Humanitext Reader

索福克勒斯 · 埃勒克特拉 §1431-1510

捕获埃癸斯托斯与复仇的终结

第 17 段,共 17 段 · 希腊语

内容简介

厄勒克特拉和奥雷斯特斯设计将埃癸斯托斯引入圈套,并在他面前展示了克吕泰涅斯特拉的尸体。得知真相后,埃癸斯托斯自知大势已去,奥雷斯特斯将他押往阿伽门农遇害之地行刑,完成了复仇。

§1431εἰσορᾶτε ποῦ τὸν ἄνδρʼ;
厄勒克特拉:你们看见那个男人在哪里吗?
§1432ἐφʼ ἡμῖν οὗτος ἐκ προαστίου §1433χωρεῖ γεγηθὼς
歌队:他正从郊外朝我们走来,正满心欢喜地走着。
§1434βᾶτε κατʼ ἀντιθύρων ὅσον τάχιστα, §1435νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδʼ ὡς πάλιν.
厄勒克特拉:尽可能快地退到对门的后面去,现在,既然把之前的事办妥了,接下来就要办妥这件事。
§1436θάρσει· τελοῦμεν.
奥雷斯特斯:放心吧,我们会完成的。
§1437ᾗ νοεῖς ἔπειγέ νυν.
厄勒克特拉:那么,照你所想的赶快行动吧。
§1438καὶ δὴ βέβηκα.
奥雷斯特斯:我已经去了。
§1438aτἀνθάδʼ ἂν μέλοιτʼ ἐμοί.
厄勒克特拉:这里的事就交给我了。
§1439διʼ ὠτὸς ἂν παῦρά γʼ ὡς ἠπίως ἐννέπειν §1440πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς §1441ὀρούσῃ πρὸς δίκας ἀγῶνα.
歌队:在他耳边轻声说几句温和的话,或许对他有用,好让他不知不觉地冲向正义审判的决战。
§1442τίς οἶδεν ὑμῶν ποῦ ποθʼ οἱ Φωκῆς ξένοι, §1443οὕς φασʼ Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίον §1444λελοιπόθʼ ἱππικοῖσιν ἐν ναυαγίοις;
埃癸斯托斯:你们有谁知道那些福基斯来的客人在哪里,据说他们给我们带来了奥雷斯特斯在马车倾覆中丧生的消息?
§1445σέ τοι, σὲ κρίνω, ναὶ σέ, τὴν ἐν τῷ πάρος §1446χρόνῳ θρασεῖαν· ὡς μάλιστα σοὶ μέλειν §1447οἶμαι, μάλιστα δʼ ἂν κατειδυῖαν φράσαι.
就是你,我问的就是你,没错,就是你,从前傲慢不羁的你;我想这事对你最重要,而你也最清楚,能够告诉我。
§1448ἔξοιδα· πῶς γὰρ οὐχί;
厄勒克特拉:我很清楚;怎能不清楚呢?
συμφορᾶς γὰρ ἂν §1449ἔξωθεν εἴην τῶν ἐμῶν τῆς φιλτάτης.
否则我就是对我最亲近之人的不幸漠不关心了。
§1450ποῦ δῆτʼ ἂν εἶεν οἱ ξένοι;
埃癸斯托斯:那么,那些客人究竟在哪里?
δίδασκέ με.
告诉我。
§1451ἔνδον· φίλης γὰρ προξένου κατήνυσαν.
厄勒克特拉:在里面;因为他们已经到达了一位亲切的女主人那里。
§1452ἦ καὶ θανόντʼ ἤγγειλαν ὡς ἐτητύμως;
埃癸斯托斯:他们真的确凿地报告说他已经死了吗?
§1453οὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον.
厄勒克特拉:不,他们甚至展示了出来,而不仅仅是用言辞。
§1454πάρεστʼ ἄρʼ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν;
埃癸斯托斯:那么,它就在那里,好让我们看得清清楚楚吗?
§1455πάρεστι δῆτα, καὶ μάλʼ ἄζηλος θέα.
厄勒克特拉:确实在,而且是一幕绝不令人羡慕的景象。
§1456ἦ πολλὰ χαίρειν μʼ εἶπας οὐκ εἰωθότως.
埃癸斯托斯:你居然让我如此高兴,这可不太像你平时的作风。
§1457χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνοι τάδε.
厄勒克特拉:如果这事对你来说确实值得高兴,那你就高兴吧。
§1458σιγᾶν ἄνωγα κἀναδεικνύναι πύλας §1459πᾶσιν Μυκηναίοισιν Ἀργείοις θʼ ὁρᾶν, §1460ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος §1461ἐξῄρετʼ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν §1462στόμια δέχηται τἀμὰ μηδὲ πρὸς βίαν §1463ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας.
埃癸斯托斯:我命令你们保持安静,并敞开大门,让所有的迈锡尼人和阿耳戈斯人观看,好叫他们之中,若有人从前因空虚的希望而对这个男人抱有幻想,如今看到他的尸体,接受我的缰绳,不至于非要等到我用武力来惩罚,才使他清醒过来。
§1464καὶ δὴ τελεῖται τἀπʼ ἐμοῦ· τῷ γὰρ χρόνῳ §1465νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν.
厄勒克特拉:我该做的事已经做到了;因为随着时间,我学乖了,懂得了要顺从强者。
§1466ὦ Ζεῦ, δέδορκα φάσμʼ ἄνευ φθόνου μὲν οὐ §1467πεπτωκός· εἰ δʼ ἔπεστι νέμεσις, οὐ λέγω.
埃癸斯托斯:噢,宙斯啊,我看到了这幕若非神明嫉妒便不会降临的景象;但是如果天罚临头,我就收回这话。
§1468χαλᾶτε πᾶν κάλυμμʼ ἀπʼ ὀφθαλμῶν, ὅπως §1469τὸ συγγενές τοι κἀπʼ ἐμοῦ θρήνων τύχῃ.
把遮在眼前的面罩全部揭开,好让我的亲属也能得到我的哀悼。
§1470αὐτὸς σὺ βάσταζʼ· οὐκ ἐμὸν τόδʼ, ἀλλὰ σόν, §1471τὸ ταῦθʼ ὁρᾶν τε καὶ προσηγορεῖν φίλως.
奥雷斯特斯:你自己动手掀开吧;这不是我的工作,而是你的,去看着这些,并亲切地呼唤他们。
§1472ἀλλʼ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ, §1473εἴ που κατʼ οἶκόν μοι Κλυταιμνήστρα, κάλει.
埃癸斯托斯:你说得对,我听你的;不过你,如果克吕泰涅斯特拉在屋里什么地方,替我叫她。
§1474αὕτη πέλας σοῦ· μηκέτʼ ἄλλοσε σκόπει.
奥雷斯特斯:她就在你身边;不用再往别处看了。
§1475οἴμοι, τί λεύσσω;
埃癸斯托斯:天哪,我看到了什么?
§1476τίνα φοβεῖ;
奥雷斯特斯:你怕谁?
τίνʼ ἀγνοεῖς;
你认不出谁来?
§1477τίνων ποτʼ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις πέπτωχʼ ὁ τλήμων;
埃癸斯托斯:可怜的我,究竟落入了哪些男人的罗网之中?
§1478οὐ γὰρ αἰσθάνει πάλαι §1479ζῶντας θανοῦσιν οὕνεκʼ ἀνταυδᾷς ἴσα;
奥雷斯特斯:难道你没有察觉到,你早已在像对待死人一样对待活人,与他们对话了吗?
§1480οἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθʼ ὅπως §1481ὅδʼ οὐκ Ὀρέστης ἔσθʼ ὁ προσφωνῶν ἐμέ.
埃癸斯托斯:哎呀,我听懂这句话了;因为这绝无可能不是这个正在对我说话的人,正是奥雷斯特斯。
§1482καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι.
奥雷斯特斯:尽管你是个极好的预言家,此前却一直被蒙在鼓里。
§1483ὄλωλα δὴ δείλαιος.
埃癸斯托斯:可怜的我彻底完了。
ἀλλά μοι πάρες §1484κἂν σμικρὸν εἰπεῖν.
但请允许我哪怕再说一点点话。
§1484aμὴ πέρα λέγειν ἔα §1485πρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους.
厄勒克特拉:不要让他再往下说了,看在神明的份上,兄长,也不要拉长话语。
§1486τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων §1487θνῄσκειν ὁ μέλλων οὐ χρόνου κέρδος φέροι;
因为对于一个深陷不幸、即将面临死亡的人,靠拖延时间能得到什么好处呢?
§1488ἀλλʼ ὡς τάχιστα κτεῖνε καὶ κτανὼν πρόθες §1489ταφεῦσιν, ὧν τόνδʼ εἰκός ἐστι τυγχάνειν, §1490ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδʼ ἂν κακῶν §1490aμόνον γένοιτο τῶν πάλαι λυτήριον.
倒不如尽快杀了他,杀了他之后,把他丢给那些适合他的葬礼承办者,离开我们的视线;因为这对我而言,将是解脱宿昔苦难的唯一途径。
§1491χωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐ §1492νῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι.
奥雷斯特斯:赶快进屋里去吧;因为现在的争论无关乎言语,而是关乎你的性命。
§1493τί δʼ ἐς δόμους ἄγεις με;
埃癸斯托斯:你为什么要把我带进屋里?
πῶς, τόδʼ εἰ καλὸν §1494τοὔργον, σκότου δεῖ κοὐ πρόχειρος εἶ κτανεῖν;
如果这事是光明正大的,何需黑暗? 你又为何不在此立刻动手杀我?
§1495μὴ τάσσε· χώρει δʼ ἔνθαπερ κατέκτανες §1496πατέρα τὸν ἀμόν, ὡς ἂν ἐν ταὐτῷ θάνῃς.
奥雷斯特斯:不要发号施令;走到你杀害我父亲的那个地方去,好让你在同一处受死。
§1497ἦ πᾶσʼ ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖν §1498τά τʼ ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά;
埃癸斯托斯:难不曾这栋屋宇非得见证佩洛普斯后裔们现在和未来的所有不幸吗?
§1499τὰ γοῦν σʼ· ἐγώ σοι μάντις εἰμὶ τῶνδʼ ἄκρος.
奥雷斯特斯:至少是你的不幸;在这点上,我是你最完美的预言家。
§1500ἀλλʼ οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας.
埃癸斯托斯:但你夸耀的这种本领,可不是从你父亲那里承袭来的。
§1501πόλλʼ ἀντιφωνεῖς, ἡ δʼ ὁδὸς βραδύνεται.
奥雷斯特斯:你废话太多,行程都被耽误了。
§1502ἀλλʼ ἕρφʼ.
埃癸斯托斯:那走吧。
§1502aὑφηγοῦ.
奥雷斯特斯:你在前引路。
§1502bσοὶ βαδιστέον πάρος.
埃癸斯托斯:你应该走在前面。
§1503ἦ μὴ φύγω σε;
奥雷斯特斯:是怕我逃跑吗?
§1503aμὴ μὲν οὖν καθʼ ἡδονὴν §1504θάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν.
埃癸斯托斯:不,是为了不让你痛快地死;我必须确保这死对你而言是痛苦的。
§1505χρῆν δʼ εὐθὺς εἶναι τήνδε τοῖς πᾶσιν δίκην, §1506ὅστις πέρα πράσσειν τι τῶν νόμων θέλει, §1507κτείνειν· τὸ γὰρ πανοῦργον οὐκ ἂν ἦν πολύ.
奥雷斯特斯:对于所有企图超越法律界限的人,凡是想做出逾越法律之事的人,理应立即处死;这样恶人就不会如此猖獗了。
§1508ὦ σπέρμʼ Ἀτρέως, ὡς πολλὰ παθὸν §1509διʼ ἐλευθερίας μόλις ἐξῆλθες §1510τῇ νῦν ὁρμῇ τελεωθέν.
歌队:啊,阿特柔斯的后裔,经历了重重苦难,你终于艰难地走向了自由,在这如今的奋力一击中得以圆满。

词汇与语法注释

  1. 1439διʼ ὠτὸς ἂν παῦρά γʼ ὡς ἠπίως ἐννέπειν — 不定式短语 ἐννέπειν 作主语,其主句动词为第 1440 行的 optative 动词 ἂν συμφέροι。句首的 ἄν 起到提前修饰后文 optative 的作用。
  2. 1449συμφορᾶς γὰρ ἂν ἔξωθεν εἴην τῶν ἐμῶν τῆς φιλτάτης — 副词 ἔξωθεν 支配属格 συμφορᾶς。τῶν ἐμῶν 与 τῆς φιλτάτης 构成双重属格结构(同格或部分属格),带有厄勒克特拉强烈的反讽意味。
  3. 1466φάσμʼ ἄνευ φθόνου μὲν οὐ πεπτωκός — 双重否定 ἄνευ φθόνου ... οὐ 构成弱化陈述,意为“并非没有神明嫉妒而降临的景象”,暗指眼前的景象极其惊人,足以引起神明的嫉恨与惩罚。
  4. 1479ζῶντας θανοῦσιν οὕνεκʼ ἀνταυδᾷς ἴσα — 宾格 ζῶντας 是动词 ἀνταυδᾷς 的直接宾语,而与格 θανοῦσιν 则由副词 ἴσα(等同于)支配。奥雷斯特斯以此指出埃癸斯托斯一直把活人(奥雷斯特斯)当作死人来对话的讽刺事实。

引用这一段

索福克勒斯, 埃勒克特拉 §1431-1510. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:1431-1510

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。