Humanitext Reader

索福克勒斯 · 埃阿斯 §636-730

艾阿斯的欺骗演说与使者到来

第 8 段,共 16 段 · 希腊语

内容简介

歌队哀悼艾阿斯的疯狂与没落后,艾阿斯发表了虚假的演说,声声回心转意并顺从神明,随后启程去沐浴并埋剑。歌队误以为他已获救而欢歌,此时一名使者到来,报告特乌克罗斯的归来以及他在军中所面临的危机。

§636ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄρι- §637στα πολυπόνων Ἀχαιῶν, §638οὐκέτι συντρόφοις §640ὀργαῖς ἔμπεδος, ἀλλʼ ἐκτὸς ὁμιλεῖ.
他出身自高贵的祖先之家,曾是历尽艰辛的阿开亚人中最优秀者,如今却不再固守他往昔习以为常的性情,而是在迷惘之外游荡。
§641ὦ τλᾶμον πάτερ, οἵ- §642αν σε μένει πυθέσθαι §643παιδὸς δύσφορον ἄταν,
噢,可怜的父亲,等待着你去听闻的,是你儿子何等难以承受的毁灭!
§644ἃν οὔπω τις ἔθρεψεν §645αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.
在这人之前,埃阿科斯子孙的历代岁月中,还从未有人孕育过这样的灾祸。
§646ἅπανθʼ ὁ μακρὸς κἀναρίθμητος χρόνος §647φύει τʼ ἄδηλα καὶ φανέντα κρύπτεται· §648κοὐκ ἔστʼ ἄελπτον οὐδέν, ἀλλʼ ἁλίσκεται §649χὡ δεινὸς ὅρκος χοἱ περισκελεῖς φρένες.
漫长而无尽的时间孕育出一切隐秘之物,又将显露之物重新隐匿;没有什么是不可能的,哪怕是可怕的誓言和顽固的心,也会被其征服。
§650κἀγὼ γάρ, ὃς τὰ δείνʼ ἐκαρτέρουν τότε, §651βαφῇ σίδηρος ὥς, ἐθηλύνθην στόμα §652πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν §653χήραν παρʼ ἐχθροῖς παῖδά τʼ ὀρφανὸν λιπεῖν.
因为我,这曾能忍受万般艰难的人,也像淬火的钢铁一般,因这女人而软化了口舌;我觉得把她作为未亡人留在仇敌手中,把孩子作为孤儿留下来,实在是令人怜悯。
§654ἀλλʼ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους §655λειμῶνας, ὡς ἂν λύμαθʼ ἁγνίσας ἐμὰ §656μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς· §657μολών τε χῶρον ἔνθʼ ἂν ἀστιβῆ κίχω §658κρύψω τόδʼ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν, §659γαίας ὀρύξας ἔνθα μή τις ὄψεται· §660ἀλλʼ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.
但我要去沐浴场和海滨的草地,好洗净我的污垢,避开女神沉重的愤怒;我要去寻一处无人涉足之地,掘开泥土,将我这最可憎的武器——我的利剑埋藏在无人能见的地方;就让黑夜和地府在地下守护着它吧。
§661ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτʼ ἐδεξάμην §662παρʼ Ἕκτορος δώρημα δυσμενεστάτου, §663οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
自从未双手从最可恨的仇敌赫克托耳那里接受这件礼物以来,我从阿耳戈斯人那里就从未得到过任何好处。
§664ἀλλʼ ἔστʼ ἀληθὴς ἡ βροτῶν παροιμία, §665ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.
凡人的谚语说得确实没错: “敌人的礼物不是礼物,毫无益处。
§666τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς §667εἴκειν, μαθησόμεσθα δʼ Ἀτρείδας σέβειν.
” 因此,今后我们要懂得向诸神屈服,并学会顺从阿特柔斯之子。
§668ἄρχοντές εἰσιν, ὥσθʼ ὑπεικτέον. τί μήν;
他们是统治者,所以必须顺从,难道不是吗?
§669καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα §670τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς §671χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει· §672ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος §673τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν· §674δεινῶν τʼ ἄημα πνευμάτων ἐκοίμισε §675στένοντα πόντον· ἐν δʼ ὁ παγκρατὴς ὕπνος §676λύει πεδήσας, οὐδʼ ἀεὶ λαβὼν ἔχει.
因为即便是最可怕、最强大的事物也会向权柄屈服:一方面,白雪皑皑的寒冬让位于果实累累的盛夏;另一方面,黑夜阴沉的圆环也退避开,让白马驾驭的白昼燃起光芒;狂风的大气也让呻吟的海洋平息;而那征服一切的睡眠,在束缚了人们之后又将其释放,不会永远将人禁锢。
§677ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
既然如此,我们又怎能不懂得克制呢?
§678ἐγὼ δʼ ἐπίσταμαι γὰρ ἀρτίως ὅτι §679ὅ τʼ ἐχθρὸς ἡμῖν ἐς τοσόνδʼ ἐχθαρτέος, §680ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον §681τοσαῦθʼ ὑπουργῶν ὠφελεῖν βουλήσομαι, §682ὡς αἰὲν οὐ μενοῦντα.
因为我如今深知,我们对待敌人,只需恨到他日后可能再度和好为度;而对待朋友,我尽力相助,也只需想到他不会永远身为朋友为度。
τοῖς πολλοῖσι γὰρ §683βροτῶν ἄπιστός ἐσθʼ ἑταιρείας λιμήν.
因为对大多数凡人而言,友谊的港湾是不可靠的。
§684ἀλλʼ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει·
不过,这些事情终会圆满。
σὺ δὲ §685εἴσω θεοῖς ἐλθοῦσα διὰ τέλους, γύναι, §686εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
你,妇人,进屋去吧,向诸神终始不渝地祈祷,愿我心中渴望的一切得以实现。
§687ὑμεῖς θʼ, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε §688τιμᾶτε, Τεύκρῳ τʼ, ἢν μόλῃ, σημήνατε §689μέλειν μὲν ἡμῶν, εὐνοεῖν δʼ ὑμῖν ἅμα.
还有你们,同伴们,请同她一样尊重我的这些愿望;如果特乌克罗斯来了,请告诉他要关照我们,同时也要对你们怀有善意。
§690ἐγὼ γὰρ εἶμʼ ἐκεῖσʼ ὅποι πορευτέον·
因为我要去往我必须去的地方。
§691ὑμεῖς δʼ ἃ φράζω δρᾶτε, καὶ τάχʼ ἄν μʼ ἴσως §692πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωμένον.
而你们,照我所说的话去做吧,也许不久之后你们就会听到消息,得知我尽管现在不幸,却已经得到了救赎。
§693ἔφριξʼ ἔρωτι, περιχαρὴς δʼ ἀνεπτάμαν.
喜悦让我战栗,我因极度高兴而飞扬!
§694ἰὼ ἰὼ Πὰν Πάν,
咿喔,咿喔,潘,潘!
§695ὦ Πὰν Πὰν ἁλίπλαγκτε Κυλ- §696λανίας χιονοκτύπου §697πετραίας ἀπὸ δειράδος φάνηθʼ, ὦ §698θεῶν χοροποίʼ ἄναξ, ὅπως §699μοι Μύσια Κνώσιʼ ὀρ- §700χήματʼ αὐτοδαῆ ξυνὼν ἰάψῃς.
噢,在海上漂泊的潘啊,从那白雪皑皑、怪石嶙峋的基勒涅山脊上显现吧,噢,引导众神舞蹈的主宰啊,请与我同在,跳起那无师自通的米西亚与克诺索斯的舞步吧。
§701νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
因为现在我一心只想起舞。
§702Ἰκαρίων δʼ ὑπὲρ πελαγέων §703μολὼν ἄναξ Ἀπόλλων §704ὁ Δάλιος εὔγνωστος §705ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
愿阿波罗主宰越过伊卡里亚的海域,那显赫的提洛岛之神,能始终仁慈地与我相伴。
§706ἔλυσεν αἰνὸν ἄχος ἀπʼ ὀμμάτων Ἄρης.
阿瑞斯已经从我们的眼中驱散了那可怕的痛苦。
§707ἰὼ ἰὼ. νῦν αὖ,
咿喔,咿喔!
§708νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐ- §709άμερον πελάσαι φάος §710θοᾶν ὠκυάλων νεῶν, ὅτʼ Αἴας §711λαθίπονος πάλιν, θεῶν §712δʼ αὖ πάνθυτα θέσμιʼ ἐξ- §713ήνυσʼ εὐνομίᾳ σέβων μεγίστᾳ.
如今,现在,喔宙斯啊,那明亮而美好的一日之光,终于得以临近我们那轻捷如飞的船只,因为艾阿斯已再次忘却了痛苦,并完成了向诸神献祭的全部诫命,以极大的虔诚敬奉神明。
§714πάνθʼ ὁ μέγας χρόνος μαραίνει· §715κοὐδὲν ἀναύδατον φατίσαιμʼ §716ἄν, εὖτέ γʼ ἐξ ἀέλπτων §717Αἴας μετανεγνώσθη §718θυμοῦ τʼ Ἀτρείδαις μεγάλων τε νεικέων.
伟大的时间使万物消逝;我再也不会说有什么是不可预言的,因为艾阿斯竟然出乎意料地回心转意,消解了对阿特柔斯之子的怒火与深重的恩怨。
§719ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω, §720Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ §721κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον §722κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
亲爱的朋友们,首先我想宣布:特乌克罗斯刚刚从米西亚的山崖赶回;当他走到将领们的帐篷中央时,遭到了所有阿耳戈斯人的一致痛骂。
§723στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ §724μαθόντες ἀμφέστησαν, εἶτʼ ὀνείδεσιν §725ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθʼ ὃς οὔ, §726τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατῷ §727ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι §728τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν.
因为他们得知他从远处走来,便将他团团围住,接着从四面八方向他投以侮辱,没有一个人例外,管他叫那对军队图谋不轨的疯子的亲戚,并嚷着说他绝逃不过被众人乱石砸死的命运。
§729ὥστʼ ἐς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν §730κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
于是事态发展到了如此地步,以至于人们甚至拔剑出鞘,兵刃相接。

词汇与语法注释

  1. 645ἄτερθε τοῦδε — 前置词 ἄτερθε 意为“除了……,没有……”。与否定词 οὔπω 结合,表示“除了这个人(艾阿斯)之外,在埃阿科斯家族的历史上,还从未有人经历(孕育)过如此难以承受的毁灭”。
  2. 651ἐθηλύνθην στόμα — 被动语态动词 ἐθηλύνθην(“被软化/女性化”)伴随着关系宾格 στόμα(“口/言辞的锋芒”)。结合钢铁淬火(βαφῇ)的隐喻,表现出艾阿斯原本顽固的态度因特克墨萨的哀求而变得温和。
  3. 655ὡς ἂν ... ἐξαλύξωμαι — ὡς ἂν 伴随虚拟语气(此处为 1人称单数不定过去时中动态 ἐξαλύξωμαι)的结构,是雅典悲剧常用的目的从句表达,意为“为了使……”或“以便能够……”。
  4. 679ἐς τοσόνδʼ ἐχθαρτέος — 形容动词 ἐχθαρτέος(“应当被憎恨”)伴随着 ἐς τοσόνδʼ ... ὡς ...(“达到……如……的程度”)的关联结构,构成了告诫人们对敌人的敌意不要过度的格言式语境。后面接表示未来行为的分词 φιλήσων(“将会去爱”)。
  5. 728τὸ μὴ οὐ — 在否定性词组(οὐκ ἀρκέσοι,“不足以防范” = “无法免除”)之后,双重否定 μὴ οὐ 伴随不定式(此处为 θανεῖν,“死”)的结构,结果上加强了肯定意义(“被乱石砸死是不可避免的”)。

引用这一段

索福克勒斯, 埃阿斯 §636-730. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:636-730

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。