Humanitext Reader

索福克勒斯 · 俄狄浦斯王 §402-483

泰瑞西阿斯的严酷预言与歌队的惊慌

第 6 段,共 19 段 · 希腊语

内容简介

泰瑞西阿斯在揭示奥狄浦斯悲惨的命运以及他杀父娶母的惊人真相后愤然离去。随后,歌队歌唱着神谕对凶手的追击,并对预言家可怕的断言表达了深切的惶恐与困惑。

§402ἀγηλατήσειν·
“要把我放逐。
εἰ δὲ μὴ ʼδόκεις γέρων §403εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.
如果你看起来不是个老人,你早已通过痛苦的惩罚,明白你所谋划的是什么了。
§404ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδʼ ἔπη §405ὀργῇ λελέχθαι καὶ τά σʼ, Οἰδίπους, δοκεῖ, §406δεῖ δʼ οὐ τοιούτων, ἀλλʼ ὅπως τὰ τοῦ θεοῦ §407μαντεῖʼ ἄριστα λύσομεν, τόδε σκοπεῖν.
” “在我们看来,这个人的话和你的话,奥狄浦斯,似乎都是在愤怒中说出的;但现在不需要这样的话,而是应当考虑如何将神的预言做最好的解答。
§408εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν §409ἴσʼ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ.
” “即使你是君王,至少平等回话的同等权利也应当保障;因为在这一点上我也做得了主。
§410οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ· §411ὥστʼ οὐ Κρέοντος προστάτου γεγράψομαι.
因为我绝不是作为你的奴隶而活,而是侍奉洛克西阿斯;因此我也无需登记在克瑞翁的名下作为我的保护人。
§412λέγω δʼ, ἐπειδὴ καὶ τυφλόν μʼ ὠνείδισας· §413σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵνʼ εἶ κακοῦ, §414οὐδʼ ἔνθα ναίεις, οὐδʼ ὅτων οἰκεῖς μέτα.
” “我且对你说,既然你也用瞎子来羞辱我:你虽有双眼,却看不清自己身处何等灾祸之中,看不清自己住在哪里,也看不清自己在与谁共同生活。
§415ἆρʼ οἶσθʼ ἀφʼ ὧν εἶ;
你知道你源于谁吗?
καὶ λέληθας ἐχθρὸς ὢν §416τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω, §417καί σʼ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς §418ἐλᾷ ποτʼ ἐκ γῆς τῆσδε δεινόπους ἀρά, §419βλέποντα νῦν μὲν ὄρθʼ, ἔπειτα δὲ σκότον.
你已经不知不觉中成了仇敌,对你自己在阴间的以及在地上阳间的亲人而言,而来自你母亲与你父亲的双重打击之恐怖毒咒,终有一天会用可怕的脚步将你逐出这片土地,让你这如今眼亮之人,届时只看见一片黑暗。
§420βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν, §421ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,
到那时,你的哀号声中,有什么地方不是港湾,有什么样的基泰戎山不会很快与之共鸣呢?
§422ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις §423ἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών;
当你领悟了那婚礼之歌,你在自己屋里顺风驶入的,其实是那无处停靠的险恶之港?
§424ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν, §425ἅ σʼ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις.
你还没有察觉到那无数的其他灾祸,它们将把你,降到与你自身、以及与你子女同等的境地。
§426πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα §427προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν §428κάκιον ὅστις ἐκτριβήσεταί ποτε.
既然如此,你就把克瑞翁和我的口都尽情作践吧;因为在凡人之中,没有任何人会比你遭受更悲惨的毁灭。
§429ἦ ταῦτα δῆτʼ ἀνεκτὰ πρὸς τούτου κλύειν;
” “难道从这个人口中听取这些话,是真的可以容忍吗?
§430οὐκ εἰς ὄλεθρον;
滚去毁灭吧!
οὐχὶ θᾶσσον;
还不快滚!
οὐ πάλιν §431ἄψορρος οἴκων τῶνδʼ ἀποστραφεὶς ἄπει;
还不转身从这座宅邸退回去离开!
§432οὐδʼ ἱκόμην ἔγωγʼ ἄν, εἰ σὺ μὴ ʼκάλεις.
” “如果不是你召见,我根本连来都不会来。
§433οὐ γάρ τί σʼ ᾔδη μῶρα φωνήσοντʼ, ἐπεὶ §434σχολῇ σʼ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.
” “因为我可不知道你会说出如此愚蠢的话,否则我绝不会轻易把你请到我家里来。
§435ἡμεῖς τοιοίδʼ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ, §436μῶροι, γονεῦσι δʼ, οἵ σʼ ἔφυσαν, ἔμφρονες.
” “我们生来便是如此:在你看来也许是个愚人,但在生下你的父母眼中,却是聪明人。
§437ποίοισι;
” “什么父母?
μεῖνον, τίς δέ μʼ ἐκφύει βροτῶν;
站住! 凡人中究竟是谁生了我?
§438ἥδʼ ἡμέρα φύσει σε καὶ διαφθερεῖ.
” “今天这一天,将赋予你生命,也将使你毁灭。
§439ὡς πάντʼ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.
” “你说的每一句话都是那么充满谜题,晦涩难懂。
§440οὔκουν σὺ ταῦτʼ ἄριστος εὑρίσκειν ἔφυς;
” “难道你不是天生最擅长解开这些谜题的吗?
§441τοιαῦτʼ ὀνείδιζʼ, οἷς ἔμʼ εὑρήσεις μέγαν.
” “你就拿这些话来羞辱我吧,在这些事上,你会发现我是伟大的。
§442αὕτη γε μέντοι σʼ ἡ τύχη διώλεσεν.
” “然而,正是这幸运毁灭了你。
§443ἀλλʼ εἰ πόλιν τήνδʼ ἐξέσωσʼ, οὔ μοι μέλει.
” “但如果我拯救了这座城邦,我就不在乎别的。
§444ἄπειμι τοίνυν·
” “那么我要走了。
καὶ σύ, παῖ, κόμιζέ με.
孩子,带我离开吧。
§445κομιζέτω δῆθʼ·
” “确实该让他带你走。
ὡς παρὼν σύ γʼ ἐμποδὼν §446ὀχλεῖς, συθείς τʼ ἂν οὐκ ἂν ἀλγύνοις πλέον.
你站在这里,就是个绊脚石,令人心烦;要是你走了,就再不能让我痛苦了。
§447εἰπὼν ἄπειμʼ ὧν οὕνεκʼ, ἦλθον, οὐ τὸ σὸν §448δείσας πρόσωπον· οὐ γὰρ ἔσθʼ ὅπου μʼ ὀλεῖς.
” “我说完了我来此的目的就会走,绝不害怕你的脸色;因为你没有任何办法能毁灭我。
§449λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον, ὃν πάλαι §450ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον §451τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,
我告诉你:那个你许久以来一边威胁一边昭告天下、苦苦寻找的谋杀莱伊斯案件的元凶,就在这里。
§452ξένος λόγῳ μέτοικος, εἶτα δʼ ἐγγενὴς §453φανήσεται Θηβαῖος, οὐδʼ ἡσθήσεται §454τῇ ξυμφορᾷ·
名义上虽是个外邦侨民,但很快他就会显露是土生土长的底比斯人;他也不会感到高兴在这命运面前。
τυφλὸς γὰρ ἐκ δεδορκότος §455καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι §456σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.
因为他将由明眼人变成瞎子,由富人变成乞丐,走向异乡之土,用一根手杖探路前行。
§457φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν §458ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ §459γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς §460ὁμόσπορός τε καὶ φονεύς.
他将被发现对他自己的孩子而言既是兄弟又是父亲,对他出生自其的女人而言既是儿子又是丈夫,对他父亲而言既是播种同一块田地的人又是杀父仇人。
καὶ ταῦτʼ ἰὼν §461εἴσω λογίζου· κἂν λάβῃς ἐψευσμένον, §462φάσκειν ἔμʼ ἤδη μαντικῇ μηδὲν φρονεῖν.
进去好好思量这些事吧;如果你发现我撒了谎,那就说我这预言术中已经没有任何智慧了。
§463τίς ὅντινʼ ἁ θεσπιέπεια Δελφὶς εἶπε πέτρα §465ἄρρητʼ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν;
” “德尔斐宣示神谕的岩石所指的那个人是谁,他竟用沾满鲜血的双手,犯下了这不可言说中的最不可言说之罪行?
§466ὥρα νιν ἀελλάδων §467ἵππων σθεναρώτερον §468φυγᾷ πόδα νωμᾶν.
现在正是他该比风暴般的骏马更矫捷地迈开脚步逃亡的时候。
§469ἔνοπλος γὰρ ἐπʼ αὐτὸν ἐπενθρῴσκει §470πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας, §471δειναὶ δʼ ἅμʼ ἕπονται §472κῆρες ἀναπλάκητοι
因为宙斯之子正全副武装,携带着火焰与雷电,向他猛扑过去,而紧随其后的是那些绝不落空的可怕宿命。
§473ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα §474φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντʼ ἰχνεύειν.
因为刚刚从白雪皑皑的巴纳索斯山显现并发出昭示,要求用尽一切手段追寻那个潜藏的身影。
§475φοιτᾷ γὰρ ὑπʼ ἀγρίαν §476ὕλαν ἀνά τʼ ἄντρα καὶ §477πέτρας ἰσόταυρος §478μέλεος μελέῳ ποδὶ χηρεύων, §480τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων §481μαντεῖα· τὰ δʼ ἀεὶ §482ζῶντα περιποτᾶται.
他正游荡在荒凉的森林之下,穿行于洞穴和岩石之间,如同一头野牛,这个可怜的人用可怜的脚步在孤寂中游荡,逃避着来自大地中心的神谕;但它们却永远鲜活地在他周围萦绕纷飞。
§483δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας
可怕啊,真是可怕,那智慧的鸟占师让我们心绪大乱。 ”

词汇与语法注释

  1. 403παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς — 这是与事实相反(虚拟语气)的条件句主句,对应于条件从句“εἰ δὲ μὴ ʼδόκεις...”。不定过去时直陈语气动词 ἔγνως 连用助词 ἄν,表示在过去或现在相反情况下会发生的结果。分词 παθών(源于 πάσχω)作状语,意为“通过遭受痛苦”或“身身体会”。
  2. 411ὥστʼ οὐ Κρέοντος προστάτου γεγράψομαι — 属格 Κρέοντος 修饰 προστάτου(保护人、监护人),而后者在动词 γεγράψομαι(γράφω 的将来完成时/中被动语气,“我将被登记”)中作宾语补足语。在雅典法律中,外邦侨民(metic)必须登记在一位公民“保护人”的名下;泰瑞西阿斯在此强调,作为阿波罗的仆人,他绝不会在登记中把克瑞翁列为自己的保护人。
  3. 423ἄνορμον εἰσέπλευσας — 形容词 ἄνορμον(无停泊处的、危险的)在动词 εἰσέπλευσας(“你驶入”)中作主语补足语,其直接宾语是关系代词 ὅν(关系代词指向 τὸν ὑμέναιον,“婚礼之歌”)。这里使用了一个悲剧性的航海隐喻,意指奥狄浦斯的婚姻虽然看似一路顺风,却最终驶入了一个无法停靠、注定毁灭的险恶港湾。
  4. 433οὐ γάρ τί σʼ ᾔδη μῶρα φωνήσοντʼ — 这是一个间接引语结构,表示认知的动词 ᾔδη(οἶδα 的过去完成时单数第一人称,“我知道”)带有一个宾格主语 σέ(省写为 σʼ)和将来时分词 φωνήσοντα(省写为 φωνήσοντʼ)。将来时分词表示从主句动词所处的过去视点来看,未来的意图或将要发生的行为(“我不知道你会说出愚蠢的话”)。

引用这一段

索福克勒斯, 俄狄浦斯王 §402-483. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg004.humanitext-grc2:402-483

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。