他们因母亲不幸的婚事所出的身世,悲惨地哭泣着,在痛苦中消瘦。
§981ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνων §982ἄντασʼ Ἐρεχθεϊδᾶν, §983τηλεπόροις δʼ ἐν ἄντροις §984τράφη θυέλλαισιν ἐν πατρῴαις §985Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου §986θεῶν παῖς.
但她遇到了古老埃里克托尼乌斯子孙的血脉,并在遥远的山洞中,在父亲的暴风雨里长大,她是神明之女、北风之神的女儿,在陡峭的山岗上快步如飞。
ἀλλὰ κἀπʼ ἐκείνᾳ §987Μοῖραι μακραίωνες ἔσχον, ὦ παῖ.
然而,即使对她,永生的命运女神们也曾无情地降临,我的孩子啊。
§988Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν §989δύʼ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ §990αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει.
底比斯的众王啊,我们一同前来,两人同用一双眼睛看着同一条路;因为对于盲人来说,这便是行路的方式,必须有向导在前。
§991τί δʼ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον;
老太瑞西阿斯,有什么新情况吗?
§992ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.
我我会告诉你,而你要顺从占卜者。
§993οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.
的确,过去我不曾违背您的明见。
§994τοιγὰρ διʼ ὀρθῆς τήνδʼ ἐναυκλήρεις πόλιν.
因此你才能沿着正确的航向治理这座城邦。
§995ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα.
我曾受惠,并能为此作证。
§996φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.
那么,你现在要明白,你再次站在了命运的剃刀边缘。
§997τί δʼ ἔστιν;
那是什么意思?
ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.
你的话真叫我毛骨悚然。
§998γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.
当你听到我占卜的征兆时,你就会明白。
§999εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον §1000ἵζων, ἵνʼ ἦν μοι παντὸς οἰωνοῦ λιμήν, §1001ἀγνῶτʼ ἀκούω φθόγγον ὀρνίθων, κακῷ §1002κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.
因为当我坐在古老的观鸟席上,那里曾是我聚集各种预兆之鸟的港湾,我听到了鸟类陌生的声音,它们带着不祥而野蛮的狂怒啼鸣。
我明白它们正用爪子残忍地相互撕杀;因为羽翼拍击的尖啸声毫不含糊。
§1005εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην §1006βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων §1007Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλʼ ἐπὶ σποδῷ §1008μυδῶσα κηκὶς μηρίων ἐτήκετο §1009κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι §1010χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς §1011μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.
我立刻在惊恐中,在燃起熊熊烈火的祭坛上试作燔祭;但从祭品中赫菲斯托斯之火并未燃起,而是在灰叠上股股潮湿的油脂从大腿骨上熔化流下,冒着烟并爆裂,胆囊爆裂飞溅到半空中,而流淌着油脂的大腿骨则从包裹着的肥肉中脱落。
§1012τοιαῦτα παιδὸς τοῦδʼ ἐμάνθανον πάρα, §1013φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα. §1014ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ.
我从这孩子那里得知了那些毫无征兆的祭祀中失败的预言;因为他引导着我,正像我引导着他人一样。
§1015καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις. §1016βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς §1017πλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶς §1018τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.
而这座城邦正是因为你的心意而病入膏肓;因为我们的祭坛和壁炉,尽皆塞满了鸟兽从那不幸的俄狄浦斯之子尸身上啄食来的血肉。
§1019κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτι §1020θεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα, §1021οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς §1022ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.
因此,神明不再接受我们祭祀的祈祷,也不再接受大腿骨的火焰,鸟儿也不再啼鸣出吉兆之声,因为它们吞食了被杀者血迹斑斑的脂肉。
§1023ταῦτʼ οὖν, τέκνον, φρόνησον.
孩子啊,好好想想这些吧。
ἀνθρώποισι γὰρ §1024τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν· §1025ἐπεὶ δʼ ἁμάρτῃ, κεῖνος οὐκέτʼ ἔστʼ ἀνὴρ §1026ἄβουλος οὐδʼ ἄνολβος, ὅστις ἐς κακὸν §1027πεσὼν ἀκῆται μηδʼ ἀκίνητος πέλῃ.
因为犯错是所有人类通有的弱点;但当一个人犯了错,只要他在落入不幸之后能去纠正,并且不固执己见,他就不再是愚蠢或不幸的人。
§1028αὐθαδία τοι σκαιότητʼ ὀφλισκάνει.
固执确实会招致愚蠢的罪名。
τίς ἀλκὴ τὸν θανόντʼ ἐπικτανεῖν;
再次杀死死者,又算什么本事?
§1031εὖ σοι φρονήσας εὖ λέγω.
我是为你着着想才对你说这善言。
τὸ μανθάνειν δʼ §1032ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.
从说话得体且能带给你利益的人那里学习,是最甜蜜的事。
§1033ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ §1034τοξεύετʼ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς §1035ἄπρακτος ὑμῖν εἰμι· τῶν δʼ ὑπαὶ γένους §1036ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.
老头子,你们所有人,就像射手瞄准靶子一样,纷纷向我射箭,我甚至无法摆脱你们的占卜之术;我早已被那一伙人贩卖并当作货物般装运。
§1037κερδαίνετʼ, ἐμπολᾶτε τἀπὸ Σάρδεων §1038ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν §1039χρυσόν· τάφῳ δʼ ἐκεῖνον οὐχὶ κρύψετε, §1040οὐδʼ εἰ θέλουσʼ οἱ Ζηνὸς αἰετοὶ βορὰν §1041φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους, §1042οὐδʼ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ §1043θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδʼ ὅτι §1044θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.
赚你们的利润吧,去买卖萨尔迪斯的琥珀,如果你们愿意,还有印度的黄金;但你们绝不能将他藏在坟墓里,哪怕是宙斯的雄鹰想攫取他的肉体送到宙斯的宝座前—— 我也绝不因害怕这种亵渎而允许埋葬他;因为我深知,没有任何凡人能有力量去玷污神明。
§1045πίπτουσι δʼ, ὦ γεραιὲ Τειρεσία, βροτῶν §1046χοἰ πολλὰ δεινοὶ πτώματʼ αἴσχρʼ, ὅταν λόγους §1047αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.
但是,老太瑞西阿斯,即使是凡人中极聪明的人,当他们为了利益而将卑鄙的言辞说得冠冕堂皇时,也会摔得很惨。
§1048φεῦ.
哀哉!
ποῖον τοῦτο πάγκοινον λέγεις;
你所说的这人尽皆知的道理是什么?
§1050ὅσῳ κράτιστον κτημάτων εὐβουλία;
明智在一切财富中是多么无与伦比?
§1051ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.
正如,我认为,糊涂是最大的祸害一样。
§1052ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.
然而,你正满身都是这种毛病。
§1053οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.
我不想用恶言回敬这位占卜者。
§1054καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.
然而你已经在说了,口口声声说我的预言是假的。
§1055τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.
因为占卜者这整帮人都是贪财之辈。
§1056τὸ δʼ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.
而僭主一伙则喜欢不义之财。
§1057ἆρʼ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;
你可知道,你所说的这些话,针对的是你的统治者?
§1058οἶδʼ· ἐξ ἐμοῦ γὰρ τήνδʼ ἔχεις σώσας πόλιν.
我知道;正是因为我救了这座城,你才能统治它。
§1059σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.
你是个聪明的占卜者,但却喜欢行不义之事。
§1060ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.
你是在逼我说出我心中不容触动的秘密。
§1061κίνει, μόνον δὲ μὴ ʼπὶ κέρδεσιν λέγων.
说吧,只要不是为了利益而说。
§1062οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.
确实,我现在也觉得自己说这些根本不会符合你的利益。
§1063ὡς μὴ ʼμπολήσων ἴσθι τὴν ἐμὴν φρένα.
记住,你绝无法收买我的决心。