Humanitext Reader

索福克勒斯 · 埃阿斯 §368-463

艾阿斯恢复理智后的自责与受辱哀叹

第 5 段,共 16 段 · 希腊语

内容简介

恢复理智的艾阿斯哀叹自己屠杀野兽并沦为笑柄的奇耻大辱,直面自身绝望的境地。在遭到诸神、希腊军队以及特洛伊土地共同唾弃的当下,他为如何能回到荣归故里的父亲面前而深感痛苦。

§368μή, δέσποτʼ Αἴας, λίσσομαί σʼ, αὔδα τάδε.
不要这样,主人艾阿斯,我恳求你,不要说出这样的话。
§369οὐκ ἐκτός;
你还不出去吗?
οὐκ ἄψορρον ἐκνεμῇ πόδα;
难道不转回脚步退下去吗?
§370αἰαῖ αἰαῖ.
呜呼,痛哉!
§371ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.
噢,凭着诸神起誓,请让步并恢复清醒吧。
§372ὢ δύσμορος, ὃς χεροῖν §373μεθῆκα τοὺς ἀλάστορας, §374ἐν δʼ ἑλίκεσσι βουσὶ καὶ §375κλυτοῖς πεσὼν αἰπολίοις §376ἐρεμνὸν αἷμʼ ἔδευσα.
噢,我这不幸的人啊,我亲手放走了那些该受天谴的仇敌,却扑向那些弯角的大公牛和著名的山羊群,染红了它们暗黑的血。
§377τί δῆτʼ ἂν ἀλγοίης ἐπʼ ἐξειργασμένοις;
既然事情已经做下,你又何必如此痛苦?
§378οὐ γὰρ γένοιτʼ ἂν ταῦθʼ ὅπως οὐχ ὧδʼ ἔχοι.
因为这些事情绝不可能不成为这般模样。
§379ἰὼ πάντα δρῶν, ἁπάντων τʼ ἀεὶ §380κακῶν ὄργανον, τέκνον Λαρτίου, §381κακοπινέστατόν τʼ ἄλημα στρατοῦ, §382ἦ που πολὺν γέλωθʼ ὑφʼ ἡδονῆς ἄγεις.
噢,无所不为的家伙,一切恶事的工具,拉尔提奥斯之子啊,军营中最卑劣的无耻之徒,想必你正在得意地哈哈大笑。
§383ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
凭着神的意旨,人人都会笑,也都会哭。
§384ἴδοιμι δή νιν, καίπερ ὧδʼ ἀτώμενος.
但愿我能亲眼见到他,即便我正承受着这般痛苦。
§385ἰώ μοί μοι.
呜呼,痛哉!
§386μηδὲν μέγʼ εἴπῃς· οὐχ ὁρᾷς ἵνʼ εἶ κακοῦ;
切莫口出狂言,难道你看不见自己已深陷何等灾祸之中?
§387ὧ Ζεῦ, προγόνων πάτερ, §388πῶς ἂν τὸν αἱμυλώτατον, §389ἐχθρὸν ἄλημα, τούς τε δισ- §390σάρχας ὀλέσσας βασιλῆς, §391τέλος θάνοιμι καὐτός;
噢,宙斯,先祖之父啊,我该如何杀死那个最狡诈、可憎的骗子,以及那两位执政的主帅国王,最终连自己也一同死去呢?
§392ὅταν κατεύχῃ ταῦθʼ, ὁμοῦ κἀμοὶ θανεῖν §393εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;
当你作此祈祷时,也请祈求让我也一同死去吧;因为一旦你死去了,我还有何理由苟活?
§394ἰώ, §394aσκότος, ἐμὸν φάος, §395ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί, §396ἕλεσθʼ ἕλεσθέ μʼ οἰκήτορα, §397ἕλεσθέ μʼ· οὔτε γὰρ θεῶν γένος §398οὔθʼ ἁμερίων ἔτʼ ἄξιος §400βλέπειν τινʼ εἰς ὄνασιν ἀνθρώπων.
呜呼,黑暗啊,我的光明,幽冥啊,对我而言最明亮的处所,纳下我,纳下我作你们的居者吧,纳下我吧;因为我已不再配得去企望诸神一族或朝生暮死的凡人,来给自己带来任何助益。
§400aἀλλά μʼ ἁ Διὸς §401ἀλκίμα θεὸς §402ὀλέθριον αἰκίζει.
唯有那宙斯之女,那勇武的女神,正在将我无情地折磨至毁灭。
§403ποῖ τις οὖν φύγῃ;
那么,人能逃往何处?
§404ποῖ μολὼν μενῶ;
前往何处才能安身?
§405εἰ τὰ μὲν φθίνει, §406φίλοι, τίσις δʼ ἐμοῦ πέλας, §407μώραις δʼ ἄγραις προσκείμεθα, §408πᾶς δὲ στρατὸς δίπαλτος ἄν §409με χειρὶ φονεύοι.
如果往日的荣耀已经逝去,朋友们啊,复仇已迫在眉睫,而我们却耽溺于荒谬的猎获之中,且全军上下都要双手持着武器,将我置于死地。
§410ὦ δυστάλαινα, τοιάδʼ ἄνδρα χρήσιμον §411φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτʼ ἄν.
悲哉,这样一个有用的人,竟说出这样的话,这在以前他是绝不甘心说出口的。
§412ἰὼ §412aπόροι ἁλίρροθοι §413πάραλά τʼ ἄντρα καὶ νέμος ἐπάκτιον, §414πολὺν πολύν με δαρόν τε δὴ §415κατείχετʼ ἀμφὶ Τροίαν χρόνον· §416ἀλλʼ οὐκέτι μʼ, οὐκ ἔτʼ ἀμπνοὰς §417ἔχοντα· τοῦτό τις φρονῶν ἴστω.
呜呼,怒涛拍岸的海路,沿海的洞窟,以及临海的丛林,你们曾将我极其漫长、极其久远地留在特洛伊的周围;但再也不会了,再也不会留住一个尚有呼吸的我;凡有理性的人,都该明白这一点。
§418ὦ Σκαμάνδριοι §419γείτονες ῥοαί, §420ἐύφρονες Ἀργείοις, §421οὐκέτʼ ἄνδρα μὴ §422τόνδʼ ἴδητʼ, ἔπος §423ἐξερῶ μέγʼ, οἷ- §424ον οὔτινα Τροία στρατοῦ §425δέρχθη χθονὸς μολόντʼ ἀπὸ §426Ἑλλανίδος·
噢,斯卡曼德罗斯的邻近流澜,曾对阿耳戈斯人温和友善,你们再也不会看见这个男人了—— 我要说出一句豪言壮语:在特洛伊所见过的来自希腊之地的军旅中,绝无第二人能与他相比。
τανῦν δʼ ἄτι- §427μος ὧδε πρόκειμαι.
可如今,我却这样毫无尊严地横尸于此。
§428οὔτοι σʼ ἀπείργειν οὐδʼ ὅπως ἐῶ λέγειν §429ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.
面对你遭遇如此深重的灾难,我既无法阻拦你,也不不知该如何劝慰你。
§430αἰαῖ·
哀哉!
τίς ἄν ποτʼ ᾤεθʼ ὧδʼ ἐπώνυμον §431τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
谁能想到,我这名字竟会如此契合我所遭遇的灾难?
§432νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ §433καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·
因为如今我确可两度、甚至三度悲叹“哀哉”;因为我正遭遇着这般深重的灾祸。
§434ὅτου πατὴρ μὲν τῆσδʼ ἀπʼ Ἰδαίας χθονὸς §435τὰ πρῶτα καλλιστεῖʼ ἀριστεύσας στρατοῦ §436πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων· §437ἐγὼ δʼ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον §438Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει, §439οὐδʼ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς, §440ἄτιμος Ἀργείοισιν ὧδʼ ἀπόλλυμαι.
我的父亲,当年正是从这伊达的地界,赢得了全军最高尚的武勋奖赏,满怀着无上的荣耀凯旋归家;而我,他的儿子,带着绝不逊色的力量,来到这同一个特洛伊,亲手建树了毫不逊色的功勋,却如此毫无尊严地毁灭在阿耳戈斯人手中。
§441καίτοι τοσοῦτόν γʼ ἐξεπίστασθαι δοκῶ, §442εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι §443κρίνειν ἔμελλε κράτος ἀριστείας τινί, §444οὐκ ἄν τις αὔτʼ ἔμαρψεν ἄλλος ἀντʼ ἐμοῦ.
然而,至少这一点我认为自己是确知无疑的:倘若阿喀琉斯还活着,要为他自己的武器裁定谁才是武勋第一的得主,除了我,绝不会有别人夺得去。
§445νῦν δʼ αὔτʼ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας §446ἔπραξαν, ἀνδρὸς τοῦδʼ ἀπώσαντες κράτη.
可是如今,阿特柔斯之子们却为那心机算尽的小人打点一切,抹煞了这汉子的功勋。
§447κεἰ μὴ τόδʼ ὄμμα καὶ φρένες διάστροφοι §448γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε §449δίκην κατʼ ἄλλου φωτὸς ὧδʼ ἐψήφισαν.
倘若不是我的这双眼睛和被扭曲的心智偏离了我的初衷,他们绝不会再对另一个人投下这般不公的判决。
§450νῦν δʼ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ §451ἤδη μʼ ἐπʼ αὐτοῖς χεῖρʼ ἐπευθύνοντʼ ἐμὴν §452ἔσφηλεν ἐμβαλοῦσα λυσσώδη νόσον, §453ὥστʼ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς· §454κεῖνοι δʼ ἐπεγγελῶσιν ἐκπεφευγότες, §455ἐμοῦ μὲν οὐχ ἑκόντος·
可是如今,宙斯那目光骇人、不可战胜的女儿,正当我对他们伸出惩罚之手时,用降在身上的疯狂之疾挫败了我,乃至让我在这般牲畜身上染红了双手;而他们却逃脱了,并在那里嘲笑我—— 这并非出于我的本意。
εἰ δέ τις θεῶν §456βλάπτοι, φύγοι τἂν χὡ κακὸς τὸν κρείσσονα.
但若是神明有意降下阻碍,即便怯懦之人也能逃脱强者之手。
§457καὶ νῦν τί χρὴ δρᾶν;
现下,我该当如何?
ὅστις ἐμφανῶς θεοῖς §458ἐχθαίρομαι, μισεῖ δέ μʼ Ἑλλήνων στρατός, §459ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
我显然已被诸神唾弃,希腊的军旅厌恶我,特洛伊全境和这片平原也都仇视着我。
§460πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας §461μόνους τʼ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;
我该横渡爱琴海,抛下这停泊的营地,独自留下那阿特柔斯之子们,踏上归途吗?
§462καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς §463Τελαμῶνι;
当我出现在父亲忒拉蒙面前时,我要如何面对他?
πῶς με τλήσεταί ποτʼ εἰσιδεῖν
他怎能忍受看着我

词汇与语法注释

  1. 373τοὺς ἀλάστορας — “τοὺς ἀλάστορας”(复仇的恶灵,或该受惩罚之人)的解释。虽然它可以指使艾阿斯发狂的“恶灵”,但在他叹息自己将他们放走(“μεθῆκα”)的语境下,更自然地应理解为指代他本想惩罚的仇敌们(阿特柔斯之子们及奥德修斯)。
  2. 378οὐ γὰρ γένοιτʼ ἂν ταῦθʼ ὅπως οὐχ ὧδʼ ἔχοι — 带有双重否定的“ὅπως οὐχ...”从句表示不可能性的句式。字面意思是“这些事情不可能不呈现在这样的状态(即与现在的既成事实不同)”,用以强调“已经发生的事情无法改变”。
  3. 447κεἰ μὴ τόδʼ ὄμμα καὶ φρένες διάστροφοι — 虽然条件从句的主语(这双眼睛和被扭曲的心智)属于艾阿斯,但归结句(§449)中动词“ἐψήφισαν”的主语却切换成了阿特柔斯之子们(或希腊将领们)。这表明,如果艾阿斯没有发狂而是杀死了他们,他们就绝无可能活下来再对另一个人投下这种不公的判决。
  4. 455εἰ δέ τις θεῶν βλάπτοι — 条件从句中的祈愿语气(βλάπτοι)后接带有“ἄν”的祈愿语气(φύγοι τἂν,即 φύγοι τοι ἄν)构成的条件句,表示某种潜在的可能性。这里表达了一个普遍原理:“倘若神明降下阻碍,即便是懦夫也可能逃脱强者的掌心。”

引用这一段

索福克勒斯, 埃阿斯 §368-463. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:368-463

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。