Humanitext Reader

索福克勒斯 · 埃阿斯 §814-908

艾阿斯自尽与遗体的被发现

第 10 段,共 16 段 · 希腊语

内容简介

艾阿斯在向神明、祖国以及家人发表最后的告别演说后,投身于赫克托尔赠送的利剑上自刎。随后,正在搜寻他的特克美萨和歌队发现了其染血的遗体,并陷入了深切的悲痛之中。

§814τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμʼ ἕψεται.
因为行动的迅速也会立即伴随着双脚的敏捷。
§815ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος §816γένοιτʼ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή, §817δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ §818μάλιστα μισηθέντος, ἐχθίστου θʼ ὁρᾶν.
屠戮者(剑)正立在它最锋利的位置,如果有人还有闲暇去思量的话,这是赫克托尔那男人的礼物,在我所有的宾客中,他是最令我憎恨、也是最不愿见到的仇敌。
§819πέπηγε δʼ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι, §820σιδηροβρῶτι θηγάνῃ νεηκονής· §821ἔπηξα δʼ αὐτὸν εὖ περιστείλας ἐγώ, §822εὐνούστατον τῷδʼ ἀνδρὶ διὰ τάχους θανεῖν.
它已固定在敌人的特洛伊土地上,刚用食铁的砥石磨砺得锋利无比;我已将它安置妥当,在周围收拾整齐,这最有利于让这个男人迅速死去。
§823οὕτω μὲν εὐσκευοῦμεν·
如此备办已定。
ἐκ δὲ τῶνδέ μοι §824σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
此后,宙斯啊,请你首先帮助我,因为这也是理所当然的。
§825αἰτήσομαι δέ σʼ οὐ μακρὸν γέρας λαχεῖν.
我并不祈求从你那里获得巨大的特权。
§826πέμψον τινʼ ἡμῖν ἄγγελον, κακὴν φάτιν §827Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ §828πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει, §829καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος §830ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θʼ ἕλωρ.
求你为我们派来一位使者,将噩耗带给特乌克罗斯,让他首先将我扶起,当我倒在这把新染鲜血的剑旁时,免得被敌人中的某人先发现,被抛弃给狗做食物,给飞鸟做猎物。
§831τοσαῦτά σʼ, ὦ Ζεῦ, προστρέπω, καλῶ δʼ ἅμα §832πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι, §833ξὺν ἀσφαδᾴστῳ καὶ ταχεῖ πηδήματι §834πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
宙斯啊,我向你祈求这许多,同时我召唤导引亡魂的冥府赫尔墨斯,让我安然入睡,伴随着没有挣扎的、迅速的一跃,用这把剑刺穿我的肋旁之时。
§835καλῶ δʼ ἀρωγοὺς τὰς ἀεί τε παρθένους §836ἀεί θʼ ὁρώσας πάντα τἀν βροτοῖς πάθη, §837σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ §838πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας.
我召唤那些永恒的处女,那些注视着凡人一切苦难的助手们,那威严的、步伐阔大的复仇女神们,来见证我这可怜的人,是如何被阿特柔斯之子彻底毁灭的。
§839καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους §840ξυναρπάσειαν, ὥσπερ εἰσορῶσʼ ἐμὲ §841αὐτοσφαγῆ πίπτοντα· τὼς §842ὀλοίατο.
愿她们用最悲惨的灭亡,将那些恶人彻底夺去,正如她们看见我倒下,自刎而死那般;愿他们也这样灭亡。
§843ἴτʼ, ὦ ταχεῖαι ποίνιμοί τʼ Ἐρινύες, §844γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ.
去吧,迅捷而复仇的复仇女神们,去品尝吧,不要宽恕整个军队。
§845σὺ δʼ, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν §846Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα §847ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν §848ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τʼ ἐμὸν §849γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
而你,驾驶战车驰骋在险峻天空的太阳神啊,当你看见我祖先的土地时,请勒住你那金色的缰绳,将我的灾祸和我的命运报告给年迈的父亲和那不幸的抚养我的人。
§850ἦ που τάλαινα, τήνδʼ ὅταν κλύῃ φάτιν, §851ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
想必那可怜的女人,在听到这一消息时,定会在整座城里发出巨大的哀号。
§852ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην· §853ἀλλʼ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
但徒劳地哀叹这些并无用处;而是必须以某种速度开始这一行动。
§854ὦ θάνατε θάνατε, νῦν μʼ ἐπίσκεψαι μολών· §855καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.
死亡啊,死亡啊,现在降临并注视我吧;不过,即便在阴间,我也将与你同在并向你说话。
§856σὲ δʼ, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας, §857καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω, §858πανύστατον δὴ κοὔποτʼ αὖθις ὕστερον.
而你,这明亮之日的当下的光芒,以及驾驶战车的太阳神,我向你们呼唤,这确实是最后一次,此后绝不再有。
§859ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
啊,光芒!
§860Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον,
啊,我故乡的神圣土地萨拉米斯!
§861κλειναί τʼ Ἀθῆναι, καὶ τὸ σύντροφον γένος, §862κρῆναί τε ποταμοί θʼ οἵδε, καὶ τὰ Τρωικὰ
啊,祖先炉灶的基石,还有著名的雅典,以及一同长大的同胞,这里的泉水和河流,以及特洛伊的平原啊,我向你们致敬。
§863πεδία προσαυδῶ, χαίρετʼ, ὦ τροφῆς ἐμοί·
再见,养育我的一切!
§864τοῦθʼ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ, §865τὰ δʼ ἄλλʼ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.
这是艾阿斯对你们说的最后一句话,其余的话,我将在冥府向下面的人诉说。
§866πόνος πόνῳ πόνον φέρει.
劳苦给劳苦带来了劳苦。
§867πᾷ πᾷ
哪里,哪里?
§868πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
我究竟有哪些地方没有去过?
§869κοὐδεὶς ἐπισπᾶται με συμμαθεῖν τόπος.
然而,没有任何地方能吸引我一同去了解。
§870ἰδοὺ ἰδού, §871δοῦπον αὖ κλύω τινά.
看啊,看啊,我又听到了某种声音。
§872ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.
那正是我们船上的同伴们。
§873τί οὖν δή;
那究竟怎么样了?
§874πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν.
船只西侧的所有边缘都已经搜寻过了。
§875ἔχεις οὖν;
那你有发现吗?
§876πόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον.
徒劳的辛苦倒是有一大堆,却没有任何新发现。
§877ἀλλʼ οὐδὲ μὲν δὴ τὴν ἀφʼ ἡλίου βολῶν §878κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.
但是,从太阳升起的方向那条路上,那个人也未曾在任何地方现身。
§879τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων §880ἁλιαδᾶν ἔχων ἀύπνους ἄγρας §881ἢ τίς Ὀλυμπιάδων §882θεᾶν, ἢ ῥυτῶν §884Βοσπορίων ποταμῶν, §885ἴδρις τὸν ὠμόθυμον εἴ §886ποθι πλαζόμενον §887ἀπύοι;
究竟有谁,有哪位辛勤工作的有着不眠之渔获的渔民,或者是哪位奥林匹斯的女神,或者是奔流不息的博斯普鲁斯河流之中,有谁知晓那脾气暴烈的汉子,若是看见他在某处彷徨,能呼喊告知我?
σχέτλια γὰρ §888ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων §889οὐρίῳ μὴ πελάσαι δρόμῳ, §890ἀλλʼ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.
真是残酷啊,让我这历经长期劳苦的流浪者,不能以顺风的旅程接近他,也无法看见那虚弱的男人身在何处。
§891ἰώ μοί μοι.
哎呀,我真命苦!
§892τίνος βοὴ πάραυλος ἐξέβη νάπους;
是谁的叫喊声从附近的林子里传出来?
§893ἰὼ τλάμων.
啊,不幸的人!
§894τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ §895Τέκμησσαν, οἴκτῳ τῷδε συγκεκραμένην
我看见了那被长枪所俘的不幸新娘特克美萨,她正沉浸在这哀恸之中。
§896ᾤχωκʼ, ὄλωλα, διαπεπόρθημαι, φίλοι.
他走了,我毁灭了,我被彻底剥夺了,朋友们!
§897τί δʼ ἔστιν;
怎么回事?
§898Αἴας ὅδʼ ἡμῖν ἀρτίως νεοσφαγὴς §899κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.
艾阿斯刚才刚被杀害,倒伏在隐秘的剑上。
§900ὤμοι ἐμῶν νόστων·
哀哉,我的归途!
§901ὤμοι, κατέπεφνες ἄμʼ, ὦναξ, §902τόνδε συνναύταν, ὦ τάλας·
哀哉,王啊,你竟连同我这船上的同伴也一同毁灭了,可怜的人啊!
§903ὦ ταλαῖφρον γύναι.
啊,不幸的女人!
§904ὡς ὧδε τοῦδʼ ἔχοντος αἰάζειν πάρα.
既然事情已然如此,便只能哀悼了。
§905τίνος ποτʼ ἆρʼ ἔπραξε χειρὶ δύσμορος;
这不幸的人究竟死于谁的手中?
§906αὐτὸς πρὸς αὐτοῦ· δῆλον.
是他自己;这很明显。
ἐν γάρ οἱ χθονὶ §907πηκτὸν τόδʼ ἔγχος περιπετὲς κατηγορεῖ.
因为在地上这把插在地上、供他投身其上的剑便可作证。
§908ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρʼ αἱμάχθης.
哀哉,我的灾祸,你是如何独自染血的啊!

词汇与语法注释

  1. 815ᾗ τομώτατος — 关系副词 ᾗ(“以……的方式、在……地方”)后接最高级形容词与潜在选择语气(γένοιτʼ ἄν),字面意思是“以其最锋利的方式”,表明剑的安置处于最易致命的状态。
  2. 837μαθεῖν — 不定过去时不定式 μαθεῖν(源自 μανθάνω,“了解、目击”)在此作为“我召唤”(καλῶ)的目的或结果,其逻辑主语为前文的“复仇女神们”(Ἐρινῦς),表示“使她们见证我如何……”。
  3. 869συμμαθεῖν — 复合动词 συμμανθάνω(“共同了解、共同获悉”)的不定式。此处以 τόπος(“地方”)为主语,以 με(“我”)为宾语,是一种拟人化修辞:“没有任何地方吸引我去共同了解”(即没有地方向我透露任何线索)。

引用这一段

索福克勒斯, 埃阿斯 §814-908. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:814-908

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。