Humanitext Reader

索福克勒斯 · 埃阿斯 §540-635

艾阿斯托付盾牌与歌队哀叹故乡

第 7 段,共 16 段 · 希腊语

内容简介

艾阿斯与儿子埃里萨克斯相见,将自己坚不可摧的盾牌托付给他,并嘱咐其余武器随自己一同下葬。在喝退泰克梅萨并命令关闭帐篷后,歌队歌唱对故乡萨拉米斯的怀念、艾阿斯的疯狂以及他父母将要承受的深重悲哀。

§540τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
他为什么迟迟不来呢?
§541ὦ παῖ, πατὴρ καλεῖ σε.
孩子,父亲在叫你。
δεῦρο προσπόλων §542ἄγʼ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
仆人们中,正用双手牵着引导他的人,把他带到这里来吧。
§543ἕρποντι φωνεῖς, ἢ λελειμμένῳ λόγου;
他是正走过来,还是没有听到你的话?
§544καὶ δὴ κομίζει προσπόλων ὅδʼ ἐγγύθεν.
瞧,一位仆人正从近处把他带过来。
§545αἶρʼ αὐτόν, αἶρε δεῦρο·
抱起他,把他抱到这里来。
ταρβήσει γὰρ οὔ, §546νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον, §547εἴπερ δικαίως ἔστʼ ἐμὸς τὰ πατρόθεν.
因为他决不会害怕看到这新宰杀的血迹,如果他确实继承了父亲的血统、是我的亲生骨肉。
§548ἀλλʼ αὐτίκʼ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς §549δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.
但必须立刻在父亲严酷的规矩中驯化他,并使他的本性与之同化。
§550ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, §551τὰ δʼ ἄλλʼ ὁμοῖος· καὶ γένοιʼ ἂν οὐ κακός.
噢,孩子,愿你比父亲更幸运,但在其他方面像他一样;这样你就不会是个懦夫。
§552καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω, §553ὁθούνεκʼ οὐδὲν τῶνδʼ ἐπαισθάνῃ κακῶν.
然而,即使是现在,我也正可在这一点上羡慕你,因为你对这些灾祸毫无所觉。
§554ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος, §555ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.
因为在毫无知觉中生活是最甜蜜的,直到你学会欢乐与悲伤。
§556ὅταν δʼ ἵκῃ πρὸς τοῦτο, δεῖ σʼ ὅπως πατρὸς §557δείξεις ἐν ἐχθροῖς οἷος ἐξ οἵου ʼτραφῆς.
但当你达到那个阶段时,你必须在仇敌面前展示出你是在怎样的父亲培育下成长起来的怎样的人。
§558τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν §559ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
在此期间,愿你在轻柔的微风中成长,滋养你年轻的心灵,成为这位母亲的快乐。
§560οὔτοι σʼ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ §561στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντʼ ἐμοῦ.
我知道,阿开亚人中绝不会有人侮辱你,施以可憎的侵害,即使我不在你身边。
§562τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι §563λείψω τροφῆς ἄοκνον ἔμπα κεἰ τανῦν §564τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
我将在你身边留下特乌克罗斯这样一位不知疲倦的守护者,来抚养你,即使他现在远在天边,追猎敌人。
§565ἀλλʼ, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς, §566ὑμῖν τε κοινὴν τήνδʼ ἐπισκήπτω χάριν, §567κείνῳ τʼ ἐμὴν ἀγγείλατʼ ἐντολήν, ὅπως §568τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων §569Τελαμῶνι δείξει μητρί τʼ, Ἐριβοίᾳ λέγω, §570ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί, §571ἔστʼ ἂν μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ,
但是,持盾的勇士们,海上的子民,我也向你们请求这共同的恩惠,并向他传达我的命令,让他带着这孩子回到我的家中,展示给特拉蒙以及我的母亲——我是说埃里玻亚,以便他能永远成为他们养老的依靠,直到他们到达地下之神的深处。
§572καὶ τἀμὰ τεύχη μήτʼ ἀγωνάρχαι τινὲς §573θήσουσʼ Ἀχαιοῖς μήτε λυμεὼν ἐμός.
另外,我的武器,绝不要让任何竞技主持者拿去让阿开亚人争夺,也不要给那毁灭我的人。
§574ἀλλʼ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον, §575Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων §576πόρπακος ἑπτάβοιον ἄρρηκτον σάκος· §577τὰ δʼ ἄλλα τεύχη κοίνʼ ἐμοὶ τεθάψεται.
相反,孩子,你自己拿着那与你同名的、大盾,转动缝合紧密的手柄,握住那牛皮七重坚不可摧的坚盾;而我的其他武器将与我一同埋葬。
§578ἀλλʼ ὡς τάχος τὸν παῖδα τόνδʼ ἤδη δέχου, §579καὶ δῶμα πάκτου, μηδʼ ἐπισκήνους γόους §580δάκρυε.
好了,快把这孩子接过去,关上房门,不要在帐篷前痛哭流泪。
κάρτα τοι φιλοίκτιστον γυνή.
女人确实极易流泪哀叹。
§581πύκαζε θᾶσσον.
快关上。
οὐ πρὸς ἰατροῦ σοφοῦ §582θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.
一个聪明的医生,绝不会在需要开刀的重病面前吟诵咒语哭泣。
§583δέδοικʼ ἀκούων τήνδε τὴν προθυμίαν.
听到你这急切的话,我很害怕。
§584οὐ γάρ μʼ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
因为你那尖锐的言辞无法让我安心。
§585ὦ δέσποτʼ Αἴας, τί ποτε δρασείεις φρενί;
噢,主人艾阿斯,你心里到底想做什么?
§586μὴ κρῖνε, μὴ ʼξέταζε· σωφρονεῖν καλόν.
不要评判,不要追问;保持克制是好的。
§587οἴμʼ ὡς ἀθυμῶ·
啊,我多么沮丧!
καί σε πρὸς τοῦ σοῦ τέκνου §588καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
我凭着你的孩子和诸神恳求你,不要背叛并抛弃我们。
§589ἄγαν γε λυπεῖς.
你太让我心烦了。
οὐ κάτοισθʼ ἐγὼ θεοῖς §590ὡς οὐδὲν ἀρκεῖν εἴμʼ ὀφειλέτης ἔτι;
难道你不知道,我对于神明已经不再欠下任何需要回报的恩情了吗?
§591εὔφημα φώνει.
请说吉利的话。
§591bτοῖς ἀκούουσιν λέγε.
去对那些听从的人说吧。
§592σὺ δʼ οὐχὶ πείσῃ;
你难道不听从吗?
§592bπόλλʼ ἄγαν ἤδη θροεῖς.
你已经说得太多了。
§593ταρβῶ γάρ, ὦναξ.
因为我很害怕,主人。
§593bοὐ ξυνέρξεθʼ ὡς τάχος;
你们还不赶快把她关进去?
§594πρὸς θεῶν, μαλάσσου.
凭诸神的名义,请宽容些。
§594bμῶρά μοι δοκεῖς φρονεῖν, §595εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
在我看来你想法愚蠢,如果你打算直到现在才来教育我的性格。
§596ὦ κλεινὰ Σαλαμίς, σὺ μέν §597που ναίεις ἁλίπλακτος εὐδαίμων, §598πᾶσιν περίφαντος αἰεί· §600ἐγὼ δʼ ὁ τλάμων παλαιὸς ἀφʼ οὗ χρόνος §601μίμνων ἀνʼ Ἴδαν λειμῶνι ποᾶντι μη- §602νῶν ἀνήριθμος αἰὲν εὐ- §605νῶμαι χρόνῳ τρυχόμενος, §606κακὰν ἐλπίδʼ ἔχων ἔτι μέ §607ποτʼ ἀνύσειν τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.
噢,著名的萨拉米斯,你大约在海浪拍打中幸福地安居,永远为所有人瞩目;而我这可怜的人,在漫长的时间里,滞留在伊达长满青草的牧场,数着数不清的月份,被岁月折磨着,躺卧着,心怀着坏的预感,以为有朝一日会到达那可怕的、看不见的冥府。
§608καί μοι δυσθεράπευτος Αἴ- §610ας ξύνεστιν ἔφεδρος, ὤμοι μοι, §611θείᾳ μανίᾳ ξύναυλος· §612ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ §614κρατοῦντʼ ἐν Ἄρει· νῦν δʼ αὖ φρενὸς οἰοβώ- §615τας φίλοις μέγα πένθος ηὕ- §616ρηται.
而且,那难以治愈的艾阿斯正陪伴在我身边,天哪,与神降的疯狂同住;你曾送他出去,在过去那猛烈的战争中克敌制胜;但如今,他的心退缩在孤独中,被发现成了朋友们极大的悲哀。
τὰ πρὶν δʼ ἔργα χεροῖν §617μεγίστας ἀρετᾶς ἄφιλα §620παρʼ ἀφίλοις ἔπεσʼ ἔπεσε μελέοις Ἀτρείδαις.
他双手过去的极伟大武勋,已经落得毫无爱戴,坠落在无情且悲惨的阿特柔斯之子们面前。
§621ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ, §625λευκῷ τε γήρᾳ μάτηρ νιν ὅταν νοσοῦν- §626τα φρενοβόρως ἀκούσῃ, §627αἴλινον αἴλινον §628οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς §630ἥσει δύσμορος, ἀλλʼ §631ὀξυτόνους μὲν ᾠδὰς §632θρηνήσει, χερόπλακτοι δʼ §633ἐν στέρνοισι πεσοῦνται §634δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.
想必,在古老岁月中长大的、白发苍苍的老母亲,当她听到他正饱受噬心之疯癫折磨时,唱起哀歌,唱起哀歌,那绝不像可怜的夜莺那样的哀鸣,这不幸的母亲,而是会用尖锐高亢的声音哀悼,她的双手会捶打在胸膛上,发出沉闷的声响,并撕扯着她的白发。
§635κρείσσων γὰρ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν,
因为与其在疯狂中徒然受苦,不如隐藏在冥府之中,

词汇与语法注释

  1. 540μὴ οὐ — 双重否定词 μὴ οὐ 紧跟在表示延迟、迟疑的动词(此处为 μέλλει)之后,用于加强不定式的否定语气,意为“为什么不出现呢?”或“他怎么还没来?”。
  2. 556ὅπως ... δείξεις — 非人称动词 δεῖ(必须)与表示强烈命令或努力的 ὅπως +将来直说式(δείξεις)的混合句式。通常作为独立命令表达的 ὅπως 从句在此处与 δεῖ σε 发生了松散的结合。
  3. 582πρὸς τομῶντι πήματι — 介词 πρός 接与格,意为“面对、针对”。τομῶντι 是动词 τομάω(需要切开/手术)的现在活动分词,修饰名词 πήματι(伤痛、疾病),表示“需要动刀(切开)的顽疾”。
  4. 600παλαιὸς ἀφʼ οὗ χρόνος — 字面意思是“自那以来,已经过了很长的时间”,这是一种表示“很久以前”或“长期以来”的惯用时间表达法。关系代名词的副词性用法 ἀφʼ οὗ(自……之时起)与主语 παλαιὸς χρόνος(长久的时间)相结合,形成了这一表达。
  5. 635κρείσσων ... κεύθων — 比较级形容词主格 κρείσσων(更好、强于)直接连用主格分词 κεύθων(隐藏着、隐藏的人),构成表语性结构,意为“(患病之人)隐藏在冥府里(即死去)更好”。

引用这一段

索福克勒斯, 埃阿斯 §540-635. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:540-635

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。