοι.
如果必须的话,那我们就为了给父亲复仇而倒下吧。
§400πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει.
但我知道,父亲会宽恕我们这样做的。
§401ταῦτʼ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι.
这些话只有懦夫才会称赞。
§402σὺ δʼ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί;
难道你不能被说服,并赞同我吗?
§403οὐ δῆτα· μή πω νοῦ τοσόνδʼ εἴην κενή.
决不;愿我永远不会变得如此缺乏理智。
§404χωρήσομαί τἄρʼ οἷπερ ἐστάλην ὁδοῦ.
那么,我这就去我被派遣要去的路上了。
§405ποῖ δʼ ἐμπορεύει;
你要去哪里?
τῷ φέρεις τάδʼ ἔμπυρα;
你带着这些祭礼要送给谁?
§406μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.
母亲派我去父亲的坟墓前献酒。
§407πῶς εἶπας;
你说了什么?
ἦ τῷ δυσμενεστάτῳ βροτῶν;
给那最可憎的死者吗?
§408ὃν ἔκτανʼ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις.
正是她亲手杀害的人;因为你想说的就是这个吧。
§409ἐκ τοῦ φίλων πεισθεῖσα;
她是被身边的哪个说客说服的?
τῷ τοῦτʼ ἤρεσεν;
这是谁的主意?
§410ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί;
依我看,是因为夜里的某种恐惧。
§411ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γʼ ἀλλὰ νῦν.
祖先的神明啊,至少在现在,请保佑我们吧!
§412ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;
难道你因她的这种恐惧而感到宽慰或自信吗?
§413εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμʼ ἂν τότε.
如果如果你把她见到的景象告诉我,那时我便能回答你。
§414ἀλλʼ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.
但我不太清楚,只能说出一点点。
§415λέγʼ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι §416ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.
那就把这一点说出来吧;因为微不足道的话语,往往已经让凡人毁灭,亦能让他们重获新生。
§417λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς §418τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν §419ἐλθόντος ἐς φῶς·
传闻说,她看见了你我的父亲,在重返光明后,与她进行了第二次的重逢。
εἶτα τόνδʼ ἐφέστιον §420πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ §421αὐτός, τανῦν δʼ Αἴγισθος· ἐκ δὲ τοῦδʼ ἄνω §422βλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιον §423πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα.
接着,他拿起了他曾经亲自执掌的,而现在由埃癸斯托斯执掌的王杖,并将其插在炉边;然后,从这王杖中向上生长出一根茂盛的绿枝,遮蔽了整个迈锡尼的土地。
§424τοιαῦτά του παρόντος, ἡνίχʼ Ἡλίῳ §425δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου.
这种种细节,我是听一个在她向太阳神倾诉并解释这一梦境时在场的人说的。
§426πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι §427πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν.
此外更多的细节我就不清楚了,只知道她是由于这种恐惧才派我来的。
§428πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν §429ἐμοὶ πιθέσθαι μηδʼ ἀβουλίᾳ πεσεῖν· §430εἰ γάρ μʼ ἀπώσει, σὺν κακῷ μέτει πάλιν.
那么现在,看在家族众神的份上,我恳求你听从我的话,不要因愚蠢而毁了自己;因为如果你拒绝我,你以后将会带着痛苦回来。
§431ἀλλʼ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν §432τύμβῳ προσάψῃς μηδέν·
亲爱的妹妹啊,至于你手里拿着的那些东西,一样也不要献在坟墓上。
οὐ γάρ σοι θέμις §433οὐδʼ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι §434κτερίσματʼ οὐδὲ λουτρὰ προσφέρειν πατρί·
因为这于理不合,对神也不虔敬——去将一个可憎之妇的祭礼奉献给父亲,或是为他献上献酒。
§435ἀλλʼ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει §436κρύψον νιν, ἔνθα μή ποτʼ εἰς εὐνὴν πατρὸς §437τούτων πρόσεισι μηδέν· ἀλλʼ ὅταν θάνῃ §438κειμήλιʼ αὐτῇ ταῦτα σῳζέσθω κάτω.
反之,要么把它们丢在风里,要么埋在深挖的尘土中,好让这些东西绝不会送到父亲安息的床榻前;反而等她死后,让这些东西作为她在地下的珍藏为她留着。
§439ἀρχὴν δʼ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ §440πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς §441οὐκ ἄν ποθʼ ὅν γʼ ἔκτεινε, τῷδʼ ἐπέστεφε.
毕竟,如果她不是世上最无耻的女人,她决不会把这些饱含恶意的献酒,倒在她所杀害的人的身上。
§442σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ §443γέρα τάδʼ οὑν τάφοισι δέξεσθαι νέκυς,
试想一下,墓中的死者难道会怀着善意接受来自她的这些祭礼吗?
§444ὑφʼ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής, §445ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ §446κηλῖδας ἐξέμαξεν.
他死在她的手里,毫无尊严,如同仇敌一般,被残忍地分尸,她甚至用洗涤的水,擦去自己头上的血渍。
ἆρα μὴ δοκεῖς §447λυτήριʼ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;
难道你以为这些东西能够替她赎罪,洗清杀人的血债吗?
§448οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες·
绝无可能。
σὺ δὲ §449τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας §450κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως §451ἅχω, δὸς αὐτῷ, τήνδʼ ἀλιπαρῆ τρίχα §452καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον.
所以把这些东西扔了吧;而你,剪下你头上的发丝,还有我这不幸者的发丝,——虽然微薄,但毕竟是我所有的全部,——把它送给父亲吧:这未经香油涂抹的头发,还有我这未加华丽装饰的腰带。
§453αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ §454ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν, §455καὶ παῖδʼ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς §456ἐχθροῖσιν αὐτοῦ ζῶντʼ ἐπεμβῆναι ποδί, §457ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις
伏在地上祈求他,愿他以仁慈的援助者的姿态来到我们这里,对抗仇敌,并且让他的儿子俄瑞斯忒斯,用得胜的手,活着踏在敌人的身上,好让我们将来能用更丰盛的

词汇与语法注释

  1. §401πρὸς κακῶν — πρὸς κακῶν(“从懦夫那里”或“属于懦夫的特征”)作为介词短语,表示动作的发出者,或是作特征属格修饰不定式 ἐπαινέσαι。本译文将其理解为“称赞这些话是懦夫的行为”,以此表达俄瑞克特拉对妹妹屈服态度的鄙视。
  2. §439ἀρχὴν — ἀρχήν 是名词 ἀρχή(开始)的单数宾格,在此处作为副词使用。在带有否定或条件句(此处为 εἰ μή)的语境中,它意为“根本”或“起初”。这里用以加强虚拟条件句的语气,强调克吕泰墨斯特拉极端的无耻。
  3. §445ἐμασχαλίσθη — 动词 μασχαλίζω 指的是古代的一种残忍习俗(maschalismos),即凶手将死者的四肢切断并绑在死者的腋下或颈部,以防死者的亡魂复仇。俄瑞克特拉在此指出母亲对父亲遗体的这种物理性侮辱,以强调其罪行之深重。

引用这一段

索福克勒斯, 埃勒克特拉 §378-457. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:378-457

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。