Humanitext Reader

索福克勒斯 · 埃勒克特拉 §1078-1166

奥雷斯特斯的骨灰瓮与厄勒克特拉的哀歌

第 13 段,共 17 段 · 希腊语

内容简介

歌队歌颂厄勒克特拉的高尚志向与虔敬。伪装的奥雷斯特斯到来,宣告了自己的死讯,并将装有骨灰的器皿递给厄勒克特拉,后者抱紧骨灰,唱起了极为悲痛的挽歌。

§1078οὔτε τι τοῦ θανεῖν προμηθὴς τό τε μὴ βλέπειν ἑτοίμα, §1080διδύμαν ἑλοῦσʼ Ἐρινύν·
她毫不顾虑死亡,甘愿不再看见光明(甘愿死去),决意打倒双重的复仇女神。
τίς ἂν εὔπατρις ὧδε βλάστοι;
这样高贵的女儿,还有谁能生出?
§1081οὐδεὶς τῶν ἀγαθῶν γὰρ §1082ζῶν κακῶς εὔκλειαν αἰσχῦναι θέλει §1083νώνυμος, ὦ παῖ παῖ.
因为在优秀的人中,绝无一人愿意在痛苦地活着时玷污美名,沦为无名之辈,哦,孩子,孩子啊。
§1085ὡς καὶ σὺ πάγκλαυτον αἰῶνα κοινὸν εἵλου, §1086τὸ μὴ καλὸν καθοπλίσασα, δύο φέρειν ἐν ἑνὶ λόγῳ, §1087σοφά τʼ ἀρίστα τε παῖς κεκλῆσθαι.
因此你也选择了一生充满泪水的共同命运,武装自己去对抗不美之事(不名誉),以便在一份声誉中承载两个名字:被称为一个既聪明又最优秀的女儿。
§1090ζῴης μοι καθύπερθεν §1091χειρὶ καὶ πλούτῳ τεῶν ἐχθρῶν ὅσον §1092νῦν ὑπόχειρ ναίεις·
愿你在力量和财富上,远远凌驾于你的敌人之上,正如你现在活在他们的手下一般。
§1093ἐπεί σʼ ἐφηύρηκα μοίρᾳ μὲν οὐκ ἐν ἐσθλᾷ §1095βεβῶσαν, ἃ δὲ μέγιστʼ ἔβλαστε νόμιμα, τῶνδε φερομέναν §1096ἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ.
因为我发现,你虽然并非身处美好的命运之中,但由于对宙斯的敬虔,在那些最伟大的神圣律法中,你却完成得最为出色。
§1097ἆρʼ, ὦ γυναῖκες, ὀρθά τʼ εἰσηκούσαμεν
奥雷斯特斯:哦,女人们,我们听到的指引正确吗?
§1098ὀρθῶς θʼ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;
我们是否正确地走向了我们想要去的地方?
§1100τί δʼ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει;
歌队:你探寻什么? 又因何心愿而来到此地?
§1101Αἴγισθον ἔνθʼ ᾤκηκεν ἱστορῶ πάλαι.
奥雷斯特斯:我一直在打听埃癸斯托斯住在哪里。
§1102ἀλλʼ εὖ θʼ ἱκάνεις χὠ φράσας ἀζήμιος.
歌队:你平安抵达了,而指路的人也不会受到怪罪。
§1103τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν §1104ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;
奥雷斯特斯:那么,你们中谁能去向里面的人通报我们这令人期待、结伴而至的消息?
§1105ἥδʼ, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών.
歌队:此人(指向厄勒克特拉)正是,如果应该由最亲近的人去通报。
§1106ἴθʼ, ὦ γύναι, δήλωσον εἰσελθοῦσʼ ὅτι §1107Φωκῆς ματεύουσʼ ἄνδρες Αἴγισθόν τινες,
奥雷斯特斯:去吧,妇人,进去并告知,有几位福基斯男子正在寻找埃癸斯托斯。
§1108οἴμοι τάλαινʼ, οὐ δή ποθʼ ἧς ἠκούσαμεν §1109φήμης φέροντες ἐμφανῆ τεκμήρια;
厄勒克特拉:唉,我真命苦! 你们带来的,该不会就是我们听到的那个传闻的明证吧?
§1110οὐκ οἶδα τὴν σὴν κληδόνʼ·
奥雷斯特斯:我不知道你所说的传闻。
ἀλλά μοι γέρων §1111ἐφεῖτʼ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι.
但老斯特罗菲奥斯吩咐我带来关于俄瑞斯忒斯的消息。
§1112τί δʼ ἔστιν, ὦ ξένʼ;
厄勒克特拉:那是什么,异乡人?
ὥς μʼ ὑπέρχεται φόβος.
恐惧正向我袭来。
§1113φέροντες αὐτοῦ σμικρὰ λείψανʼ ἐν βραχεῖ §1114τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.
奥雷斯特斯:如你所见,我们用这个小小的器皿带回了他死后的微薄遗骸。
§1115οἲ ʼγὼ τάλαινα, τοῦτʼ ἐκεῖνʼ ἤδη σαφὲς §1116πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι.
厄勒克特拉:哀哉,我这命苦之人,我正看着这已经昭然若揭的、捧在手前的重担(悲痛),看来确实如此。
§1117εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν, §1118τόδʼ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.
奥雷斯特斯:如果你为俄瑞斯忒斯的不幸而哀哭,须知这器皿里装的正是他的遗骨。
§1119ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε §1120κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν, §1121ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ §1122ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ.
厄勒克特拉:哦,异乡人,看在神明的份上,如果这器皿里真的藏着他,请让我把它抱在手里,好让我能和这骨灰一起,为我自己和整个家族放声痛哭,哀悼。
§1123δόθʼ, ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς §1124ἐν δυσμενείᾳ γʼ οὖσʼ ἐπαιτεῖται τάδε, §1125ἀλλʼ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν.
奥雷斯特斯:递给她吧,不管她是谁;因为她并非出于敌意而请求此事,而定是他的某位朋友或血肉至亲。
§1126ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ §1127ψυχῆς Ὀρέστου λοιπόν, ὥς σʼ ἀπʼ ἐλπίδων §1128οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.
厄勒克特拉:哦,对我而言最亲爱之人的遗存,俄瑞斯忒斯灵魂的余留,我是带着何等不同的希望将你送走,而如今又将你接回啊!
§1129νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν, §1130δόμων δέ σʼ, ὦ παῖ, λαμπρὸν ἐξέπεμψʼ ἐγώ.
因为现在,我手中抱着的你,已是化为虚无,而我当年把你从这宅子里送走时,孩子啊,你是多么荣耀。
§1131ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον, §1132πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν §1133κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,
但愿我早已离世,在我用这双手把你送往异乡、将你偷偷带走、救你免于死难之前。
§1134ὅπως θανὼν ἔκεισο τῇ τόθʼ ἡμέρᾳ, §1135τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος.
那样,你就会在那一天死去并躺下,在父亲的坟墓中分得一块共有之地。
§1136νῦν δʼ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς §1137κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,
而如今,在宅第之外,在异乡的土地上成为逃亡者,你悲惨地死去了,远离了你的姐姐。
§1138κοὔτʼ ἐν φίλαισι χερσὶν ἡ τάλαινʼ ἐγὼ §1139λουτροῖς σʼ ἐκόσμησʼ οὔτε παμφλέκτου πυρὸς §1140ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,
我这命苦之人,既不能用亲爱之手为你洗净、装殓,也不能从熊熊烈火中收起你那悲哀的遗骨(重担),正如应做的那样。
§1141ἀλλʼ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλας §1142σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.
相反,你在异乡人的手中被安葬,可怜的人,你如今回来,成了这小小容器里的小小一团。
§1143οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς §1144ἀνωφελήτου, τὴν ἐγὼ θάμʼ ἀμφὶ σοὶ
唉,我真命苦,白白付出了我当年对你的养育之恩!
§1145πόνῳ γλυκεῖ παρέσχον·
我曾经常为你付出甘甜的劳苦。
οὔτε γάρ ποτε §1146μητρὸς σύ γʼ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος, §1147οὔθʼ οἱ κατʼ οἶκον ἦσαν, ἀλλʼ ἐγὼ τροφός, §1148ἐγὼ δʼ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.
因为你从来不曾爱你的母亲胜过爱我,宅第里的其他人也不是你的养育者,唯有我是你的乳母,我也总是被你唤作“姐姐”。
§1149νῦν δʼ ἐκλέλοιπε ταῦτʼ ἐν ἡμέρᾳ μιᾷ §1150θανόντι σὺν σοί·
而如今,这些都在一天之内,随着你的死而全部消失了。
πάντα γὰρ συναρπάσας §1151θύελλʼ ὅπως βέβηκας.
因为你像狂风一样,卷走了一切便离去了。
οἴχεται πατήρ· §1152τέθνηκʼ ἐγὼ σοί· φροῦδος αὐτὸς εἶ θανών·
父亲已经不在了;我因你而死;你自己也在死中消逝了。
§1153γελῶσι δʼ ἐχθροί· μαίνεται δʼ ὑφʼ ἡδονῆς §1154μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις
敌人嘲笑;那个不配当母亲的母亲高兴得发狂。
§1155φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος §1156τιμωρὸς αὐτός.
对于她,你曾经常常秘密地向我送来口信,说你必会亲自出现来进行复仇。
ἀλλὰ ταῦθʼ ὁ δυστυχὴς §1157δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,
然而,你我那不幸的命运(神灵)却夺走了这一切。
§1158ὅς σʼ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης §1159μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.
它送回给我的,不是你那最亲爱的容颜,而是这骨灰和无用的影子。
§1160οἴμοι μοι.
哀哉,哀哉。
§1161ὦ δέμας οἰκτρόν.
哦,哀怜的躯体。
φεῦ φεῦ.
唉,唉。
§1162ὦ δεινοτάτας, οἴμοι μοι, §1163πεμφθεὶς κελεύθους, φίλταθʼ, ὥς μʼ ἀπώλεσας·
哦,走上了最可怕的旅途,最爱的人啊,你如何将我毁灭!
§1164ἀπώλεσας δῆτʼ, ὦ κασίγνητον κάρα.
你确实毁灭了我,哦,亲爱的弟弟的头颅。
§1165τοιγὰρ σὺ δέξαι μʼ ἐς τὸ σὸν τόδε στέγος, §1166τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω
所以,请你收容我到你这小小的居所里,将这化为虚无的我,送入虚无之中的你,好让我在地下与你相伴。

词汇与语法注释

  1. 1080διδύμαν ἑλοῦσʼ Ἐρινύν — 分词 ἑλοῦσα(αἱρέω 的不定过去时主动分词阴性单数)可意为“捕捉、打倒”或“选择”。在此语境下,是指厄勒克特拉决意去战胜或直面“双重的复仇女神”(暗指克律索忒弥斯和埃癸斯托斯)。
  2. 1086δύο φέρειν ἐν ἑνὶ λόγῳ — 不定式 φέρειν 在此作为目的或结果不定式,用以说明在单一的声誉(λόγῳ)中承载两项名号(“明智的”与“最优秀的”)这一目的。
  3. 1115τοῦτʼ ἐκεῖνʼ — 这是 τοῦτο ἐκεῖνο(指示代词的组合)的融合表现,用于剧作中表达强烈的确认或预期的应验:“正是那个(我所惧怕的事物)”。
  4. 1131ὡς ὤφελον — 助动词性质的 ὤφελον(ὀφείλω 的不定过去时,常伴随 ὡς 或 εἴθε)与不定式(ἐκλιπεῖν)连用,构成了表达过去无法实现的强烈愿望的典型句式:“要是(我早已离世)就好了”。
  5. 1166τὴν μηδὲν εἰς τὸ μηδέν — 在此,阴性单数宾格的 τὴν μηδέν(指代“化为虚无、微不足道的我”)与中性单数宾格的 τὸ μηδέν(指代“已不存在、化为虚无的你”)形成鲜明对比,极度悲切地表达了厄勒克特拉与死者的悲剧性同化。

引用这一段

索福克勒斯, 埃勒克特拉 §1078-1166. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:1078-1166

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。