Humanitext Reader

索福克勒斯 · 埃阿斯 §1262-1339

特乌克洛斯的反驳与奥德修斯的调解

第 15 段,共 16 段 · 希腊语

内容简介

特乌克洛斯激烈地反驳了阿伽门农对艾阿斯战功的忽视以及对其出身的侮辱,他揭露了阿特柔斯家族不名誉的血统,并宣示了自己高贵的出身。随后,奥德修斯登场,试图说服阿伽门农,阐明不予埋葬艾阿斯是不义之举。

§1262σοῦ γὰρ λέγοντος οὐκέτʼ ἂν μάθοιμʼ ἐγώ· §1263τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.
阿伽门农:因为如果你说话,我将再也无法听懂;因为我听不懂未开化之人的语言。
§1264εἴθʼ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν·
歌队长:愿你们两位都能理智清醒!
§1265τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
因为对于你们两位,我没有比这更好的建议了。
§1266φεῦ, τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς §1267χάρις διαρρεῖ καὶ προδοῦσʼ ἁλίσκεται, §1268εἰ σοῦ γʼ ὅδʼ ἁνὴρ οὐδʼ ἐπὶ σμικρὸν λέγων, §1269Αἴας, ἔτʼ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις §1270τὴν σὴν προτείνων προύκαμες ψυχὴν δορί·
特乌克洛斯:唉! 对凡人而言,对死者的感激之情消逝得何其迅速,且被发现是在背叛,如果这个男人,艾阿斯啊,甚至连一点点关于你的记忆都没有保持,而你却曾为他多次挺身涉险,用长枪为他辛劳?
§1271ἀλλʼ οἴχεται δὴ πάντα ταῦτʼ ἐρριμμένα.
但这一切确实已经消逝,被抛弃了。
§1272ὦ πολλὰ λέξας ἄρτι κἀνόητʼ ἔπη, §1273οὐ μνημονεύεις οὐκέτʼ οὐδέν, ἡνίκα
噢,刚才说了许多愚蠢无谓之言的人,你难道什么都不记得了吗?
§1274ἑρκέων ποθʼ ὑμᾶς οὗτος ἐγκεκλῃμένους, §1275ἤδη τὸ μηδὲν ὄντας ἐν τροπῇ δορός, §1276ἐρρύσατʼ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν §1277ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις §1278πυρὸς φλέγοντος, ἐς δὲ ναυτικὰ σκάφη §1279πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;
当时当你们被关在防壁之内,在长枪的溃败中已经化为虚无,他独自前来拯救了你们,当时在船队周围已经是在船只的长椅高处燃起熊熊烈火,而赫克托尔正彻底跳过战壕,扑向船只的时候?
§1280τίς ταῦτʼ ἀπεῖρξεν;
是谁阻挡了这些?
οὐχ ὅδʼ ἦν ὁ δρῶν τάδε,
不就是这个做下这些事的人吗?
§1281ὃν οὐδαμοῦ φής, οὗ σὺ μή, βῆναι ποδί;
就是那个你声称他没有在任何你未曾涉足的地方迈出一步的人。
§1282ἆρʼ ὑμὶν οὗτος ταῦτʼ ἔδρασεν ἔνδικα;
难道这个人没有为了你们的正义而做这些事吗?
§1283χὥτʼ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου, §1284λαχών τε κἀκέλευστος, ἦλθʼ ἐναντίος, §1285οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς, §1286ὑγρᾶς ἀρούρας βῶλον, ἀλλʼ ὃς εὐλόφου §1287κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;
还有当他再次独自去迎战赫克托尔,抽中签且未经命令而挺身而出时,他并没有把一个逃跑的签投入其中,那种湿泥土块,而是那个必定会从装饰精美的头盔中第一个轻盈跃出的签?
§1288ὅδʼ ἦν ὁ πράσσων ταῦτα, σὺν δʼ ἐγὼ παρών, §1289ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.
做这些事的人是他,而我当时也在场,那个未开化母亲所生的奴隶。
§1290δύστηνε, ποῖ βλέπων ποτʼ αὐτὰ καὶ θροεῖς;
不幸的人啊,你究竟看着什么才说出这些话?
§1291οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ §1292ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
难道你不知道你父亲的父亲,那古老的珀罗普斯,是一个未开化的弗里吉亚人吗?
§1293Ἀτρέα δʼ, ὃς αὖ σʼ ἔσπειρε, δυσσεβέστατον §1294προθέντʼ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;
还有阿特柔斯,是他生了你,却最不虔敬地把自己孩子做成的宴席摆在兄弟面前?
§1295αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφʼ ᾗ §1296λαβὼν ἐπακτὸν ἄνδρʼ ὁ φιτύσας πατὴρ §1297ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.
而你自己在克里特母亲手下出生,她被父亲发现引诱了外来男子,父亲便把她丢给无声的游鱼作为毁灭的食物。
§1298τοιοῦτος ὢν τοιῷδʼ ὀνειδίζεις σποράν;
既然你是这样的人,你怎么能侮辱像我这样的人的出身?
§1299ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς, §1300ὅστις στρατοῦ τὰ πρῶτʼ ἀριστεύσας ἐμὴν §1301ἴσχει ξύνευνον μητέρʼ, ἣ φύσει μὲν ἦν §1302βασίλεια, Λαομέδοντος· ἔκκριτον δέ νιν §1303δώρημʼ ἐκείνῳ ʼδωκεν Ἀλκμήνης γόνος.
我可是从父亲特拉蒙所生的,他在军中赢得了最高的战功,娶了我的母亲为妻,她天生就是领地的主宰,拉俄墨冬的女儿;而阿尔克墨涅之子把她作为精选的礼物赠送给了他。
§1304ἆρʼ ὧδʼ ἄριστος ἐξ ἀριστέοιν δυοῖν §1305βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος,
那么,从这两位最优秀的人所生的我,难道会羞辱与我血脉相连的人吗?
§1306οὓς νῦν σὺ τοιοῖσδʼ ἐν πόνοισι κειμένους §1307ὠθεῖς ἀθάπτους, οὐδʼ ἐπαισχύνῃ λέγων;
他们现在躺在这样的痛苦中,你却企图把他们推开不予埋葬,你难道说出这些话不感到羞耻吗?
§1308εὖ νυν τόδʼ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που, §1309βαλεῖτε χἡμᾶς τρεῖς ὁμοῦ συγκειμένους.
那么现在好好记住这一点,如果你们把这个人抛弃在什么地方,你们也将连同我们三个躺在一起的人一起抛弃。
§1310ἐπεὶ καλόν μοι τοῦδʼ ὑπερπονουμένῳ §1311θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ §1312γυναικός, ἢ τοῦ σοῦ γʼ ὁμαίμονος λέγω;
因为对我而言,为他劳苦哪怕公开死去,也远比为了你的妻子,或者为了你那同胞兄弟而死要美好得多。
§1313πρὸς ταῦθʼ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν.
因此,不要只看我的利益,也要看看你自己的。
§1314ὡς εἴ με πημανεῖς τι, βουλήσῃ ποτὲ §1315καὶ δειλὸς εἶναι μᾶλλον ἢ ʼν ἐμοὶ θρασύς.
因为如果你在任何事上伤害我,你终有一天会希望宁可表现得懦弱,也不要对我如此狂妄。
§1316ἄναξ Ὀδυσσεῦ, καιρὸν ἴσθʼ ἐληλυθώς, §1317εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.
歌队长:奥德修斯王,请知道你来得正是时候,如果你来不是为了加入争斗,而是为了化解它。
§1318τί δʼ ἔστιν, ἄνδρες;
奥德修斯:出什么事了,人们?
τηλόθεν γὰρ ᾐσθόμην §1319βοὴν Ἀτρειδῶν τῷδʼ ἐπʼ ἀλκίμῳ νεκρῷ.
因为我从远处就听到阿特柔斯子孙在这具勇敢的尸体上空发出的叫嚷声。
§1320οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους,
阿伽门农:奥德修斯王,我们难道没有听到最可耻的话吗?
§1321ἄναξ Ὀδυσσεῦ, τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως;
刚才正是从这个人嘴里吐出来的?
§1322ποίους;
奥德修斯:什么样的话?
ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω §1323κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.
因为我能够宽容一个人在听到坏话时,用恶毒的语言回击。
§1324ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτά με.
阿伽门农:他听到了可耻的话,因为他刚才对我做了那样的事。
§1325τί γάρ σʼ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;
奥德修斯:因为他对你做了什么,以至于你甚至受到了伤害?
§1326οὔ φησʼ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς §1327ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
阿伽门农:他说他不允许这具尸体不被埋葬,而是要违背我的意愿强行埋葬他。
§1328ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ §1329σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;
奥德修斯:那么,允许一个说真话的朋友,像以前一样,与你同舟共济吗?
§1330εἴπʼ· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ §1331φίλον σʼ ἐγὼ μέγιστον Ἀργείων νέμω.
阿伽门农:说吧;否则我就是糊涂了,因为我视你为阿耳戈斯人中最大的朋友。
§1332ἄκουέ νυν.
奥德修斯:那么请听着。
τὸν ἄνδρα τόνδε πρὸς θεῶν §1333μὴ τλῇς ἄθαπτον ὧδʼ ἀναλγήτως βαλεῖν·
看在神明的份上,不要让自己忍心将这个人如此冷酷地弃之不葬。
§1334μηδʼ ἡ βία σε μηδαμῶς νικησάτω §1335τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.
绝不要让仇恨的暴力征服你,以至于去憎恨到践踏正义的地步。
§1336κἀμοὶ γὰρ ἦν ποθʼ οὗτος ἔχθιστος στρατοῦ, §1337ἐξ οὗ ʼκράτησα τῶν Ἀχιλλείων ὅπλων, §1338ἀλλʼ αὐτὸν ἔμπας ὄντʼ ἐγὼ τοιόνδʼ ἐμοὶ §1339οὐκ οὖν ἀτιμάσαιμʼ ἄν, ὥστε μὴ λέγειν
因为对我而言,这个人在军中也曾是最可憎的敌人,自从我赢得了阿基琉斯的武器,但尽管如此,他对我而言虽是那样的人,我也不会侮辱他,以至于去否认……

词汇与语法注释

  1. §1263τὴν βάρβαρον γὰρ γλῶσσαν — 阿伽门农蔑称特乌克洛斯的话为“未开之人的语言”。这是在讽刺特乌克洛斯的母亲赫西俄涅是特洛伊(蛮族)公主,但随即在特乌克洛斯的反驳(§1291-1292)中,阿伽门农自己的祖先珀罗普斯也被揭露是弗里吉亚(蛮族)人,构成了极具讽刺意味的对比。
  2. §1266τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς χάρις διαρρεῖ — 这是一个感叹句,表明对死者的感激(χάρις)消逝得何其迅速。属格 τοῦ θανόντος 既可以理解为宾格性属格(“对死者的”),也可以理解为主格性属格(“死者所拥有的”)。在上下文中,它主要指阿开亚人对艾阿斯所立战功应怀有的感激之情,兼具两种含义。
  3. §1281οὗ σὺ μή — 否定小词 μή 的解析。紧跟在关系副词 οὗ(“在……地方”)之后的这一表达,受到前文强否定词 οὐδαμοῦ(“无处”)的影响,意为“你未曾行至的地方”。这是特乌克洛斯对阿伽门农此前声称“艾阿斯未曾去过任何我没去过的地方”的激烈反讽。
  4. §1285οὐ δραπέτην τὸν κλῆρον — “逃跑的签”这一比喻性表达。它指的是一种逸闻:懦怯者在头盔中抽签决定决斗人选时,会使用浸水的泥块作为自己的签,这样在摇晃头盔时,签就会粘在底部而不会跃出。这强调了艾阿斯没有使用这种诡计,而是堂堂正正地抽签。

引用这一段

索福克勒斯, 埃阿斯 §1262-1339. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:1262-1339

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。