Humanitext Reader

索福克勒斯 · 俄狄浦斯王 §257-329

奥狄浦斯的逼问与提瑞西阿斯的拒绝

第 4 段,共 19 段 · 希腊语

内容简介

奥狄浦斯对赖厄斯谋杀案展开全面调查,并对违抗命令者施以诅咒。应歌队建议而被召来的盲人预言家提瑞西阿斯虽知晓真相,但深知其带来的毁灭,因而固执地拒绝开口。

§257ἀνδρός γʼ ἀρίστου βασιλέως τʼ ὀλωλότος, §258ἀλλʼ ἐξερευνᾶν·
毕竟死者是一位最优秀的人,也是一位君王,你们本该彻底调查。
νῦν δʼ ἐπεὶ κυρῶ γʼ ἐγὼ §259ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν, §260ἔχων δὲ λέκτρα καὶ γυναῖχʼ ὁμόσπορον, §261κοινῶν τε παίδων κοίνʼ ἄν, εἰ κείνῳ γένος §262μὴ ʼδυστύχησεν, ἦν ἂν ἐκπεφυκότα· §263νῦν δʼ ἐς τὸ κείνου κρᾶτʼ ἐνήλαθʼ ἡ τύχη·
但如今,既然我掌握着他昔日拥有的权柄,占有着他的床榻和同播子种的妻子,如果他的后代未曾遭遇不幸,我们本会因共同的孩子而产生共同的纽带;而如今,命运已猛扑向他的头颅。
§264ἀνθʼ ὧν ἐγὼ τάδʼ, ὡσπερεὶ τοὐμοῦ πατρός, §265ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι, §266ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν, §267τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ §268τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τʼ Ἀγήνορος.
因此,我将为这件事而战,仿佛是为了我自己的父亲,并且我不惜诉诸一切手段,誓要寻获并捉拿亲手行凶的杀人犯,为了拉布达科斯之子、玻吕多罗斯之子、以及昔日的卡德摩斯和远古的阿革诺耳的后代。
§269καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς §270μήτʼ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ §271μήτʼ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ §272τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδʼ ἐχθίονι·
对于不执行这些命令的人,我祈求神明不要让他们的土地长出任何庄稼,也不要让他们的妻子生下孩子,而是让他们被当前的命运以及比这更可憎的命运所毁灭。
§273ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις §274τάδʼ ἔστʼ ἀρέσκονθʼ, ἥ τε σύμμαχος Δίκη §275χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.
但对于你们其他所有的卡德摩斯人,凡是赞同这些决定的人,愿作为盟友的正义女神以及所有的神明,永远仁慈地与你们同在。
§276ὥσπερ μʼ ἀραῖον ἔλαβες, ὧδʼ, ἄναξ, ἐρῶ.
歌队长:正如你用誓咒约束了我,王啊,我将如此说。
§277οὔτʼ ἔκτανον γὰρ οὔτε τὸν κτανόντʼ ἔχω §278δεῖξαι.
因为我既未杀人,也无法指出凶手。
τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν §279Φοίβου τόδʼ εἰπεῖν, ὅστις εἴργασταί ποτε.
但是,这个调查本该由派遣神谕的福玻斯来告诉我们,到底是谁干了这事。
§280δίκαιʼ ἔλεξας· ἀλλʼ ἀναγκάσαι θεοὺς §281ἃν μὴ θέλωσιν οὐδʼ ἂν εἷς δύναιτʼ ἀνήρ.
奥狄浦斯:你说的合情合理;但是要强迫神明做他们不愿做的事,世上没有一个人能办到。
§282τὰ δεύτερʼ ἐκ τῶνδʼ ἂν λέγοιμʼ ἁμοὶ δοκεῖ.
歌队长:那么我愿说出在这些办法之外、于我看来第二好的选择。
§283εἰ καὶ τρίτʼ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.
奥狄浦斯:即便还有第三个办法,也绝不要隐瞒而不说。
§284ἄνακτʼ ἄνακτι ταὔθʼ ὁρῶντʼ ἐπίσταμαι §285μάλιστα Φοίβῳ Τειρεσίαν, παρʼ οὗ τις ἂν §286σκοπῶν τάδʼ, ὦναξ, ἐκμάθοι σαφέστατα.
歌队长:我深知,提瑞西阿斯主师所见之事与福玻斯主神最为相同;王啊,任何人向他探寻,都能最清楚地了解这些事。
§287ἀλλʼ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτʼ ἐπραξάμην.
奥狄浦斯:不,这件事我也没有闲置。
§288ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς §289πομπούς· πάλαι δὲ μὴ παρῶν θαυμάζεται.
因为听了克瑞翁的建议,我已经派出了两班护送使者;他到现在还没来,确实早已令人奇怪了。
§290καὶ μὴν τά γʼ ἄλλα κωφὰ καὶ παλαίʼ ἔπη.
歌队长:其实,其他的传闻不过是些模糊而古老的话语。
§291τὰ ποῖα ταῦτα;
奥狄浦斯:是些什么话?
πάντα γὰρ σκοπῶ λόγον.
因为我要审视每一种说法。
§292θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.
歌队长:据说他是被一些行路人杀死的。
§293ἤκουσα κἀγώ. τὸν δʼ ἰδόντʼ οὐδεὶς ὁρᾷ.
奥狄浦斯:这我也听过;但没有人见过目击者。
§294ἀλλʼ εἴ τι μὲν δὴ δείματός γʼ ἔχει μέρος, §295τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδʼ ἀράς,
歌队长:不过,如果他心中还有半分恐惧,听到你这样的诅咒,他就绝不敢留下来。
§296ᾧ μή ʼστι δρῶντι τάρβος, οὐδʼ ἔπος φοβεῖ.
奥狄浦斯:对于行凶时都不知恐惧的人,言语又怎能吓得倒他?
§297ἀλλʼ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ §298τὸν θεῖον ἤδη μάντιν ὧδʼ ἄγουσιν, ᾧ §299τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.
歌队长:然而,能揭发他的人来了;因为瞧,他们已经把那位神圣的预言家带到了这里,在世人中唯有他身上根植着真理。
§300ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε §301ἄρρητά τʼ, οὐράνιά τε καὶ χθονοστιβῆ, §302πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δʼ ὅμως §303οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην §304σωτῆρά τʼ, ὦναξ, μοῦνον ἐξευρίσκομεν.
奥狄浦斯:噢,洞悉万物的提瑞西阿斯,无论是可传授的还是不可泄露的,天上的奥秘还是地上的行径,你虽双目失明,却依然在心中感知我们的城邦正遭受何种瘟疫;王啊,我们发现唯有你是我们的庇护者与救星。
§305Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, §306πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν §307μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος, §308εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ §309κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα.
因为福玻斯——如果你不曾听使者提起—— 回复了派出使臣的我们:只有一种办法能让我们从这场瘟疫中解脱出来,那就是当我们查明杀死赖厄斯的人,将他们处死,或是作为流放者驱逐出境。
§310σύ νυν φθονήσας μήτʼ ἀπʼ οἰωνῶν φάτιν §311μήτʼ εἴ τινʼ ἄλλην μαντικῆς ἔχεις ὁδόν, §312ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δʼ ἐμέ, §313ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος.
因此,请不要吝惜鸟占的神示,或是你所掌握的其他任何预言之法,拯救你自己,拯救这城邦,拯救我,彻底清除那死者带来的不洁。
§314ἐν σοὶ γὰρ ἐσμέν· ἄνδρα δʼ ὠφελεῖν ἀφʼ ὧν §315ἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων.
因为我们的命运掌握在你手中;而一个人尽其所有和所能去帮助他人,乃是最高尚的劳绩。
§316φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη
提瑞西阿斯:哀哉,哀哉!
§317λύῃ φρονοῦντι·
当清醒无法给清醒者带来益处时,洞悉一切是多么可怕!
ταῦτα γὰρ καλῶς ἐγὼ §318εἰδὼς διώλεσʼ· οὐ γὰρ ἂν δεῦρʼ ἱκόμην.
因为我虽深知这一点,却大意遗忘了;否则我绝不会到这里来。
§319τί δʼ ἔστιν;
奥狄浦斯:怎么回事?
ὡς ἄθυμος εἰσελήλυθας.
你来时为何如此沮丧?
§320ἄφες μʼ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ §321κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.
提瑞西阿斯:放我回家吧;因为如果你听我的话,你就能最轻松地承受你的命运,我也能最轻松地承受我的。
§322οὔτʼ ἔννομʼ εἶπας οὔτε προσφιλῆ πόλει §323τῇδʼ, ἥ σʼ ἔθρεψε, τήνδʼ ἀποστερῶν φάτιν.
奥狄浦斯:你这番话既不合礼法,也对抚育了你的城邦毫无情义,因为你竟然拒不透露这神示。
§324ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημʼ ἰὸν §325πρὸς καιρόν· ὡς οὖν μηδʼ ἐγὼ ταὐτὸν πάθω— §326μὴ πρὸς θεῶν φρονῶν γʼ ἀποστραφῇς, ἐπεὶ §327πάντες σε προσκυνοῦμεν οἵδʼ ἱκτήριοι.
提瑞西阿斯:因为我看到你的话对自己也没有好处;所以,为了我不遭受同样的事情…… 奥狄浦斯:看在神明的份上,如果你知道,千万不要转过身去,因为我们所有这些哀求者都在向你顶礼膜拜。
§328πάντες γὰρ οὐ φρονεῖτʼ·
提瑞西阿斯:因为你们所有人都是糊涂的。
ἐγὼ δʼ οὐ μή ποτε §329τἄμʼ, ὡς ἂν εἴπω μὴ τὰ σʼ, ἐκφήνω κακά.
但我绝不吐露我的苦衷——免得说出了你的灾祸。

词汇与语法注释

  1. 261κοινῶν... ἐκπεφυκότα — 虚拟语气条件句的归结从句(ἦν ἄν + 分词 ἐκπεφυκότα)。语气助词 ἄν 被重复了两次(κοίνʼ ἄν ... ἦν ἄν)以示强调。中性复数 κοινά (κοίνʼ) 呼应前文的 κοινῶν παίδων,表示若有共同的子女,则会有“共同的纽带”诞生。
  2. 276ἀραῖον ἔλαβες — 形容词 ἀραῖος 在此作表语,意为“受誓咒约束之人”。直译为“如同你将我作为受诅咒之人而扣留”,表示歌队是在奥狄浦斯所颁布的严厉誓咒和政令约束下进行发言。
  3. 283τὸ μὴ οὐ φράσαι — 双重否定结构(μὴ οὐ + 不定式),紧跟在含有否定意义或表示遗漏、怠慢的动词(παρῇς)之后,且主句已被否定(μή)。字面意思是“不要忽略不予说明”,即“务必要说出来”。
  4. 305ἔκλυσιν μόνην ἂν ἐλθεῖν — 间接引语中的“对格+不定式”结构,代表潜在希求法(ἄν + 希求法),由主句动词 ἀντέπεμψεν(“答复”)所引导,转为 ἄν + 不定式(ἂν ἐλθεῖν)。表示推测:“唯有这解脱才会降临”。
  5. 328οὐ μή ποτε... ἐκφήνω — 由 οὐ μή + 设拟语气(ἐκφήνω)构成的句式,表示对未来的强烈否定或坚决拒绝,意为“我绝不会透露”。

引用这一段

索福克勒斯, 俄狄浦斯王 §257-329. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg004.humanitext-grc2:257-329

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。