Humanitext Reader

索福克勒斯 · 埃阿斯 §464-539

艾阿斯的赴死决心与台克墨萨的哀求

第 6 段,共 16 段 · 希腊语

内容简介

艾阿斯表露宁死不愿受辱的决心,台克墨萨则以自身和右子的奴隶命运苦苦劝阻,最终艾阿斯要求将他们的孩子带到面前。

§464γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ, §465ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;
当我两手空空、毫无武勋奖赏地出现时,而我的父亲当年却凭此赢得了无上的荣耀王冠?
§466οὐκ ἔστι τοὔργον τλητόν.
这绝不能容忍。
ἀλλὰ δῆτʼ ἰὼν §467πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις §468καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;
那难道我要去特洛伊人的堡垒,独自一人去与他们对决,立下些许战功,然后再最终死去吗?
§469ἀλλʼ ὧδέ γʼ Ἀτρείδας ἂν εὐφράναιμί που.
但这样一来,想必只会让阿特柔斯之子们称心如意。
§470οὐκ ἔστι ταῦτα.
这是绝不可能的。
πεῖρά τις ζητητέα §471τοιάδʼ ἀφʼ ἧς γέροντι δηλώσω πατρὶ §472μή τοι φύσιν γʼ ἄσπλαγχνος ἐκ κείνου γεγώς.
我必须寻找某种尝试,通过它向年迈的父亲证明,我决不是天生流着他那懦弱血液的子孙。
§473αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου, §474κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
因为,对于一个在灾难中无法求得改变的人来说,一味奢求长寿是可耻的。
§475τί γὰρ παρʼ ἦμαρ ἡμέρα τέρπειν ἔχει §476προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;
因为,仅仅是日复一日地虚度,除了让死亡延期之外,还能带来什么乐趣?
§477οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτῶν §478ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται.
对于那些靠虚无的希望来温暖自己的人,我连一文钱的价值也不会给予他。
§479ἀλλʼ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι §480τὸν εὐγενῆ χρή.
高贵的人,要么体面地活着,要么体面地死去。
πάντʼ ἀκήκοας λόγον.
你要听的话已经说完了。
§481οὐδεὶς ἐρεῖ ποθʼ ὡς ὑπόβλητον λόγον, §482Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός.
艾阿斯,绝不会有人说你说了虚伪的话,相反,这是你发自内心之言。
§483παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις §484γνώμης κρατῆσαι τάσδε φροντίδας μεθείς.
然而,还是请你打消念头吧,放手这些忧虑,顺从你挚友们的心意吧。
§485ὦ δέσποτʼ Αἴας, τῆς ἀναγκαίας τύχης §486οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
噢,主人艾阿斯,对于人类而言,没有比无法逃避的命运更沉重的灾祸了。
§487ἐγὼ δʼ ἐλευθέρου μὲν ἐξέφυν πατρός, §488εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν· §489νῦν δʼ εἰμὶ δούλη.
我本出身于自由的父亲,他曾是弗里吉亚人中财富首屈一指的显赫人物;但如今我却沦为奴隶。
θεοῖς γὰρ ὧδʼ ἔδοξέ που §490καὶ σῇ μάλιστα χειρί.
因为诸神大约是这样安排的,而这更是出于你的双手。
τοιγαροῦν, ἐπεὶ §491τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά, §492καί σʼ ἀντιάζω πρός τʼ ἐφεστίου Διὸς §493εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί, §494μή μʼ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν §495τῶν σῶν ὑπʼ ἐχθρῶν, χειρίαν ἀφείς τινι.
所以,自从我委身于你的床榻,我便事事为你着想,我凭着守护炉灶的宙斯,以及你与我结合的床榻,来恳求你:不要让我被你的仇敌施以恶毒的诽谤,不要把我抛弃并任由他人来蹂躏。
§496εἰ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς, §497ταύτῃ νόμιζε κἀμὲ τῇ τόθʼ ἡμέρᾳ §498βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο §499ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
因为,如果你死去,因亡故而抛下我,你要知道,就在那一时刻,就在那一天,我也会被阿耳戈斯人强行掳走,与你的孩子一同过着奴隶般的寄生生活。
§500καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ §501λόγοις ἰάπτων, ἴδετε τὴν ὁμευνέτιν §502Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ, §503οἵας λατρείας ἀνθʼ ὅσου ζήλου τρέφει.
到那时,某位主人会用恶毒的话语,射出他的语言之箭:“看啊,这就是那曾称雄全军的艾阿斯的床榻之伴,如今从往日遭人妒忌的地位,沦落到何等卑微的奴役之中!
§504τοιαῦτʼ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ, §505σοὶ δʼ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
” 人人都将这么说;命运将折磨我,而这些话也将成为你和你家族的耻辱。
§506ἀλλʼ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ §507γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα §508πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις §509θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν· §510οἴκτιρε δʼ, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας
看在老父的份上,请可怜他被你抛弃在悲惨的晚年吧;也请可怜你的母亲吧,她已年过花甲,却常常向神明祈求,保佑你生还家园;也请怜悯你的孩子吧,我主。
§511τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος §512ὑπʼ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν §513κείνῳ τε κἀμοὶ τοῦθʼ, ὅταν θάνῃς, νεμεῖς.
如果他失去了幼时的抚养,失去你而孤独地度日,在不怀好意的人监护下成长,你要知道,你一旦死去,这将给那孩子和我会留下多么深重的灾难。
§514ἐμοὶ γὰρ οὐκέτʼ ἔστιν εἰς ὅ τι βλέπω §515πλὴν σοῦ.
因为除了你,我已别无寄托。
σὺ γάρ μοι πατρίδʼ ᾔστωσας δορί, §516καὶ μητέρʼ ἄλλη μοῖρα τὸν φύσαντά τε §517καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.
你用长矛毁灭了我的祖国,而我的母亲和生身之父,也因另一种命运的判决,沦落成了哈得斯冥府里的亡魂。
§518τίς δῆτʼ ἐμοὶ γένοιτʼ ἂν ἀντὶ σοῦ πατρίς;
那么,除了你,谁还能做我的祖国?
§519τίς πλοῦτος;
谁还能做我的财富?
ἐν σοὶ πᾶσʼ ἔγωγε σῴζομαι.
在你的身上,我的一切才得以保全。
§520ἀλλʼ ἴσχε κἀμοῦ μνῆστιν·
所以,请记住我吧。
ἀνδρί τοι χρεὼν §521μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.
男人应当心怀感恩,如果他曾从别处获得过欢愉。
§522χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσʼ ἀεί· §523ὅτου δʼ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος, §524οὐκ ἂν γένοιτʼ ἔθʼ οὗτος εὐγενὴς ἀνήρ.
因为恩情总是滋生新的恩情;如果有人接受了恩惠却随之忘却,那么他就再也配不上被称为高贵之人。
§525Αἴας, ἔχειν σʼ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ §526θέλοιμʼ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδʼ ἔπη.
艾阿斯,我真希望你能像我一样心怀怜悯,这样你就会赞同她的话了。
§527καὶ κάρτʼ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ, §528ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
只要她敢于好好地完成被交代的事情,她就一定会获得我极大的赞赏。
§529ἀλλʼ, ὦ φίλʼ Αἴας, πάντʼ ἔγωγε πείσομαι.
但是,亲爱的艾阿斯,我什么都会听从的。
§530κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.
那么把我的孩子带过来,让我见见他。
§531καὶ μὴν φόβοισί γʼ αὐτὸν ἐξελυσάμην.
说实在的,因为害怕,我先前把他送走了。
§532ἐν τοῖσδε τοῖς κακοῖσιν, ἢ τί μοι λέγεις;
是在这场灾难之中吗? 或者你对我说了什么?
§533μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
我怕这不幸的孩子万一撞见你而被杀。
§534πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.
这倒确实符合我那受诅咒的命运。
§535ἀλλʼ οὖν ἐγὼ ʼφύλαξα τοῦτό γʼ ἀρκέσαι.
不过无论如何,我防范了这一点,保护了他。
§536ἐπῄνεσʼ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
我赞赏你的所作所为,以及你的高瞻远瞩。
§537τί δῆτʼ ἂν ὡς ἐκ τῶνδʼ ἂν ὠφελοῖμί σε;
那么,在这种情况下,我还能为你做点什么呢?
§538δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τʼ ἰδεῖν.
把他带给我,让我和他说说话,亲眼看着他。
§539καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
好的,他正由仆人们在附近看护着。

词汇与语法注释

  1. §464γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ — 修饰前文 self (με) 的宾格分词短语,作为 εἰσιδεῖν 的宾语,意为“赤裸裸地(没有获得武勋赏赐地)出现在父亲面前”,生动表现其羞耻。
  2. §475-476προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν — 阴性分词 προσθεῖσα 和 ἀναθεῖσα 与主语 ἡμέρα(日子)一致,支配属格 τοῦ κατθανεῖν(死亡)。此句采用反问语气,意为“除了让死亡延期之外,仅仅是增加一天又有什么乐趣”。
  3. §503οἵας λατρείας ἀνθʼ ὅσου ζήλου — 使用双重关系词/感叹词的紧密对比结构,将往昔受到的羡慕(ὅσου ζήλου)与如今卑微的劳役(οἵας λατρείας)进行强烈对照。
  4. §513νεμεῖς — 动词 νέμω(分配、带来)的直说法语态将来时第二人称单数,表示如果艾阿斯死去,他将给孩子和台克墨萨带来(分配)多么深重的灾难。

引用这一段

索福克勒斯, 埃阿斯 §464-539. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:464-539

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。