Humanitext Reader

索福克勒斯 · 俄狄浦斯王 §485-568

歌队的忠诚与克瑞翁的申辩

第 7 段,共 19 段 · 希腊语

内容简介

歌队对针对奥狄浦斯的指控表示怀疑并坚持对他的忠诚。随后克瑞翁登场抗议叛国的罪名,并在奥狄浦斯现身后与他展开了激烈的交锋。

§485οὔτε δοκοῦντʼ οὔτʼ ἀποφάσκονθʼ· ὅ τι λέξω δʼ ἀπορῶ.
既不赞同也不否认;我正不知该说什么才好。
§486πέτομαι δʼ ἐλπίσιν οὔτʼ, ἐνθάδʼ ὁρῶν οὔτʼ ὀπίσω.
我心怀希冀而起伏不定,既看不清当下也看不清未来。
§487τί γὰρ ἢ Λαβδακίδαις §490ἢ τῷ Πολύβου νεῖκος ἔκειτʼ, οὔτε πάροιθέν ποτʼ ἔγωγʼ §491ἔμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳ §492ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμʼ Οἰδιπόδα Λαβδακίδαις §495ἐπίκουρος ἀδήλων θανάτων.
因为在拉布达科斯的一族与波吕玻斯之子之间曾有什么恩怨,我以前从未听说过,以此作为试金石去验证,去挑战奥狄浦斯那家喻户晓的名声,并作为拉布达科斯一族的助力,去查清那悬而未决的命案。
§496ἀλλʼ ὁ μὲν οὖν Ζεὺς ὅ τʼ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν §500εἰδότες· ἀνδρῶν δʼ ὅτι μάντις πλέον ἢ ʼγὼ φέρεται, §501κρίσις οὔκ ἔστιν ἀλαθής· σοφίᾳ δʼ ἂν σοφίαν §502παραμείψειεν ἀνήρ.
然而,宙斯与阿波罗确实是睿智的,通晓凡间之事;但在凡人之中,预言家比我获得更多,并非确凿的结论;尽管一个人的智慧在智谋上可能会超越另一个。
§505ἀλλʼ οὔποτʼ ἔγωγʼ ἄν, πρὶν ἴδοιμʼ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην.
但在我亲眼见到被证实的真话之前,我决不赞同那些指责他的人。
§506φανερὰ γὰρ ἐπʼ αὐτῷ, πτερόεσσʼ ἦλθε κόρα §510ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θʼ ἁδύπολις τῷ ἀπʼ ἐμᾶς §511φρενὸς οὔποτʼ ὀφλήσει κακίαν.
因为曾经那翼之少女显现在他面前,他展现了智慧,经受了考验,成为城邦所钟爱之人;因此在我的心中,他绝不会背负恶名。
§513ἄνδρες πολῖται, δείνʼ ἔπη πεπυσμένος §514κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν, §515πάρειμʼ ἀτλητῶν.
市民同胞们,听闻了那可怕的话语,说统治者奥狄浦斯正在指控我,我因无法忍受而来到这里。
εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς §516ταῖς νῦν νομίζει πρός γʼ ἐμοῦ πεπονθέναι §517λόγοισιν εἴτʼ ἔργοισιν εἰς βλάβην φέρον, §518οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος, §519φέροντι τήνδε βάξιν.
因为如果在这当下的灾难中,他认为自己因我而遭受了伤害,无论是言辞还是行动,带来了损害,我确实对长寿再无渴望,如果背负着这样的罪名。
οὐ γὰρ εἰς ἁπλοῦν §520ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει, §521ἀλλʼ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει, §522κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.
因为这一指责带来的损失对我而言并非微不足道,而是极其重大,如果我在城邦里被称为恶人,被你和朋友们称为恶人。
§523ἀλλʼ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχʼ ἂν §524ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.
但是,这个非议来到,或许更多是由于愤怒的驱使,而非出于理智的判断。
§525τοὔπος δʼ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι §526πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;
但那话是怎么传出来的,说是因为听信了我的主张,预言家才说出了那些虚伪之辞?
§527ηὐδᾶτο μὲν τάδʼ, οἶδα δʼ οὐ γνώμῃ τίνι.
确实有人这么说,但我不知道是出于何种心思。
§528ἐξ ὀμμάτων δʼ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς §529κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;
他是用那理智的眼神和清醒的心智,来对我提出这番指控的吗?
§530οὐκ οἶδʼ· ἃ γὰρ δρῶσʼ, οἱ κρατοῦντες οὐχ ὁρῶ.
我不知道;因为统治者们所做的事,我并不去看。
§531αὐτὸς δʼ ὅδʼ ἤδη δωμάτων ἔξω περᾷ.
看,他本人正从屋里走出来。
§532οὗτος σύ, πῶς δεῦρʼ ἦλθες;
喂,你这家伙,怎么敢到这里来?
ἦ τοσόνδʼ ἔχεις §533τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας §534ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς §535λῃστής τʼ ἐναργὴς τῆς ἐμῆς τυραννίδος;
难道你竟有如此厚颜无耻,竟敢来到我的居所,你明明是这个男人的杀人凶手,又是我王位的昭然盗贼?
§536φέρʼ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν §537ἰδών τινʼ ἔν μοι ταῦτʼ ἐβουλεύσω ποεῖν;
来,因神之名告诉我,你是因为在我身上看到了怯懦还是愚蠢,才策划了这样的勾当?
§538ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε §539δόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών;
或者你以为,当这诡计悄悄逼近时我不会察觉,或者就算知道了,也不会去防备它吗?
§540ἆρʼ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου, §541ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα §542θηρᾶν, ὃ πλήθει χρήμασίν θʼ ἁλίσκεται;
你的这一尝试难道不愚蠢吗,既没有群众多助,又没有朋友,却想去猎取那王位,而王位本是要靠人多和钱财才能夺取的。
§543οἶσθʼ ὡς πόησον;
你知道你该怎么做吗?
ἀντὶ τῶν εἰρημένων §544ἴσʼ ἀντάκουσον, κᾆτα κρῖνʼ αὐτὸς μαθών.
代替你刚才所说的话,且听听平等的答复,然后听明白后由你自己去判断。
§545λέγειν σὺ δεινός, μανθάνειν δʼ ἐγὼ κακὸς §546σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σʼ ηὕρηκʼ ἐμοί.
你倒是擅长雄辩,而我却不善于从你那里听信什么;因为我已经发现你对我充满敌意且是个累赘。
§547τοῦτʼ αὐτὸ νῦν μου πρῶτʼ ἄκουσον ὡς ἐρῶ.
这件事情,现在首先听听我将如何说明。
§548τοῦτʼ αὐτὸ μή μοι φράζʼ, ὅπως οὐκ εἶ κακός.
唯独这件事情别对我解释——你不是个恶人。
§549εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν §550εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.
如果你以为,固执己见是缺乏理智的一种财富,那你的想法可就不对了。
§551εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς §552δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.
如果你以为,伤害自己的至亲却可以逃脱惩罚,那你的想法可就不明智了。
§553ξύμφημί σοι ταῦτʼ ἔνδικʼ εἰρῆσθαι· τὸ δὲ §554πάθημʼ ὁποῖον φὴς παθεῖν, δίδασκέ με.
我承认你这些话说得合乎公道;但是,你所说遭受的伤害到底是什么,请指教我。
§555ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μʼ ἐπὶ §556τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;
你当初到底有没有说服我,说我应该去派人请那位德高望重的预言家来?
§557καὶ νῦν ἔθʼ αὑτός εἰμι τῷ βουλεύματι.
直到现在,我依然坚持那个主张。
§558πόσον τινʼ ἤδη δῆθʼ ὁ Λάϊος χρόνον §559δέδρακε ποῖον ἔργον;
那么,赖伊斯到底有多久了,做了什么事?
οὐ γὰρ ἐννοῶ.
我不太明白。
§560ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;
因致命的暴力袭击而消失于世?
§561μακροὶ παλαιοί τʼ ἂν μετρηθεῖεν χρόνοι.
若要衡量,那已经过去漫长而久远的岁月了。
§562τότʼ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;
那么在那个时候,这位预言家就已经在从业了吗?
§563σοφός γʼ ὁμοίως κἀξ ἴσου τιμώμενος.
是的,他同样充满智慧,且受到同等的尊敬。
§564ἐμνήσατʼ οὖν ἐμοῦ τι τῷ τότʼ ἐν χρόνῳ;
那么在那个时候,他可曾提到过我的任何事情?
§565οὔκουν ἐμοῦ γʼ ἑστῶτος οὐδαμοῦ πέλας.
至少在我在场的时候,绝没有过。
§566ἀλλʼ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε;
难道你们没有对那桩谋杀案进行过调查吗?
§567παρέσχομεν, πῶς δʼ οὐχί;
我们调查过,怎么会没有呢?
κοὐκ ἠκούσαμεν.
但什么也没听到。
§568πῶς οὖν τόθʼ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;
那么当时,这位聪明的预言家为什么不说出今天这些话呢?

词汇与语法注释

  1. 491πρὸς ὅτου — 关系代词 `ὅτου`(`ὅστις` 的属格)以前文的“恩怨(`νεῖκος`)”或其原因作为先行词。意为“以该恩怨作为试金石(`βασάνῳ`)进行验证(`βασανίζων`)”,这表明歌队没有足够的确凿证据去质疑奥狄浦斯的声誉。

引用这一段

索福克勒斯, 俄狄浦斯王 §485-568. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg004.humanitext-grc2:485-568

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。