Humanitext Reader

索福克勒斯 · 埃勒克特拉 §1340-1430

奥雷斯特斯潜入王宫与弑母

第 16 段,共 17 段 · 希腊语

内容简介

奥雷斯特斯向厄勒克特拉揭示了育臣的真实身份,两人在喜悦的重逢后,在催促下潜入府邸。在厄勒克特拉于门外警戒之时,府内传出克吕泰涅斯特拉的惨叫声,复仇之举得以实施。

§1340καλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα.
奥雷斯特斯:万事顺遂;因为前提是没有任何人能认出你。
§1341ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα.
驭者:看来你报告说,他已经死了。
§1342εἷς τῶν ἐν Ἅιδου μάνθανʼ ἐνθάδʼ ὢν ἀνήρ.
奥雷斯特斯:既然你身在此处,就当作自己是冥府中的一员而了解这件事吧。
§1343χαίρουσιν οὖν τούτοισιν;
驭者:那么,他们为这些事感到高兴吗?
ἢ τίνες λόγοι;
或者有什么话传出来?
§1344τελουμένων εἴποιμʼ ἄν· ὡς δὲ νῦν ἔχει, §1345καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς.
奥雷斯特斯:等一切结束时我再告诉你;但就目前而言,他们那里的一切事情,甚至是不好的事情,也都进展得十分顺利。
§1346τίς οὗτός ἐστʼ, ἀδελφέ;
厄勒克特拉:兄长,这位是谁?
πρὸς θεῶν φράσον.
请看在神明的份上告诉我。
§1347οὐχὶ ξυνίης;
奥雷斯特斯:你还不明白吗?
§1347aοὐδέ γʼ ἐς θυμὸν φέρω.
厄勒克特拉:完全想不起来。
§1348οὐκ οἶσθʼ ὅτῳ μʼ ἔδωκας εἰς χέρας ποτέ;
奥雷斯特斯:你难道不记得你曾经把我托付在谁的手里吗?
§1349ποίῳ;
厄勒克特拉:托付给谁?
τί φωνεῖς;
你在说什么?
§1349aοὗ τὸ Φωκέων πέδον §1350ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν.
奥雷斯特斯:借由他的双手,凭着你的远见,我被秘密地送到了福基斯的平原。
§1351ἦ κεῖνος οὗτος, ὅν ποτʼ ἐκ πολλῶν ἐγὼ §1352μόνον προσηῦρον πιστὸν ἐν πατρὸς φόνῳ;
厄勒克特拉:难不曾他就是那个人,在父亲被杀害时,我在众人之中唯独发现他最忠诚?
§1353ὅδʼ ἐστί· μή μʼ ἔλεγχε πλείοσιν λόγοις.
奥雷斯特斯:正是他;不要再用更多言词来盘问我了。
§1354ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων §1355Ἀγαμέμνονος, πῶς ἦλθες;
厄勒克特拉:啊,最亲爱的光芒,啊,阿伽门农府邸唯一的救星,你是怎么来的?
ἦ σὺ κεῖνος εἶ, §1356ὃς τόνδε κἄμʼ ἔσωσας ἐκ πολλῶν πόνων;
真的是你,把他和我都从重重苦难中拯救出来的吗?
§1357ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δʼ ἔχων §1358ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι §1359ξυνών μʼ ἔληθες οὐδʼ ἔφαινες, ἀλλά με §1360λόγοις ἀπώλλυς, ἔργʼ ἔχων ἥδιστʼ ἐμοί;
啊,最亲切的双手,啊,有着最令人愉悦的脚步服侍的人,你怎么在这么长的时间里,与我同在却不让我察觉,也不显露身份,反而用言词伤害我,手中却握着对我而言最美妙的事实?
§1361χαῖρʼ, ὦ πάτερ·
祝你平安,父亲!
πατέρα γὰρ εἰσορᾶν δοκῶ·
因为我觉得我好像看到了自己的父亲。
§1362χαῖρʼ·
祝你平安!
ἴσθι δʼ ὡς μάλιστά σʼ ἀνθρώπων ἐγὼ §1363ἤχθηρα κἀφίλησʼ ἐν ἡμέρᾳ μιᾷ.
请记住,在这一天之内,我在所有人中对你既恨之最深,也爱之最切。
§1364ἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγους §1365πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τʼ ἴσαι, §1366αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ.
驭者:依我看,这足够了;因为这期间的曲折话语,自有许多个循环不断的黑夜和同样多的白昼,厄勒克特拉啊,会将这一切向你昭示清楚。
§1367σφῷν δʼ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι §1368νῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμνήστρα μόνη, §1369νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δʼ ἐφέξετον, §1370φροντίζεθʼ ὡς τούτοις τε καὶ σοφωτέροις §1371ἄλλοισι τούτων πλείοσιν μαχούμενοι.
不过我对你们两个站在这里的人说,现在正是行动的好时机;现在克吕泰涅斯特拉独自一人,现在屋里没有任何男人;但如果你们拖延,就要考虑到,你们不仅要与这些人战斗,还要与比他们人数更多、也更狡猾的其他敌人战斗。
§1372οὐκ ἂν μακρῶν ἔθʼ ἡμὶν οὐδὲν ἂν λόγων, §1373Πυλάδη, τόδʼ εἴη τοὔργον, ἀλλʼ ὅσον τάχος §1374χωρεῖν ἔσω, πατρῷα προσκύσανθʼ ἕδη §1375θεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε.
奥雷斯特斯:皮拉得斯,我们的工作不再需要长篇大论了,而是要尽可能快地走进去,在膜拜了居住在这前廊的所有神明的祖传神座之后。
§1376ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε §1377ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ §1378ἀφʼ ὧν ἔχοιμι λιπαρεῖ προύστην χερί.
厄勒克特拉:阿波罗主宰啊,请仁慈地俯听他们两人,以及在他们之外的我,我曾多次用我所拥有的一切,以恳求之手站在你面前祈祷。
§1379νῦν δʼ, ὦ Λύκειʼ Ἄπολλον, ἐξ οἵων ἔχω §1380αἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων §1381ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων, §1382καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια §1383τῆς δυσσεβείας οἷα δωροῦνται θεοί.
而现在,吕刻俄斯·阿波罗啊,以我仅有的一切,我祈求,我俯伏,我哀请:请仁慈地成为我们这些谋划的助手,并向世人展示,神明会因不敬而降下怎样的惩罚。
§1384ἴδεθʼ ὅποι προνέμεται §1385τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης.
歌队:看哪,战神阿瑞斯吐着难以匹敌的血腥之气,正向哪里走去。
§1386βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι §1387μετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες, §1388ὥστʼ οὐ μακρὰν ἔτʼ ἀμμενεῖ §1390τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον.
追捕邪恶罪行的不可逃避的猎犬们,刚刚走入屋顶之下;因此,悬浮在我心中的预感,不用再等待多久就会实现。
§1391παράγεται γὰρ ἐνέρων §1392δολιόπους ἀρωγὸς εἴσω στέγας, §1393ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια, §1394νεακόνητον αἷμα χειροῖν ἔχων· ὁ Μαίας δὲ παῖς §1395Ἑρμῆς σφʼ ἄγει δόλον σκότῳ §1396κρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτʼ ἀμμένει.
因为亡魂的、潜行脚步的助手,正被领入府邸之内,走向父亲古老而富庶的住处,双手携着新研磨的血刃;而迈亚之子赫尔墨斯将诡计隐匿在黑暗中,引导他走向终点,不再等待。
§1397ὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκα §1398τελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε.
厄勒克特拉:最亲爱的妇女们,那两个人立刻就会完成大事;但请静静等待。
§1399πῶς δή;
歌队:到底怎么了?
τί νῦν πράσσουσιν;
他们现在在做什么?
§1400ἡ μὲν ἐς τάφον §1401λέβητα κοσμεῖ, τὼ δʼ ἐφέστατον πέλας.
厄勒克特拉:她正在为葬礼整理骨灰瓮,而那两个人正并肩守在近旁。
§1402σὺ δʼ ἐκτὸς ᾖξας πρὸς τί;
歌队:那你为什么冲到外面来?
§1402aφρουρήσουσʼ ὅπως §1403Αἴγισθος ἡμᾶς μὴ λάθῃ μολὼν ἔσω.
厄勒克特拉:为了防范,好让埃癸斯托斯不要在我们不注意时走进里面。
§1404αἰαῖ.
克吕泰涅斯特拉:哀哉!
ἰὼ στέγαι §1405φίλων ἔρημοι, τῶν δʼ ἀπολλύντων πλέαι.
啊,失去了朋友、却充满了毁灭者的府邸啊。
§1406βοᾷ τις ἔνδον· οὐκ ἀκούετʼ, ὦ φίλαι;
厄勒克特拉:有人在里面叫喊;朋友们,你们听不到吗?
§1407ἤκουσʼ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι.
歌队:可怜的我,听到了闻所未闻的声音,直让人毛骨悚然。
§1408οἴμοι τάλαινʼ·
克吕泰涅斯特拉:呜呼,可怜的我!
Αἴγισθε, ποῦ ποτʼ ὢν κυρεῖς;
埃癸斯托斯,你到底在哪里?
§1409ἰδοὺ μάλʼ αὖ θροεῖ τις.
厄勒克特拉:瞧,又有人在惊呼了。
§1410ὦ τέκνον τέκνον, οἴκτιρε τὴν τεκοῦσαν.
克吕泰涅斯特拉:孩子,孩子,可怜可怜生你的母亲吧!
§1411ἀλλʼ οὐκ ἐκ σέθεν §1412ᾠκτίρεθʼ οὗτος οὐδʼ ὁ γεννήσας πατήρ.
厄勒克特拉:但是他从你那里没有得到怜悯,生他的父亲也没有。
§1413ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι §1414μοῖρα καθαμερία φθίνει φθίνει.
歌队:啊,城邦啊,啊,可怜的宗族,如今你的每日的命运正在消逝,消逝。
§1415ὤμοι πέπληγμαι.
克吕泰涅斯特拉:痛哉! 我被击中了。
§1416παῖσον, εἰ σθένεις, διπλῆν.
厄勒克特拉:如果还有力气,再补一击!
§1417ὤμοι μάλʼ αὖθις.
克吕泰涅斯特拉:痛哉! 又是一击。
§1418εἰ γὰρ Αἰγίσθῳ θʼ ὁμοῦ.
厄勒克特拉:要是能和埃癸斯托斯一起就好了!
§1419τελοῦσʼ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι.
歌队:咒诅正在实现;那些躺在地下的人正活着。
§1420παλίρρυτον γὰρ αἷμʼ ὑπεξαιροῦσι τῶν §1421κτανόντων οἱ πάλαι θανόντες.
因为早已死去的人们,正从那些杀害他们的人身上,抽走倒流的血作为报复。
§1422καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρ §1423στάζει θυηλῆς Ἄρεος, οὐδʼ ἔχω ψέγειν.
看哪,他们来了;那只染血的手正滴着战神的祭品之血,而我无法指责它。
§1424Ὀρέστα, πῶς κυρεῖτε;
厄勒克特拉:奥雷斯特斯,进展如何?
§1424aτἀν δόμοισι μὲν §1425καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν.
奥雷斯特斯:府邸内的一切都很顺利,如果阿波罗发出了正确的预言。
§1426τέθνηκεν ἡ τάλαινα;
厄勒克特拉:那个可怜的女人死了吗?
§1427μηκέτʼ ἐκφοβοῦ §1428μητρῷον ὥς σε λῆμʼ ἀτιμάσει ποτέ.
奥雷斯特斯:不用再害怕了,母亲的傲气绝不会再侮辱你。
§1429παύσασθε·
厄勒克特拉:安静!
λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου.
因为我清楚地看到了埃癸斯托斯。
§1430ὦ παῖδες, οὐκ ἄψορρον;
奥雷斯特斯:年轻人,你们还不快退回去吗?

词汇与语法注释

  1. 1340ὑπάρχει γάρ σε μὴ γνῶναί τινα — 动词“ὑπάρχει”在此作非人称使用,表示“……是可能的/作为前提条件存在”,后接带不定式结构。在这里,“σε”(你)是不定式“γνῶναι”(认识)的宾格宾语,而“τινα”(任何人)是其宾格主语。与否定词“μή”结合,意为“任何人都不认出你是可能的”,这符合奥雷斯特斯目前伪装潜入的实际语境。
  2. 1342εἷς τῶν ἐν Ἅιδου μάνθανʼ ἐνθάδʼ ὢν ἀνήρ — 分词短语“ἐνθάδʼ ὢν ἀνήρ”(作为一个活在世上的人)修饰命令式动词“μάνθανε”(知道/了解)的主语(即奥雷斯特斯自己)。这是奥雷斯特斯的自嘲之语,意在说明尽管他在名义上已被宣告死亡(属于阴间的死者之一),但实际上他正活生生地站在这里。
  3. 1360λόγοις ἀπώλλυς, ἔργʼ ἔχων ἥδιστʼ ἐμοί — 这是一个强烈的对比表达。“λόγοις”(通过言词,指奥雷斯特斯已死的假消息)与宾格宾语“ἔργα”(通过事实,指他活着现身的实际情况)相对立。分词“ἔχων”(拥有/携带)强调了育臣实际上掌握着最令她欣喜的现实,却仅在口头上用谎言令她陷入绝望的境地。
  4. 1370φροντίζεθʼ ὡς τούτοις τε καὶ σοφωτέροις / ἄλλοισι τούτων πλείοσιν μαχούμενοι — 命令式动词“φροντίζεθʼ”(考虑/作好准备)后接“ὡς”与将来时分词“μαχούμενοι”(将要战斗)的组合。这一句法结构用于使行为者意识到他们即将面临的客观且必然的未来处境,意在让他们作好主观的战斗准备。
  5. 1411ἀλλʼ οὐκ ἐκ σέθεν / ᾠκτίρεθʼ οὗτος — 介词短语“ἐκ σέθεν”(源自你)中的“ἐκ”表示动作(展现怜悯)的发源者。指示代词“οὗτος”指代奥雷斯特斯,整句意为“这个孩子未曾从你那里获得怜悯”,用以反驳克吕泰涅斯特拉此时对怜悯的哀求。

引用这一段

索福克勒斯, 埃勒克特拉 §1340-1430. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:1340-1430

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。