§877τὰν πυμάταν ὁδόν.
……最后的道路。
难道你们不知道,在死前的歌声和哀号,如果允许表白的话,绝不会有人会自行停止吗?
§885οὐκ ἄξεθʼ ὡς τάχιστα;
还不快把她带走?
καὶ κατηρεφεῖ §886τύμβῳ περιπτύξαντες, ὡς εἴρηκʼ ἐγώ, §887ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν §888εἴτʼ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ· §889ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην· §890μετοικίας δʼ οὖν τῆς ἄνω στερήσεται.
像我吩咐的那样,用圆顶的坟墓将她封闭,让她独自留在荒凉之中,无论她是要死,还是要在这等居所中活活葬身;因为对于这姑娘的死,我们是无罪的;但无论如何,她将被剥夺在人世间的居留权。
§891ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς §892οἴκησις ἀείφρουρος, οἷ πορεύομαι §893πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς §894πλεῖστον δέδεκται Φερσέφασσʼ ὀλωλότων· §895ὧν λοισθία ʼγὼ καὶ κάκιστα δὴ μακρῷ §896κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.
啊,坟墓,啊,新房,啊,开凿出来的永久守护的居所,我将走向那里,去到我那些死去的亲人身边,珀耳塞福涅已经在亡魂中接纳了他们中最多的数量;我是他们中最后一个,也是远远最悲惨地,在我的生命之数未尽之前走下去的人。
§897ἐλθοῦσα μέντοι κάρτʼ ἐν ἐλπίσιν τρέφω §898φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί, §899μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα· §900ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ §901ἔλουσα κἀκόσμησα κἀπιτυμβίους §902χοὰς ἔδωκα.
然而走去时,我满怀着极大的希望,相信我将作为可爱的人去到父亲身边,作为亲爱的人去到你身边,母亲,也作为可爱的人去到你身边,亲爱的哥哥;因为当你们死去时,我亲手洗涤并装殓了你们,并在坟墓上浇奠了祭酒。
νῦν δέ, Πολύνεικες, τὸ σὸν §903δέμας περιστέλλουσα τοιάδʼ ἄρνυμαι.
而如今,波吕涅克斯,因我料理了你的尸骨,我却得到了这样的报偿。
§904καίτοι σʼ ἐγὼ ʼτίμησα τοῖς φρονοῦσιν εὖ.
然而在明理的人看来,我理所当然地敬重了你。
§905οὐ γάρ ποτʼ οὔτʼ ἄν, εἰ τέκνων μήτηρ ἔφυν, §906οὔτʼ εἰ πόσις μοι κατθανὼν ἐτήκετο, §907βίᾳ πολιτῶν τόνδʼ ἂν ᾐρόμην πόνον.
因为我绝不会,即使我成了孩子们的母亲,或是我的丈夫死后尸体正在腐烂,我也绝不愿违抗市民们的意愿来承担这一苦役。
§908τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;
我是顺应着什么样律法来说这话的呢?
§909πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν, §910καὶ παῖς ἀπʼ ἄλλου φωτός, εἰ τοῦδʼ ἤμπλακον, §911μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν §912οὐκ ἔστʼ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.
丈夫死了,还可以有另一个丈夫,如果失去孩子,还可以和另一个男人再生,但在母亲和父亲都已经深藏于冥府之后,就绝不可能再有任何兄弟出生了。
§913τοιῷδε μέντοι σʼ ἐκπροτιμήσασʼ ἐγὼ §914νόμῳ Κρέοντι ταῦτʼ ἔδοξʼ ἁμαρτάνειν §915καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα.
正是根据这样的律法,我把你尊崇在一切之上,但在克瑞翁看来,我却犯了罪,并且犯下了可怕的狂妄,我亲爱的哥哥。
§916καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν §917ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου §918μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς, §919ἀλλʼ ὧδʼ ἔρημος πρὸς φίλων ἡ δύσμορος §920ζῶσʼ εἰς θανόντων ἔρχομαι κατασκαφάς.
如今他用双手抓住我,就这样把我带走,没有婚礼,没有婚歌,既没有分得婚姻的一份,也没有抚养孩子的快乐,而是这样被朋友们抛弃,我这不幸的人,活着走向死者的地下墓穴。
§921ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;
我背叛了神明的哪一种正义?
τίνʼ αὐδᾶν ξυμμάχων;
该向哪一位盟友呼求?
ἐπεί γε δὴ §924τὴν δυσσέβειαν εὐσεβοῦσʼ ἐκτησάμην.
因为事实正是,我因行事虔敬而落得了不虔敬的恶名。
§925ἀλλʼ εἰ μὲν οὖν τάδʼ ἐστὶν ἐν θεοῖς καλά, §926παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες· §927εἰ δʼ οἵδʼ ἁμαρτάνουσι, μὴ πλείω κακὰ §928πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.
但是,如果这在神明看来是美善的,我们在受苦之后,便会承认自己犯了罪;但若是这些人犯了罪,愿他们所遭受的灾祸,不比他们不义地加在我身上的更多。
啊,底比斯祖先的城邦,和先祖的神明啊,我正被带走,不再迟延。
§940λεύσσετε, Θήβης οἱ κοιρανίδαι §941τὴν βασιλειδᾶν μούνην λοιπήν, §942οἷα πρὸς οἵων ἀνδρῶν πάσχω, §943τὴν εὐσεβίαν σεβίσασα.
看着吧,底比斯的统治者们,王室中唯一留下的女儿,我遭受着怎样的男人们怎样的折磨,只因为我尊崇了虔敬!
§944ἔτλα καὶ Δανάας οὐράνιον φῶς §945ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς· §946κρυπτομένα δʼ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη· §947καίτοι καὶ γενεᾷ τίμιος, ὦ παῖ παῖ, §950καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους.
达那厄也曾忍受着,将天上的光芒换作那铜墙铁壁的宫殿中的囚禁;她被隐藏在墓穴般的闺房中,被套上了枷锁;然而她也是出身高贵,啊,孩子,孩子,并且她还守护着宙斯那黄金般流淌的子嗣。
§951ἀλλʼ ἁ μοιριδία τις δύνασις δεινά· §952οὔτʼ ἄν νιν ὄλβος οὔτʼ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι §953κελαιναὶ νᾶες ἐκφύγοιεν.
但命运的力量是可怕的;无论是财富,还是战神阿瑞斯,或是城墙,或是波涛拍击的黑色船只,都无法逃脱它。
§955ζεύχθη δʼ ὀξύχολος παῖς ὁ Δρύαντος, §956Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς §957ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ.
那脾气暴躁的德律阿斯的儿子,伊多诺伊人的国王,也因为他的冷嘲热讽的怒气而被套上了枷鎖,被狄奥尼索斯囚禁在岩石的羁绊之中。
κεῖνος ἐπέγνω μανίαις §961ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις.
他终于在狂乱中明白,他曾用嘲讽的舌头触怒了神明。
因为他曾试图阻止那些受神感召的妇人以及狂欢之火,并且激怒了喜爱笛声的缪斯女神们。
§966παρὰ δὲ Κυανεᾶν πελάγει διδύμας ἁλὸς §967ἀκταὶ Βοσπόριαι ἠδʼ ὁ Θρῃκῶν ἄξενος §970Σαλμυδησσός, ἵνʼ ἀγχίπτολις Ἄρης §971δισσοῖσι Φινεΐδαις §972εἶδεν ἀρατὸν ἕλκος §973τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος §974ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις §975ἀραχθέντων, ὑφʼ αἱματηραῖς §976χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.
在双重之海的青黑色波涛旁,有博斯普鲁斯的岸边和色雷斯那不友善的萨尔密德索斯,在那里,邻近城邦的战神阿瑞斯看见了菲纽斯的两个儿子所受到的该诅咒的创伤,那是被残暴的妻子弄瞎的眼盲之伤,他们那失明的眼眶被血腥的双手以及织机的梭尖刺穿。