Humanitext Reader

索福克勒斯 · 埃勒克特拉 §1167-1250

奥雷斯特斯揭示身份与姐弟重逢

第 14 段,共 17 段 · 希腊语

内容简介

目睹厄勒克特拉的深切悲痛后,奥雷斯特斯揭示了自己的真实身份,并展示父亲的印章以证明自己还活着。厄勒克特拉在剧烈的重逢中欢呼雀跃,而奥雷斯特斯则叮嘱她保持沉默,以免惊动屋内的仇敌。

§1167ναίω τὸ λοιπόν· καὶ γὰρ ἡνίκʼ ἦσθʼ ἄνω, §1168ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶ §1169τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου.
厄勒克特拉:我此后将(在阴间)生活;因为当你在世间(在地上)时,我与你同等分享一切,而现在,我渴望在死后不被从你的坟墓中分离。
§1170τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.
因为我没有看到死者承受痛苦。
§1171θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει, §1172θνητὸς δʼ Ὀρέστης. ὥστε μὴ λίαν στένε.
奥雷斯特斯:厄勒克特拉,要想清楚,你是由必死的父亲所生,奥雷斯特斯也是必死的;因此不要过度哀伤。
§1173πᾶσιν γὰρ ἡμῖν τοῦτʼ ὀφείλεται παθεῖν.
因为这是我们所有人都必须承受的宿命。
§1174φεῦ φεῦ.
奥雷斯特斯:哀哉,哀哉!
τί λέξω;
我该说什么?
ποῖ λόγων ἀμηχανῶν §1175ἔλθω;
我言词匮乏,该走向何处?
κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.
因为我再也无法克制自己的舌头。
§1176τί δʼ ἔσχες ἄλγος;
厄勒克特拉:你感受到了什么痛苦?
πρὸς τί τοῦτʼ εἰπὼν κυρεῖς;
你因何说出这话?
§1177ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;
奥雷斯特斯:这难道真的是那名声显赫的厄勒克特拉的容颜吗?
§1178τόδʼ ἔστʼ ἐκεῖνο, καὶ μάλʼ ἀθλίως ἔχον.
厄勒克特拉:这就是她,而且处于极其惨痛的境地。
§1179οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.
奥雷斯特斯:哀哉,这可怜的厄运啊。
§1180οὐ δή ποτʼ, ὦ ξένʼ, ἀμφʼ ἐμοὶ στένεις τάδε;
厄勒克特拉:异乡人,你绝不是在为我的命运而如此叹息吧?
§1181ὦ σῶμʼ ἀτίμως κἀθέως ἐφθαρμένον.
奥雷斯特斯:哦,这具被无耻而无神地摧残了的躯体。
§1182οὔτοι ποτʼ ἄλλην ἢ ʼμὲ δυσφημεῖς, ξένε.
厄勒克特拉:异乡人,你所痛惜的绝对没有别人,正是于我。
§1183φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς,
奥雷斯特斯:哀哉你那未婚且不幸的生活!
§1184τί δή ποτʼ, ὦ ξένʼ, ὧδʼ ἐπισκοπῶν στένεις;
厄勒克特拉:异乡人,你究竟为什么要这样注视着我并叹息?
§1185ὡς οὐκ ἄρʼ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν.
奥雷斯特斯:我竟然对我自己的不幸一无所知!
§1186ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;
厄勒克特拉:你是从所说的哪些话里看出这一点的?
§1187ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν.
奥雷斯特斯:看到你承受着如此众多的痛苦。
§1188καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.
厄勒克特拉:然而,你看到的仅仅是我不幸的极少一部分。
§1189καὶ πῶς γένοιτʼ ἂν τῶνδʼ ἔτʼ ἐχθίω βλέπειν;
奥雷斯特斯:怎么可能还有比这更令人痛心的事情可以目睹呢?
§1190ὁθούνεκʼ εἰμὶ τοῖς φονεῦσι σύντροφος §1191τοῖς τοῦ;
厄勒克特拉:因为我与那些杀人凶手同住—— 奥雷斯特斯:谁的凶手?
πόθεν τοῦτʼ ἐξεσήμηνας κακόν;
你从哪里揭示了这件惨事?
§1192τοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ.
厄勒克特拉:我父亲的凶手;并且我被迫被迫服侍他们。
§1193τίς γάρ σʼ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;
奥雷斯特斯:凡人中是谁迫使你承受这种屈辱的?
§1194μήτηρ καλεῖται, μητρὶ δʼ οὐδὲν ἐξισοῖ.
厄勒克特拉:她被称为母亲,却毫无母亲的本分。
§1195τί δρῶσα;
奥雷斯特斯:她做了什么?
πότερα χερσὶν ἢ λύμῃ βίου;
是用暴力,还是用生活上的凌虐?
§1196καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.
厄勒克特拉:既用暴力,也用凌虐,和一切恶行。
§1197οὐδʼ οὑπαρήξων οὐδʼ ὁ κωλύσων πάρα;
奥雷斯特斯:难道没有一个人来相助,也没有一个人来阻止吗?
§1198οὐ δῆθʼ.
厄勒克特拉:完全没有。
ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν.
因为我本拥有的救星,你却以骨灰的形式递给了我。
§1199ὦ δύσποτμʼ, ὡς ὁρῶν σʼ ἐποικτίρω πάλαι.
奥雷斯特斯:哦,命途多舛的人啊,看着你,我早就在同情你了。
§1200μόνος βροτῶν νυν ἴσθʼ ἐποικτίρας ποτέ.
厄勒克特拉:须知在凡人中,你是唯一一个曾同情过我的人。
§1201μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς.
奥雷斯特斯:因为我是唯一带着同样的痛苦而来到这里的人。
§1202οὐ δή ποθʼ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;
厄勒克特拉:难道你竟是从某处来的我们的亲戚吗?
§1203ἐγὼ φράσαιμʼ ἄν, εἰ τὸ τῶνδʼ εὔνουν πάρα.
奥雷斯特斯:如果这里这些女人们怀有善意,我就会说出来。
§1204ἀλλʼ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς.
厄勒克特拉:她们确实怀有善意,因此你是对值得信赖的人说。
§1205μέθες τόδʼ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς.
奥雷斯特斯:现在放下这个器皿,好让你得知一切真相。
§1206μὴ δῆτα πρὸς θεῶν τοῦτό μʼ ἐργάσῃ, ξένε.
厄勒克特拉:异乡人,看在神明的份上,千万不要让我做这件事!
§1207πείθου λέγοντι κοὐχ ἁμαρτήσει ποτέ.
奥雷斯特斯:听从我的话,你绝不会后悔。
§1208μή, πρὸς γενείου, μὴ ʼξέλῃ τὰ φίλτατα.
厄勒克特拉:求你了,看在你的胡须份上,不要夺走我最宝贵的东西。
§1209οὔ φημʼ ἐάσειν.
奥雷斯特斯:我不能同意留下它。
§1209aὦ τάλαινʼ ἐγὼ σέθεν, §1210Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς.
厄勒克特拉:奥雷斯特斯,我是多么为你而悲伤,如果我连你的骨灰(坟墓)也要失去。
§1211εὔφημα φώνει· πρὸς δίκης γὰρ οὐ στένεις.
奥雷斯特斯:说些吉祥的话吧;因为你的哀悼不合情理。
§1212πῶς τὸν θανόντʼ ἀδελφὸν οὐ δίκῃ στένω;
厄勒克特拉:我为死去的弟弟哀悼,怎么就不合情理了?
§1213οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν.
奥雷斯特斯:你不应该说出这种话。
§1214οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος;
厄勒克特拉:我对那死者而言是如此无足轻重(被轻视)吗?
§1215ἄτιμος οὐδενὸς σύ· τοῦτο δʼ οὐχὶ σόν.
奥雷斯特斯:你没有被任何人轻视;但这不是你的。
§1216εἴπερ γʼ Ὀρέστου σῶμα βαστάζω τόδε;
厄勒克特拉:如果我怀里抱着的确实是奥雷斯特斯的这具身体呢?
§1217ἀλλʼ οὐκ Ὀρέστου, πλὴν λόγῳ γʼ ἠσκημένον.
奥雷斯特斯:但那不是奥雷斯特斯的,这只是在言词上虚构出来的。
§1218ποῦ δʼ ἔστʼ ἐκείνου τοῦ ταλαιπώρου τάφος;
厄勒克特拉:那那个可怜人的坟墓在哪里?
§1219οὐκ ἔστι· τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος.
奥雷斯特斯:没有那种东西;因为活人是没有坟墓的。
§1220πῶς εἶπας, ὦ παῖ;
厄勒克特拉:你说什么,孩子(年轻人)?
§1220aψεῦδος οὐδὲν ὧν λέγω.
奥雷斯特斯:我说的话毫无虚言。
§1221ἦ ζῇ γὰρ ἁνήρ;
厄勒克特拉:难道那个人还活着吗?
§1221aεἴπερ ἔμψυχός γʼ ἐγώ.
奥雷斯特斯:如果我还活着的话。
§1222ἦ γὰρ σὺ κεῖνος;
厄勒克特拉:难道你就是他?
§1222aτήνδε προσβλέψασά μου §1223σφραγῖδα πατρὸς ἔκμαθʼ εἰ σαφῆ λέγω.
奥雷斯特斯:看着我这枚父亲的印章,你就知道我是否说了真话。
§1224ὦ φίλτατον φῶς.
厄勒克特拉:哦,最亲爱的光芒!
§1224aφίλτατον, συμμαρτυρῶ.
奥雷斯特斯:是最亲爱的光芒,我作证。
§1225ὦ φθέγμʼ, ἀφίκου;
厄勒克特拉:哦,声音,你传来了吗?
§1225aμηκέτʼ ἄλλοθεν πύθῃ,
奥雷斯特斯:不要再从别处打听了。
§1226ἔχω σε χερσίν;
厄勒克特拉:我把你抱在怀里了吗?
§1226aὡς τὰ λοίπʼ ἔχοις ἀεί.
奥雷斯特斯:愿你永远这样抱着我。
§1227ὦ φίλταται γυναῖκες, ὦ πολίτιδες, §1228ὁρᾶτʼ Ὀρέστην τόνδε, μηχαναῖσι μὲν §1229θανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον.
厄勒克特拉:最亲爱的妇女们,城邦的公民们,看着这个奥雷斯特斯吧,他因策略而死去,而如今通过策略而获获救。
§1230ὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοι §1231γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.
歌队:我们看到了,孩子,面对这好运,喜悦的泪水从我的眼里流出。
§1232ἰὼ γοναί, §1233γοναὶ σωμάτων ἐμοὶ φιλτάτων, §1234ἐμόλετʼ ἀρτίως, §1235ἐφηύρετʼ, ἤλθετʼ, εἴδεθʼ οὓς ἐχρῄζετε.
厄勒克特拉:哦,血脉,对我而言最亲爱肉身的血脉,你们刚刚到来,你们找到了,来了,见到了你们所渴望的人。
§1236πάρεσμεν· ἀλλὰ σῖγʼ ἔχουσα πρόσμενε.
奥雷斯特斯:我们在这里;但要保持安静,在此等待。
§1237τί δʼ ἔστιν;
厄勒克特拉:怎么了?
§1238σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ.
奥雷斯特斯:保持沉默更好,免得屋里的人听见。
§1239ἀλλʼ οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν, §1240τόδε μὲν οὔ ποτʼ ἀξιώσω τρέσαι, §1241περισσὸν ἄχθος ἔνδον §1242γυναικῶν ὂν αἰεί.
厄勒克特拉:绝不,凭着永远贞洁的阿耳忒弥斯起誓,我绝不认为这值得畏惧—— 那屋子里的多余累赘,那些总是无能的女人。
§1243ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης §1244ἔνεστιν· εὖ δʼ ἔξοισθα πειραθεῖσά που.
奥雷斯特斯:然而你要注意,女人之中也存在着阿瑞斯(战斗精神);这一点你大概亲身体验过,应该很清楚。
§1245ὀτοτοτοτοῖ τοτοῖ,
厄勒克特拉:哦,哀哉!
§1246ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον, §1247οὐδέ ποτε λησόμενον ἁμέτερον §1250οἷον ἔφυ κακόν.
你带来(扔下)了无法消除的乌云,我们永远不会忘记的,那天生属于我们的灾难。

词汇与语法注释

  1. 1169τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου — 分词 θανοῦσα(死后)在性、数、格上与主句动词 ποθῶ 的主语(厄勒克特拉)一致。不定式 ἀπολείπεσθαι(被分离、落后)支配表示分离的属格 τοῦ σοῦ ... τάφου(从你的坟墓)。
  2. 1174ποῖ λόγων ἀμηχανῶν ἔλθω — 动词 ἔλθω 是第一人称单数的疑虑虚拟式(deliberative subjunctive)。属格短语 λόγων ἀμηχανῶν(匮乏/无可奈何的言词)与方向副词 ποῖ(去向何处)连用,起到了部分属格的作用,表示说话者所陷入的“言词匮乏”的境地。
  3. 1185ὡς οὐκ ἄρʼ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν — ὡς 引导感叹句,语气词 ἄra 与过去完成时 ᾔδη(作 οἶδα 的未完成过去时使用,“知道”)连用,表示突然意识到某个事实(“原来我竟不知道……”)。短语 τῶν ἐμῶν ... κακῶν 是修饰 οὐδὲν 的部分属格。
  4. 1201μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς — 现在分词 ἀλγῶν(痛苦着、因为痛苦)与具有现在完成时含义的现在时动词 ἥκω(我已经来到)的主语一致,解释了其来临的状态或原因。与格的 τοῖς ἴσοις ... κακοῖς 是由表示情感的动词(分词)ἀλγέω 支配的“原因与格”。
  5. 1217ἀλλʼ οὐκ Ὀρέστου, πλὴν λόγῳ γʼ ἠσκημένον — 前行 §1216 中的宾格名词 σῶμα(身体)在此被省略,属格 Ὀρέστου(奥雷斯特斯的)修饰这个被省略的名词。后半部分的 ἠσκημένον 是与被省略的中性单数宾格名词 σῶμα 一致的语气被动分词,并带有一个表示手段的与格 λόγῳ(用言语)。
  6. 1246ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον — 形容词 ἀνέφελον(无云的、晴朗的,即昭然若揭的)以及其后的 καταλύσιμον(可消除的)通过倒置(hyperbaton)夹着动词 ἐνέβαλες(投下),共同修饰 §1250 中的中性单数名词 κακόν(灾难)。

引用这一段

索福克勒斯, 埃勒克特拉 §1167-1250. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:1167-1250

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。