Humanitext Reader

索福克勒斯 · 俄狄浦斯王 §1458-1530

托付诸女与歌队的终场合唱

第 19 段,共 19 段 · 希腊语

内容简介

俄狄浦斯哀叹女儿们不幸的未来,并将她们托付给克雷翁照料。最终剧作在歌队叹息人类命运脆弱无常的歌声中落下帷幕。

§1458ἀλλʼ ἡ μὲν ἡμῶν μοῖρʼ, ὅποιπερ εἶσʼ, ἴτω·
但是让我们的命运由它去吧,无论它走向何方。
§1459παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων, §1460προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ §1461σπάνιν ποτὲ σχεῖν, ἔνθʼ ἂν ὦσι, τοῦ βίου·
至于我的儿子们,克雷翁啊,请不要为我增添担子;他们是男人,因此无论他们在哪里,都不会缺少糊口的生计。
§1462ταῖν δʼ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν, §1463αἷν οὔποθʼ ἡμὴ χωρὶς ἐστάθη βορᾶς §1464τράπεζʼ ἄνευ τοῦδʼ ἀνδρός, ἀλλʼ ὅσων ἐγὼ §1465ψαύοιμι, πάντων τῶνδʼ ἀεὶ μετειχέτην· §1466αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν §1467ψαῦσαί μʼ ἔασον κἀποκλαύσασθαι κακά.
但是对于我那两个可怜又悲惨的女儿 ―― 为了她们,我的餐桌从未在离开这双手的情况下单独设立,而凡是我所触碰到的东西,她们总是共同分享 ―― 请替我照料她们;而最重要的是,允许我用双手触碰她们,并痛哭我们的灾难。
§1468ἴθʼ ὦναξ, §1469ἴθʼ ὦ γονῇ γενναῖε·
去吧,主宰啊,去吧,出身高贵的人!
χερσί τἂν θιγὼν §1470δοκοῖμʼ ἔχειν σφᾶς, ὥσπερ ἡνίκʼ ἔβλεπον.
如果能用手触碰到,我就会觉得拥有了她们,就像我以前看得见的时候一样。
§1471τί φημί;
我说了什么?
§1472οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν §1473δακρυρροούντοιν, καί μʼ ἐποικτίρας Κρέων §1474ἔπεμψέ μοι τὰ φίλτατʼ ἐκγόνοιν ἐμοῖν;
凭神明作证,我难道没有听到我那两个亲爱的人正在流泪? 难道是克雷翁怜悯我,把我最亲爱的两个孩子送到了我的身边?
§1475λέγω τι;
我说的对吗?
§1476λέγεις· ἐγὼ γὰρ εἰμʼ ὁ πορσύνας τάδε, §1477γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σʼ εἶχεν πάλαι.
你说的对;因为我正是安排了这一切的人,因为我知道你昔日一直怀有的,此时此刻的喜悦。
§1478ἀλλʼ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ §1479δαίμων ἄμεινον ἢ ʼμὲ φρουρήσας τύχοι.
那么愿你幸福,也愿在这段路途上,守护你的神明能比守护我时更加护佑你。
§1480ὦ τέκνα, ποῦ ποτʼ ἐστέ;
孩子们啊,你们在哪里?
δεῦρʼ ἴτʼ, ἔλθετε §1481ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας, §1482αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδʼ ὁρᾶν §1483τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα· §1484ὃς ὑμίν, ὦ τέκνʼ, οὔθʼ ὁρῶν οὔθʼ ἱστορῶν §1485πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.
到这里来,到我的这些手这里来,它们对你们而言如同姐妹,它们为你们那播种你们的父亲使他那曾经明亮的眼睛变成了现在这样;孩子们啊,你们的父亲既看不见也一无所知,他在自己被播种的同一个源头播种,并成为了父亲。
§1486καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω· §1487νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου, §1488οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.
我也为你们两个流泪;因为我已无力直视你们,当我想到你们痛苦余生的其他部分,你们必须在凡人中度过怎样的生活。
§1489ποίας γὰρ ἀστῶν ἥξετʼ εἰς ὁμιλίας, §1490ποίας δʼ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι §1491πρὸς οἶκον ἵξεσθʼ ἀντὶ τῆς θεωρίας;
因为你们能去参加市民的什么集会,能去参加什么节日? 在那里,你们无法带着泪水返回家园,而只能代替节日的观看?
§1492ἀλλʼ ἡνίκʼ ἂν δὴ πρὸς γάμων ἥκητʼ ἀκμάς, §1493τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα, §1494τοιαῦτʼ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς §1495γοναῖσιν ἔσται σφῷν θʼ ὁμοῦ δηλήματα;
但当你们确实到了结婚的年龄时,孩子们,谁会是那个人,谁会甘愿冒这样的险,承受如此的耻辱,这些耻辱对我自己的后代和你们两人的未来都将是同等的毁灭?
§1496τί γὰρ κακῶν ἄπεστι;
因为还缺少什么灾祸呢?
τὸν πατέρα πατὴρ §1497ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν, §1498ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων §1499ἐκτήσαθʼ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.
你们的父亲杀死了他自己的父亲;在生育他的母亲身上播种,从他自己被播种的那个地方,并以同样的方式得到了你们,也就是他自己出生的地方。
§1500τοιαῦτʼ ὀνειδιεῖσθε· κᾆτα τίς γαμεῖ;
你们将遭受这样的侮辱;那么谁会娶你们呢?
§1501οὐκ ἔστιν οὐδείς, ὦ τέκνʼ, ἀλλὰ δηλαδὴ
孩子们,没有这样的人。
§1502χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.
显而易见,你们只能在荒凉和无婚中消亡。
§1503ὦ παῖ Μενοικέως, ἀλλʼ ἐπεὶ μόνος πατὴρ §1504ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ʼφυτεύσαμεν, §1505ὀλώλαμεν δύʼ ὄντε, μή σφε περιίδῃς §1506πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας, §1507μηδʼ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.
啊,墨诺伊叩斯的儿子,既然你是她们唯一的父亲被留了下来 ―― 因为我们两个,生育她们的人,都已经毁灭了 ―― 请不要眼看着她们成为无夫的流浪乞丐,无家可归,也不要把她们贬低到与我的灾难同等。
§1508ἀλλʼ οἴκτισόν σφας, ὧδε τηλικάσδʼ ὁρῶν §1509πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.
而是怜悯她们,看着她们在这个年龄失去了一切,除了你所能给予的那部分。
§1510ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί.
请俯首同意,高贵的人,用你的手触碰她们。
§1511σφῷν δʼ, ὦ τέκνʼ, εἰ μὲν εἰχέτην ἤδη φρένας, §1512πόλλʼ ἂν παρῄνουν· νῦν δὲ τοῦτʼ εὔχεσθέ μοι, §1513οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος §1514ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.
孩子们,如果你们已经有了理智,我本会给你们很多劝告;但现在请为我这样祈祷:在命运允许的地方生活,并获得比那播种你们的父亲更好的生活。
§1515ἅλις ἵνʼ ἐξήκεις δακρύων· ἀλλʼ ἴθι στέγης ἔσω.
哭泣已经足够了;现在进屋里去吧。
§1516πειστέον, κεἰ μηδὲν ἡδύ.
我必须听从,即使这并不令人愉快。
§1516aπάντα γὰρ καιρῷ καλά.
因为一切事物在适当的时候都是美好的。
§1517οἶσθʼ ἐφʼ οἷς οὖν εἶμι;
那么你可知道在什么条件下我才会进去?
§1517aλέξεις, καὶ τότʼ εἴσομαι κλύων.
你说出来,我听了之后就会知道。
§1518γῆς μʼ ὅπως πέμψεις ἄποικον.
那就是你把我送出这片土地去流放。
§1518aτοῦ θεοῦ μʼ αἰτεῖς δόσιν.
你向我所求的,乃是神明的赐予。
§1519ἀλλὰ θεοῖς γʼ ἔχθιστος ἥκω.
但是我是作为神明最痛恨的人来到这里的。
§1519aτοιγαροῦν τεύξει τάχα.
正因如此,你很快就会如愿以偿。
§1520φῂς τάδʼ οὖν;
那么你是这样说的吗?
§1520aἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.
因为我不想随便说出我心里不赞同的话。
§1521ἄπαγέ νύν μʼ ἐντεῦθεν ἤδη.
那么现在就把我带离这里。
§1521aστεῖχέ νυν, τέκνων δʼ ἀφοῦ.
现在走吧,但要放开孩子们。
§1522μηδαμῶς ταύτας γʼ ἕλῃ μου.
千万不要把她们从我这里夺走。
§1522aπάντα μὴ βούλου κρατεῖν· §1523καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.
不要妄图掌控一切;因为你曾掌控过的东西,在你的生命里也没有一直伴随着你。
§1524ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετʼ, Οἰδίπους ὅδε, §1525ὃς τὰ κλείνʼ αἰνίγματʼ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ, §1526οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων, §1527εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν.
啊,祖国忒拜的居民们,看哪,这就是俄狄浦斯,他曾解开那著名的谜题,曾是最有权势的人,市民中谁不曾带着羡慕的眼光看着他的命运,如今他却落入了何等可怕的灾难风暴之中!
§1528ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν ἰδεῖν §1529ἡμέραν ἐπισκοποῦντα μηδένʼ ὀλβίζειν, πρὶν ἂν §1530τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.
因此,作为凡人,注视着那最后的日子,在任何人度过生命的终点且没有遭受任何痛苦之前,决不要称他是幸福的。

词汇与语法注释

  1. 1463τοῦδʼ ἀνδρός — τοῦδʼ ἀνδρός(这个男人)是俄狄浦斯用第三人称指示代词(ὅδε)指代自己的表达方式,具有将自身悲惨境遇客观化并加以强调的效果。
  2. 1466μέλεσθαι — 动词不定式 μέλεσθαι 被用作命令式(第三人称)的替代(即命令性不定式,infinitivus imperativus)。其逻辑主语是克雷翁,前面的双数属格关系代词 αἷν 指示其照料的对象。
  3. 1481ἀδελφὰς ... χέρας — 直译为“这些是我如同姐妹的手”。通过将自己的手与女儿们(你们)并置为“姐妹”,极具反讽和隐喻地表明了同为俄狄浦斯所生的女儿们与作为父亲身体一部分的手,共享着同样扭曲可怕的血缘关系。
  4. 1523ἁκράτησας — 关系代词中性复数宾格 ἅ(先行词被同化或省略)与动词 κρατέω 的第二人称单数过去式 ἐκράτησας 发生的元音融合(crasis)。
  5. 1528ὥστε — 句首的 ὥστε 起到引出推论或结论的独立用法作用(“因此”)。接下来的不定式 ὀλβίζειν(第1529行)以 θνητὸν ὄντα(“作为凡人者”,即“所有人”)作为宾格主语,构成宾格不定式结构,用以阐述一条普适的教训(“不可称任何人是幸福的”)。

引用这一段

索福克勒斯, 俄狄浦斯王 §1458-1530. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg004.humanitext-grc2:1458-1530

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。