Humanitext Reader

索福克勒斯 · 俄狄浦斯王 §569-640

克瑞翁的辩驳与伊奥卡斯特的调解

第 8 段,共 19 段 · 希腊语

内容简介

克瑞翁向奥狄浦斯逻辑清晰地解释自己并无篡位动机,并驳斥了无端的指控。然而奥狄浦斯怒气未消,二人争执愈演愈烈,此时伊奥卡斯特出面干预。

§569οὐκ οἶδʼ·
我不知道。
ἐφʼ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.
因为在我无法理解的事上,我习惯保持沉默。
§570τοσόνδε γʼ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν.
至少这件事情你是知道的,如果你有理智,你就该说出来。
§571ποῖον τόδʼ;
这是什么事?
εἰ γὰρ οἶδά γʼ, οὐκ ἀρνήσομαι.
因为如果我知道,我就不会否认。
§572ὁθούνεκʼ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδʼ ἐμὰς §573οὐκ ἄν ποτʼ εἶπε Λαΐου διαφθοράς.
也就是说,如果他没有与你勾结,他就绝不会说出是我杀害了赖伊斯。
§574εἰ μὲν λέγει τάδʼ, αὐτὸς οἶσθʼ· ἐγὼ δὲ σοῦ §575μαθεῖν δικαιῶ ταὔθʼ ἅπερ κἀμοῦ σὺ νῦν.
如果他是这么说的,你自然最清楚;但我认为,我有权像你现在盘问我一样,向你询问同样的事情。
§576ἐκμάνθανʼ·
尽管去问吧。
οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.
因为我绝不会被证实是杀人凶手。
§577τί δῆτʼ; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;
那么,你娶了我的姐姐做妻子,对吗?
§578ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.
你所问的事,无可否认。
§579ἄρχεις δʼ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;
你统治着这片土地,与她平分秋色,对吗?
§580ἃν ᾖ θέλουσα πάντʼ ἐμοῦ κομίζεται.
凡是她想要的,从我这里都能得到。
§581οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;
那么,我作为第三者,难道不与你们二位同等吗?
§582ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.
恰恰在这点上,你显出了你是一个恶劣的朋友。
§583οὔκ, εἰ διδοίης γʼ ὡς ἐγὼ σαυτῷ λόγον.
并非如此,如果你能像我一样,给自己算一笔明白账。
§584σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τινʼ ἂν δοκεῖς §585ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ §586ἄτρεστον εὕδοντʼ, εἰ τά γʼ αὔθʼ ἕξει κράτη.
首先想一想这件事:如果能拥有同样的统治权,你认为有谁会宁愿在恐惧中进行统治,也不愿安然入睡呢?
§587ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἱμείρων ἔφυν §588τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν, §589οὔτʼ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.
就我而言,我天生既没有渴望成为君王,也更愿行使君王的实权,任何懂得理智行事的人也是如此。
§590νῦν μὲν γὰρ ἐκ σοῦ πάντʼ ἄνευ φόβου φέρω, §591εἰ δʼ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.
因为现在我从你这里获得了一切而无需恐惧,但如果我自己统治,我就必须违背心愿去做许多事情。
§592πῶς δῆτʼ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν §593ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;
那么,对我来说,占有王位又怎能比毫无痛苦的权位和势力更令人感到甜蜜?
§594οὔπω τοσοῦτον ἠπατημένος κυρῶ §595ὥστʼ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά.
我还没有被蒙蔽到这种地步,以至于去追求那些除了有利可图的美事以外的其他东西。
§596νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται, §597νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με· §598τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθʼ ἔνι.
现在人人都向我致意,人人都欢迎我,现在那些有求于你的人都来拜访我;因为对他们来说,能否如愿以偿全都取决于此。
§599πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμʼ ἀφεὶς τάδε;
那么,我怎能放弃这些而去夺取那个呢?
§600οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν.
一个通达事理的心灵绝不会变得阴险恶毒。
§601ἀλλʼ οὔτʼ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν §602οὔτʼ ἂν μετʼ ἄλλου δρῶντος ἂν τλαίην ποτέ.
但我天生就不喜爱这种阴谋,也绝不能容忍与任何实行此事的人联手。
§603καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰὼν §604πεύθου τὰ χρησθέντʼ εἰ σαφῶς ἤγγειλά σοι·
作为这些话的证据,首先你可以去普托,查问我是否把神谕准确地传达给了你。
§605τοῦτʼ ἄλλʼ, ἐάν με τῷ τερασκόπῳ λάβῃς §606κοινῇ τι βουλεύσαντα, μή μʼ ἁπλῇ κτάνῃς §607ψήφῳ, διπλῇ δέ, τῇ τʼ ἐμῇ καὶ σῇ, λαβών·
其次,如果你发现我与那预言家有过任何共同的密谋,那就别只凭一票杀我,而是要用双重选票,也就是加上我自己的和你的一起。
§608γνώμῃ δʼ ἀδήλῳ μή με χωρὶς αἰτιῶ.
但千万不要凭着无凭无据的猜测,就私自指控我。
§609οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην §610χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς.
因为无端把恶人当作好人,或者把好人当作恶人,都是不公正的。
§611φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω §612καὶ τὸν παρʼ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ.
我认为,抛弃一个忠实的朋友,就等同于抛弃自己最珍爱的生命。
§613ἀλλʼ ἐν χρόνῳ γνώσει τάδʼ ἀσφαλῶς, ἐπεὶ §614χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος· §615κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.
但随着时间流逝,你会确切地明白这些,因为只有时间才能显明一个公正的人,而恶人,你只需一天便能看穿。
§616καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν, §617ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.
王啊,对一个小心防范跌倒的人来说,他这番话说得好;因为急于下结论的人并不可靠。
§618ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ §619χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν·
当暗中策划阴谋的人迅速逼近时,我也必须迅速谋划对策。
§620εἰ δʼ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν §621πεπραγμένʼ ἔσται, τἀμὰ δʼ ἡμαρτημένα.
如果我静静等待,他的事情就得逞了,而我的事情则功败垂成。
§622τί δῆτα χρῄζεις;
那么,你想怎么样?
ἦ με γῆς ἔξω βαλεῖν;
把我逐出这个国家吗?
§623ἥκιστα·
绝非如此。
θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.
我要你死,而不是逃亡。
§624ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν.
好让你先展示一下,嫉妒到底是怎样的一回事。
§625ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις;
你说话的样子,好似既不愿顺从也不愿相信?
§626οὐ γὰρ φρονοῦντά σʼ εὖ βλέπω.
因为我看出你并不理智。
§626aτὸ γοῦν ἐμόν.
至少在关乎我自己的利益上我是理智的。
§627ἀλλʼ ἐξ ἴσου δεῖ κἀμόν.
但你也应当同样考虑我的利益。
§627aἀλλʼ ἔφυς κακός.
但你天生就是个恶人。
§628εἰ δὲ ξυνίης μηδέν;
万一你其实什么都不明白呢?
§628aἀρκτέον γʼ ὅμως.
哪怕如此,我也必须统治。
§629οὔτοι κακῶς γʼ ἄρχοντος.
如果统治得不好,那就不行。
§629aὦ πόλις πόλις.
噢,城邦啊,城邦!
§630κἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ.
我在这城邦中也有一份,不仅仅属于你一人。
§631παύσασθʼ, ἄνακτες·
两位主公,请住口吧!
καιρίαν δʼ ὑμῖν ὁρῶ §632τήνδʼ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθʼ ἧς §633τὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών.
我正好看见伊奥卡斯特从宫殿里走出来,与她一起,你们理应把眼前的这场争端妥善解决。
§634τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν §635γλώσσης ἐπήρασθʼ οὐδʼ ἐπαισχύνεσθε γῆς
可怜的人啊,你们为何挑起这无聊的口角之争?
§636οὕτω νοσούσης ἴδια κινοῦντες κακά;
难道你们不觉得羞耻吗,在这土地如此多灾多难之际,竟然还要挑起私人的恩怨?
§637οὐκ εἶ σύ τʼ οἴκους σύ τε, Κρέων, κατὰ στέγας, §638καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγʼ οἴσετε;
你回宫里去吧,克瑞翁,你也回你府上,不要把微不足道的痛苦扩大成天大的灾祸。
§639ὅμαιμε, δεινά μʼ Οἰδίπους ὁ σὸς πόσις §640δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν
胞姐,你的丈夫奥狄浦斯认为对我施加可怕的惩罚是公正的,他要在两项祸害中让我选择其一。

词汇与语法注释

  1. 572τάσδʼ ἐμὰς ... Λαΐου διαφθοράς — 所有形容词 ἐμὰς 充当名词 διαφθοράς 的施事修饰语(主格性属格),意为“我所犯下的杀害赖伊斯之罪”。
  2. 583εἰ διδοίης γʼ ὡς ἐγὼ σαυτῷ λόγον — 惯用短语 λόγον διδόναι σαυτῷ 意为“给自己一个交代”或“自己理智地思考”。带 εἰ 的希求法 διδοίης 表示假设性条件。
  3. 584εἴ τινʼ ἂν δοκεῖς / ἄρχειν ἑλέσθαι ... εἰ τά γʼ αὔθʼ ἕξει κράτη — 由 εἰ(是否)引导的间接疑问从句中的语气小词 ἂν 修饰不定式 ἑλέσθαι,构成潜在不定式(“会选择”)。句末的 εἰ ... ἕξει 是将来直陈语气的条件从句,意为“如果将拥有同样的权力”。
  4. 624ὡς ἂν προδείξῃς — 连词 ὡς ἂν 引导接虚拟语气 προδείξῃς 的目的从句,意为“为了让你表明”。它承接前句关于希望对方死去的意图。

引用这一段

索福克勒斯, 俄狄浦斯王 §569-640. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg004.humanitext-grc2:569-640

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。