§280μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;
他难道比生病时感到更加快乐吗?
§281ὡς ὧδʼ ἐχόντων τῶνδʼ ἐπίστασθαί σε χρή.
你必须明白事情正是如此。
§282τίς γάρ ποτʼ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
究竟这灾祸的起因是如何飞降而来的?
§283δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.
请向我们这些同感痛苦的人表明这遭际。
§284ἅπαν μαθήσῃ τοὔργον, ὡς κοινωνὸς ὤν.
作为同伴,你将得知这整件事的过程。
§285κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχʼ ἕσπεροι §286λαμπτῆρες οὐκέτʼ ᾖθον, ἄμφηκες λαβὼν §287ἐμαίετʼ ἔγχος ἐξόδους ἕρπειν κενάς.
因为他在深夜,当黄昏的灯火已不再燃烧,手持双刃剑,企图进行一次无谓的出行。
为什么在未被召集、既未受使者传唤,也未听见任何征召,便擅自外出?
ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.
现在全军明明都在熟睡。
” 而他却对我说了极简短、却常被歌咏的话: “妇人啊,沉默给女人带来光彩。
§294κἀγὼ μαθοῦσʼ ἔληξʼ, ὃ δʼ ἐσσύθη μόνος.
” 我听懂了便不再言语,而他独自一人冲了出去。
§295καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας· §296εἴσω δʼ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ §297ταύρους, κύνας βοτῆρας, εὔερόν τʼ ἄγραν.
在外头发生的惨状,我无从说起;但他回到了内室,牵着被捆绑在一起的公牛、牧羊犬,以及毛茸茸的猎物。
§298καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δʼ ἄνω τρέπων §299ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους §300ᾐκίζεθʼ ὥστε φῶτας ἐν ποίμναις πίτνων.
他将其中一些宰杀斩首,另一些则掀翻朝天,割断喉咙、劈断脊骨,还有些被绑着的,他当作仇人般百般虐待,疯狂地扑向畜群。
§301τέλος δʼ ἀπᾴξας διὰ θυρῶν σκιᾷ τινι §302λόγους ἀνέσπα τοὺς μὲν Ἀτρειδῶν κάτα, §303τοὺς δʼ ἀμφʼ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν, §304ὅσην κατʼ αὐτῶν ὕβριν ἐκτείσαιτʼ ἰών·
最后,他冲出大门,对着虚无的影子吐出诅咒,有的针对阿特柔斯之子们,有的关于奥德修斯,同时发出一阵阵狂笑,诉说着自己如何前去给他们施加了何等深重的羞辱。
随后,他再次冲回屋里,随着时间流逝,才好不容易、勉强恢复了理智。
§307καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος, §308παίσας κάρα ʼθώυξεν· ἐν δʼ ἐρειπίοις §309νεκρῶν ἐρεισθεὶς ἕζετʼ ἀρνείου φόνου, §310κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.
当他审视这满是毁灭痕迹的屋子时,他捶打着自己的脑袋,放声大哭;并在那一堆被屠宰的羊群尸骸与血泊中,他颓然坐下,用双手和指甲死死地揪住自己的头发。
§311καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·
他在极长的时间里都默默无语地坐着。
§312ἔπειτʼ ἐμοὶ τὰ δείνʼ ἐπηπείλησʼ ἔπη, §313εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος, §314κἀνήρετʼ ἐν τῷ πράγματος κυροῖ ποτε.
随后,他用可怕的言辞威胁我,倘若我不把所发生的全部变故一五一十地说出来,并询问自己究竟处于怎样的境地之中。
朋友们啊,我因害怕那已然造成的惨象,便把我所熟知的一切全部告诉了他。
而他随即发出了凄惨的哀号,那是我以前从未听他发出过的声音。
§319πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους §320τοιούσδʼ ἀεί ποτʼ ἀνδρὸς ἐξηγεῖτʼ ἔχειν· §321ἀλλʼ ἀψόφητος ὀξέων κωκυμάτων §322ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.
因为他一向认为,发出如此哀叹的人定是怯懦而懦弱之辈;他没有发出尖锐的哭嚎,只是沉沉地叹息,如同一头怒吼的公牛。
§323νῦν δʼ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ §324ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς §325σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών.
而如今,他陷于这般凄惨的境遇,那个男人滴水未进、粒米未食,在那些死于刀剑的牲畜中间,颓然静坐着。
显然,他正预谋着某种不祥的行动;因为他口中所言及所哀叹的,正是这些。
但是,朋友们啊,我正是为此才出来的,请你们进去帮帮他,如果你们能出得上一份力。
§330φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.
因为像他这样的人,是会被朋友的劝慰所打动的。
得克墨萨,泰勒乌塔斯之女啊,你向我们讲述了主人已被灾祸折磨得彻底发狂的惨事。
§333ἰώ μοί μοι.
呜呼,我真命苦!
§334τάχʼ, ὡς ἔοικε, μᾶλλον·
看来,他的疯狂恐怕在加剧。
ἢ οὐκ ἠκούσατε §335Αἴαντος οἵαν τήνδε θωύσσει βοήν;
莫非你们没有听见艾阿斯正在里面发出怎样的狂呼?
§336ἰώ μοί μοι.
呜呼,我真命苦!
那个人似乎要么仍在病中,要么是因先前伴随着他的疯病再次发作而备受折磨。
§339ἰὼ παῖ παῖ.
噢,我的孩子,我的孩子!
§340ὤμοι τάλαινʼ·
悲哉,我真不幸!
Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.
欧律萨克斯,他在呼唤你啊。
§341τί ποτε μενοινᾷ;
他究竟在图谋什么?
ποῦ ποτʼ εἶ;
你到底在哪儿?
τάλαινʼ ἐγώ.
我好命苦啊!
§342Τεῦκρον καλῶ.
我要叫得克罗斯!
ποῦ Τεῦκρος;
得克罗斯在哪?
ἢ τὸν εἰσαεὶ §343λεηλατήσει χρόνον, ἐγὼ δʼ ἀπόλλυμαι;
难道他要永远在外劫掠,而我却要在这里毁灭吗?
§344ἁνὴρ φρονεῖν ἔοικεν.
那个人似乎清醒过来了。
ἀλλʼ ἀνοίγετε.
快开门吧。
§345τάχʼ ἄν τινʼ αἰδῶ κἀπʼ ἐμοὶ βλέψας λάβοι.
也许他一看到我,就会产生些许悔过之心。
瞧,我打开了;你们可以看见他的所作所为,以及他自己正处于何种状态。
§348ἰώ, §349φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων §350μόνοι ἔτʼ ἐμμένοντες ὀρθῷ νόμῳ, §351ἴδεσθέ μʼ οἷον ἄρτι κῦ- §352μα φοινίας ὑπὸ ζάλης §353ἀμφίδρομον κυκλεῖται.
呜呼,我亲爱的水手朋友们,在我所有的朋友中只有你们,只有你们还坚守着道义,看看我吧,如今是怎样的染血狂飙下的波涛正在我的四周环绕翻滚。
§354οἴμʼ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.
痛哉,你的证言看来是极为真实的。
§355δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.
这景象显明了他是如何失去了心智。
§356ἰώ, §357γένος ναΐας ἀρωγὸν τέχνας, §358ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν, §359σέ τοι σέ τοι μόνον δέδορ- §360κα πημονὰν ἐπαρκέσοντʼ.
呜呼,助我航海之技的同伴们啊,你们这些渡海、摇动船桨的人,你们,唯独你们,我才看见是能帮我解脱这重痛苦的人。
§361ἀλλά με συνδάιξον.
所以,请把我也一同斩杀了吧!
请别说这种不祥之言;不要以恶报恶,让那解药反倒成了比毁灭更深的痛。
§364ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον, §365τὸν ἐν δαΐοις ἄτρεστον μάχαις, §366ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας
你们看见了吗,这个勇敢的、坚毅的、在与敌厮杀中无所畏惧的汉子,竟然对那些驯服无害的野兽施加了这般恐怖的毒手?
§367οἴμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.
呜呼,何其可笑! 我竟遭受了如此奇耻大辱!