Humanitext Reader

索福克勒斯 · 安提戈涅 §1064-1164

提瑞西阿斯的破灭预言与克瑞翁的悔悟

第 13 段,共 15 段 · 希腊语

内容简介

提瑞西阿斯预言克瑞翁因囚禁活人安提戈涅、暴尸波吕涅克斯而将失去亲子。克瑞翁恐惧之下听从歌队的劝告,急忙前去释放和安葬死者,但随后使者前来宣布克瑞翁没落的开始。

§1064ἀλλʼ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι §1065τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν, §1066ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα §1067νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει, §1068ἀνθʼ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω §1069ψυχήν τʼ ἀτίμως ἐν τάφῳ κατῴκισας, §1070ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδʼ αὖ θεῶν §1071ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.
但你且确切地记住,在太阳竞争般飞驰的车轮转完不多几次之前,你就将用你自己身体所出的亲子,作为一具尸体,去抵偿死者,作为你将地上的生命投下深渊,并不名誉地囚禁在墓穴之中的代价;同时也作为你将属于地下神明的死者,夺去了其应得的份额,不予埋葬,不敬神明地留在这里的代价。
§1072ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω §1073θεοῖσιν, ἀλλʼ ἐκ σοῦ βιάζονται τάδε.
在这些事上,无论你还是天上的神明都没有权力干预,然而你却对他们施加了暴力。
§1074τούτων σε λωβητῆρες ὑστεροφθόροι §1075λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες, §1076ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.
因此,那些迟来却毁灭一切的复仇者,冥府与神明的复仇女神们正在暗中窥视你,要让你落入这完全相同的灾祸中。
§1077καὶ ταῦτʼ ἄθρησον εἰ κατηργυρωμένος §1078λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ §1079ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.
你且看,我是否是受了黄金的贿赂才说出这些话的;因为无需等待太久,你的府邸中就会爆发出男人和女人的哀号。
§1080ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις, §1081ὅσων σπαράγματʼ ἢ κύνες καθήγνισαν §1082ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων §1083ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.
所有敌对的城邦也都陷入了动荡,因为它们的被撕裂的尸体,或被狗,或被野兽,或被有翼的鸟儿,将不洁的臭气带到了供奉祭坛的城邦。
§1084τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης §1085ἀφῆκα θυμῷ καρδίας τοξεύματα §1086βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ.
因为你激怒了我,我便如同射手,愤怒地将正中你心脏的飞箭射了出去,这箭的灼痛你极度无法躲避。
§1087ὦ παῖ, σὺ δʼ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα §1088τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ, §1089καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραν §1090τὸν νοῦν τʼ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει.
孩子,带我们回家吧,让这人在比他年轻的人身上发泄他的怒气,让他学会保持更加安静的舌头,并且比他现在的内心培养出更好的理智。
§1091ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας· §1092ἐπιστάμεσθα δʼ, ἐξ ὅτου λευκὴν ἐγὼ §1093τήνδʼ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα, §1094μή πώ ποτʼ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.
王啊,那人在做出了可怕的预言后离去了;而我们知道,自我的头发从黑色变成白色以来,他还从未对这座城邦说过一句假话。
§1095ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας.
我自己也知道,这让我的心极度动摇。
§1096τό τʼ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ §1097ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα.
因为屈服固然可怕,但若抗拒而让我的骄傲之心撞上毁灭,这同样是可怕的。
§1098εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν.
墨诺叩斯之子,现在需要好生权衡。
§1099τί δῆτα χρὴ δρᾶν;
那么我究竟该怎么做?
φράζε. πείσομαι δʼ ἐγώ.
请说吧,我一定会听从。
§1100ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης §1101ἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον.
去把那个姑娘从地下牢房里释放出来,并为暴露在外的死者筑起坟墓。
§1102καὶ ταῦτʼ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;
你真的赞成这个,并认为我应当退让吗?
§1103ὅσον γʼ, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ §1104θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.
王啊,越快越好;因为神明惩罚愚蠢之辈的捷足灾祸,转瞬即至。
§1105οἴμοι· μόλις μέν, καρδίας δʼ ἐξίσταμαι §1106τὸ δρᾶν· ἀνάγκῃ δʼ οὐχὶ δυσμαχητέον.
唉,虽然痛苦,但我还是违背我心意去做这件事;因为我们不应当与不可抗拒的命运抗争。
§1107δρᾶ νυν τάδʼ ἐλθὼν μηδʼ ἐπʼ ἄλλοισιν τρέπε.
那么立刻去办,不要托付给别人。
§1108ὧδʼ ὡς ἔχω στείχοιμʼ ἄν·
我这就去。
ἴτʼ ἴτʼ ὀπάονες, §1109οἵ τʼ ὄντες οἵ τʼ ἀπόντες, ἀξίνας χεροῖν §1110ὁρμᾶσθʼ ἑλόντες εἰς ἐπόψιον τόπον.
来吧,来吧,侍从们,无论在场的还是不在场的,都拿起手中的斧头,奔向那看得见的高地。
§1111ἐγὼ δʼ, ἐπειδὴ δόξα τῇδʼ ἐπεστράφη, §1112αὐτός τʼ ἔδησα καὶ παρὼν ἐκλύσομαι.
既然我的决定已经转变,既然是我亲手捆绑了她,我就要亲自去释放她。
§1113δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους §1114ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.
因为我害怕,在遵循既定的法律中度过一生,才是最稳妥的。
§1115πολυώνυμε, Καδμείας νύμφας ἄγαλμα §1116καὶ Διὸς βαρυβρεμέτα §1117γένος, κλυτὰν ὃς ἀμφέπεις §1118Ἰταλίαν, μέδεις δὲ §1119παγκοίνοις, Ἐλευσινίας
拥有许多名字的神明,卡德摩斯新娘的荣耀,沉沉轰鸣的宙斯的子嗣,你守护着著名的意大利,并在广迎八方的埃勒乌西斯德奥的怀抱中施行统治。
§1120Δῃοῦς ἐν κόλποις, Βακχεῦ Βακχᾶν §1121ὁ ματρόπολιν Θήβαν §1122ναιετῶν παρʼ ὑγρῶν §1125Ἰσμηνοῦ ῥείθρων ἀγρίου τʼ ἐπὶ σπορᾷ δράκοντος.
巴克科斯啊,居住在狂女们的母邦底比斯的神明,就在那流淌着湿润的伊斯墨诺斯河水旁,在那狂野的恶龙之牙播种之地。
§1126σὲ δʼ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπε §1127λιγνύς, ἔνθα Κωρύκιαι §1128στείχουσι νύμφαι Βακχίδες, §1130Κασταλίας τε νᾶμα.
在那双峰的岩石上,闪烁的烟火曾看见了你,在那里,科里基亚的狂女宁芙们在漫步,还有卡斯塔利亚的泉水。
§1131καί σε Νυσαίων ὀρέων §1132κισσήρεις ὄχθαι χλωρά τʼ ἀκτὰ §1133πολυστάφυλος πέμπει, §1134ἀμβρότων ἐπέων §1135εὐαζόντων Θηβαΐας ἐπισκοποῦντʼ ἀγυιάς· §1137τὰν ἐκ πᾶσαι τιμᾷς ὑπερτάταν πόλεων §1138ματρὶ σὺν κεραυνίᾳ·
尼萨山的常春藤覆盖的山丘和绿色的、硕果累累的海岸送行你,在不死之歌唱起赞美声中,你守护着底比斯的街道;你将这座城邦尊为一切城邦之首,与你那被雷电击中的母亲一起。
§1140καὶ νῦν, ὡς βιαίας ἔχεται §1141πάνδαμος πόλις ἐπὶ νόσου, §1142μολεῖν καθαρσίῳ ποδὶ Παρνασίαν ὑπὲρ κλιτὺν §1145ἢ στονόεντα πορθμόν.
现今,当整个城邦正被剧烈的瘟疫纠缠时,请带着净化之足越过帕纳塞斯的山坡,或越过叹息的海峡前来。
§1146ἰὼ πῦρ πνειόντων χοράγʼ ἄστρων, νυχίων §1147φθεγμάτων ἐπίσκοπε, §1148παῖ Διὸς γένεθλον, προφάνηθʼ, §1150ὦναξ, σαῖς ἅμα περιπόλοις §1151Θυίαισιν, αἵ σε μαινόμεναι πάννυχοι χορεύουσι §1152τὸν ταμίαν Ἴακχον.
呼,吐着火焰的群星之舞的领袖,夜间呼喊的监护者,宙斯之子,显现吧,我们的王,与你那环绕着的狂乱的信女们一起,她们通宵达旦地为你,她们的管家雅克科斯而起舞。
§1155Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος, §1156οὐκ ἔσθʼ ὁποῖον στάντʼ ἂν ἀνθρώπου βίον §1157οὔτʼ αἰνέσαιμʼ ἂν οὔτε μεμψαίμην ποτέ.
卡德摩斯的邻人,安菲翁府邸的近邻们,没有什么人类的生活状态,是我愿意去赞美或责备的。
§1158τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει §1159τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντʼ ἀεί· §1160καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.
因为命运让幸福者立起,命运也让倒霉者随时倾覆;没有任何先知能为凡人预示既定的未来。
§1161Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ, §1162σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα §1163λαβών τε χώρας παντελῆ μοναρχίαν §1164ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·
确实,克瑞翁曾在我看来是令人羡慕的,他曾将这片卡德摩斯的土地从敌人手中救出,并掌握了这片土地的绝对君主权力,他在显赫的孩子们的繁衍中繁荣昌盛。

词汇与语法注释

  1. 1065τρόχους ἁμιλλητῆρας ἡλίου — “竞争般飞驰的太阳车轮”这一比喻说法指代时间的流逝(天数,或太阳的运转)。在此语境中,它意味着灾祸即将来临,“在太阳运行没多少圈之前”(即极短时间内)。
  2. 1068ἀνθʼ ὧν — 结合了介词 ἀντί 和关系代词 ὧν 的关系副词短语,意为“作为……的代价”或“因为……”(相当于 ἀντὶ τούτων ὅτι)。它引出了惩罚的原因:囚禁活人于地下,却让死者暴露在地上。
  3. 1072ὧν — 关系代词 ὧν(中性复数属格)指代前文关于死者的安置与处理。它作为非人称动词 μέτεστι(参与、有份)所支配的属格,表明无论是克瑞翁还是天上的神明,在冥府死者的这桩越权事务上都没有任何合法的干预权力。
  4. 1096τό τʼ εἰκαθεῖν γὰρ δεινόν — δεινόν 作非人称谓语名词,冠词性不定式 τό εἰκαθεῖν(让步、屈服)作为其主语。该句构成对比结构(用 τε... δέ... 代替 μέν... δέ...):“让步确实是一件可怕的事,但若抗拒而使我的心遭受毁灭,同样也是可怕的事”。
  5. 1105καρδίας δʼ ἐξίσταμαι τὸ δρᾶν — 动词 ἐξίσταμαι(退开、让步)支配属格 καρδίας(内心、顽固决意),意为“我退离了我的内心”。冠词性不定式 τὸ δρᾶν(去做)作为限定或同格,表现出克瑞翁戏剧性的态度转变:“为了去做这件事,我违背了自己内心的坚持”。

引用这一段

索福克勒斯, 安提戈涅 §1064-1164. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg002.humanitext-grc2:1064-1164

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。