§641ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών.
要么将我驱逐出祖国,要么将我逮捕并处死。
§642ξύμφημι·
我承认。
δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς §643εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.
因为,我的妻子,我发现他正图谋不轨,用卑劣的手法企图加害我的身体,因而被我抓获。
愿我得不到任何福祉,反受诅咒而死,如果我真的做了任何你指控我所做的事。
§646ὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε, §647μάλιστα μὲν τόνδʼ ὅρκον αἰδεσθεὶς θεῶν, §648ἔπειτα κἀμὲ τούσδε θʼ οἳ πάρεισί σοι.
噢,凭神明起誓,相信这番话吧,奥狄浦斯,首先应当敬重这向神明许下的誓言,其次是敬重我,以及在你面前的这些人们。
§649πιθοῦ θελήσας φρονήσας τʼ, ἄναξ, λίσσομαι.
恳请您顺从、情愿并理智地听从吧,王啊。
§650τί σοι θέλεις δῆτʼ εἰκάθω;
那么,你究竟想要我为你退让什么?
§651τὸν οὔτε πρὶν νήπιον νῦν τʼ ἐν ὅρκῳ μέγαν καταίδεσαι.
敬重他吧,他以前并不愚蠢,而今因誓言而变得伟大。
§652οἶσθʼ οὖν ἃ χρῄζεις;
那么,你知道你所要求的是什么吗?
§653οἶδα.
我知道。
§654φράζε δὴ τί φής.
那么,请说出你的意思。
绝不要把凭誓言约束的友人,因没有明证的传闻而判定为不名誉并加以驱逐。
那么,你且看清楚:当你提出这个要求时,你实际上是在企图毁灭我,或是要把我驱逐出这片土地。
ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον §662ὀλοίμαν, φρόνησιν εἰ τάνδʼ ἔχω.
如果我有这种想法,愿我落得神憎友弃、最悲惨地死去。
§665ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς §666τρύχει ψυχάν, τάδʼ εἰ κακοῖς κακὰ §667προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.
然而,对我这个不幸之人来说,这日益衰落的大地折磨着我的心灵,如果本已存在的灾难中,还要加上你们二人之间产生的争端。
那就让他走吧,即使我必须彻底死去,或是必须在耻辱中被强行驱逐出这片土地。
因为我所同情的是你的、而不是他的哀怜之声;至于他,无论走到哪里,都将被憎恨。
§673στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δʼ, ὅταν §674θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις §675αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν.
显然,你退让时充满怨恨,而在你的怒气越过极限时又显得暴烈;而这样的性格对自己而言自然也是最难忍受的痛苦。
§676οὔκουν μʼ ἐάσεις κἀκτὸς εἶ;
那么你还不放我走,让我离开吗?
§679γύναι, τί μέλλεις κομίζειν δόμων τόνδʼ ἔσω;
夫人,您为何还迟迟不把这个人带进宫内去?
§680μαθοῦσά γʼ ἥτις ἡ τύχη.
待我了解清楚发生了什么事。
§681δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ ʼνʼδικον.
因无端的猜疑而起口舌之争,而那不公正的指控也同样伤人。
§682ἀμφοῖν ἀπʼ αὐτοῖν;
是他们双方都有吗?
§683ναίχι.
是的。
§684καὶ τίς ἦν λόγος;
那么,究竟是什么言语?
足够了,对我来说足够了,在这国家已经受苦之时,似乎最好让这争执就在停息之处停止。
你看你走到了什么地步,尽管你是个心存善意的人,却在回避我的利益并试图消磨我的决心?
§690ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον, §691ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα §692πεφάνθαι μʼ ἄν, εἴ σʼ ἐνοσφιζόμαν, §693ὅς τʼ ἐμὰν γᾶν φίλαν ἐν πόνοις §695ἀλύουσαν κατʼ ὀρθὸν οὔρισας, §696τανῦν τʼ εὔπομπος, ἂν γένοιο.
王啊,我已经说过不止一次,须知,若我背弃了您,我便显出自己是狂乱无知、毫无良策之人,您曾在我们亲爱的土地面临苦难飘泊迷茫之时,引导它走上了正轨,愿您如今再次成为我们得力的引路人。
凭神明起誓,王啊,也请告诉我,您究竟是为了什么对这件事情怀有如此巨大的怒火。
我会说的;因为比起这些人,我更敬重你,我的妻子;这是因为克瑞翁,以及他对我所策划的那些阴谋。
§702λέγʼ, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.
请说吧,如果你能指明他并说清这场争执是为了什么。
§703φονέα με φησὶ Λαΐου καθεστάναι.
他说我是杀害赖伊斯的凶手。
§704αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;
是他自己知情,还是从别人那里听来的?
而是派来了一个恶毒的预言家;至于他自己,则使他自己的嘴巴完全免于指责。
§707σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι §708ἐμοῦ ʼπάκουσον, καὶ μάθʼ οὕνεκʼ ἐστί σοι §709βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης.
那么,对于你刚才说的事,你现在大可不必介怀,听我一言,并了解:对你来说,凡人之中没有任何人能掌握预言的法术。
§710φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα.
我将向你展示关于这些事情的简短证据。
§711χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτʼ, οὐκ ἐρῶ §712Φοίβου γʼ ἄπʼ αὐτοῦ, τῶν δʼ ὑπηρετῶν ἄπο, §713ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν, §714ὅστις γένοιτʼ ἐμοῦ τε κἀκείνου πάρα.
昔日曾有神谕传给赖伊斯,我不会说是来自福波斯本人,而是来自他的侍从,说命运将使他死于一个孩子之手,那孩子将是由我和他所生。
§715καὶ τὸν μέν, ὥσπερ γʼ ἡ φάτις, ξένοι ποτὲ §716λῃσταὶ φονεύουσʼ ἐν τριπλαῖς ἁμαξιτοῖς· §717παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι §718τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν §719ἔρριψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος.
然而关于他,正如传闻所说,昔日异国的盗贼在三岔路口将他杀害;至于那个孩子,在他出生后还不到三天,赖伊斯便将他的双脚关节缚在一起,假手他人扔到了荒无人烟的山上。
§720κἀνταῦθʼ Ἀπόλλων οὔτʼ ἐκεῖνον ἤνυσεν §721φονέα γενέσθαι πατρὸς οὔτε Λάϊον §722τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν.
在那里,阿波罗既没有让那个孩子成为杀害父亲的凶手,也没有让赖伊斯死于他所惧怕的孩子之手。
ὧν γὰρ ἂν θεὸς §725χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ.
因为凡是神明探寻并需要的,他自己很容易就会显现。
妻子啊,听到你刚才的话,我的心灵竟产生如此的迷茫,思绪如此剧烈地动荡!
§728ποίας μερίμνης τοῦθʼ ὑποστραφεὶς λέγεις;
是因为什么忧虑,让你如此转过念头来说这话?
§729ἔδοξʼ ἀκοῦσαι σοῦ τόδʼ, ὡς ὁ Λάϊος
我好似听你说道,赖伊斯他……