Humanitext Reader

索福克勒斯 · 安提戈涅 §687-760

海蒙的劝诫与同克瑞翁的激烈争吵

第 9 段,共 15 段 · 希腊语

内容简介

海蒙试图劝说父亲克瑞翁保持宽容,并转达了底比斯市民暗中对安提戈涅的同情。然而,克瑞翁坚守统治者的绝对权威,双方言辞交锋,最终演变成激烈的争吵。

§687γένοιτο μέντἂν χἀτέρῳ καλῶς ἔχον.
别人的意见也许也有可取之处。
§688σοῦ δʼ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα §689λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει.
但为了您的利益,我天生就有责任预先观察一切,无论有人说了什么,做了什么,或者有什么可指责的地方。
§690τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ §691λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων· §692ἐμοὶ δʼ ἀκούειν ἔσθʼ ὑπὸ σκότου τάδε, §693τὴν παῖδα ταύτην οἷʼ, ὀδύρεται πόλις, §694πασῶν γυναικῶν ὡς ἀναξιωτάτη §695κάκιστʼ ἀπʼ ἔργων εὐκλεεστάτων φθίνει.
因为您的目光对普通市民而言是可怕的,会阻止他们说出您听了不会高兴的话;但对我而言,却可以在黑暗中听到这些:城邦在如何为这个女孩哀悼,说她在所有女人中最不该遭受如此待遇,却因最高尚的行为而死得最惨。
§696ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς §697πεπτῶτʼ ἄθαπτον μήθʼ ὑπʼ ὠμηστῶν κυνῶν §698εἴασʼ ὀλέσθαι μήθʼ ὑπʼ οἰωνῶν τινος.
她没有让自己在杀戮中倒下的亲兄弟暴尸荒野,既没有让他被食肉的狗撕咬,也没有被任何飞鸟啄食。
§699οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;
难道她不配获得黄金般的荣耀吗?
§700τοιάδʼ ἐρεμνὴ σῖγʼ ἐπέρχεται φάτις.
这种暗中的传言正在悄悄蔓延。
§701ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ, §702οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον,
父亲,对我而言,在您事事顺遂的时候,没有任何财富比这更为珍贵。
§703τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις
因为对于孩子来说,还有什么比父亲昌盛的荣耀更伟大的装饰?
§704ἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί;
或者对于父亲来说,还有什么比孩子的荣耀更宝贵?
§705μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει, §706ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτʼ ὀρθῶς ἔχειν.
因此,请不要在心中仅抱持单一的态度,认为只有您说的话是对的,而其他都不对。
§707ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ, §708ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν, §709οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.
因为凡是自以为只有自己聪明,或者自认为拥有别人没有的口才或灵魂的人,这些人一旦被剖析,就会显出空虚。
§710ἀλλʼ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν §711πόλλʼ, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.
但对一个人来说,即便他很聪明,学习许多事物并不过分固执,也绝不是什么可耻的事。
§712ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα §713δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται, §714τὰ δʼ ἀντιτείνοντʼ αὐτόπρεμνʼ ἀπόλλυται.
您看那冬日急流旁的树木,凡是顺从退让的,如何保全了自己的枝叶;而那些抗拒的,则连根拔起被毁灭。
§715αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα §716τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω §717στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.
同样,凡是把船帆的脚索拉得太紧、绝不放松的人,最终会把船弄翻,此后便只能翻转着船舱来航行了。
§718ἀλλʼ εἶκε καὶ θυμῷ μετάστασιν δίδου.
所以,请让步并平息您的怒火。
§719γνώμη γὰρ εἴ τις κἀπʼ ἐμοῦ νεωτέρου §720πρόσεστι, φήμʼ ἔγωγε πρεσβεύειν πολὺ §721φῦναι τὸν ἄνδρα πάντʼ ἐπιστήμης πλέων· §722εἰ δʼ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν, §723καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.
因为如果我这个年轻人也有什么见解值得参考的话,我主张,一个人天生充满各样知识固然是最好的;但如果不然(因为事情通常不会这样发展),那么向说话在理的人学习,也是一件美事。
§724ἄναξ, σέ τʼ εἰκός, εἴ τι καίριον λέγει, §725μαθεῖν, σέ τʼ αὖ τοῦδʼ· εὖ γὰρ εἴρηται διπλῇ.
王啊,如果他说得合乎时宜,您听从他是理所当然的;而你(海蒙)也应该听从他,因为双方都说得很好。
§726οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ §727φρονεῖν ὑπʼ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;
像我们这个年纪的人,真的要由像他这个年纪的年轻人来教导如何思考吗?
§728μηδὲν τὸ μὴ δίκαιον· εἰ δʼ ἐγὼ νέος, §729οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.
绝不要教导不正义的事;但如果我很年轻,您不该看我的年龄,而更该看我的行为。
§730ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;
难道尊重那些不守秩序的人,就是你所谓的“行为”吗?
§731οὐδʼ ἂν κελεύσαιμʼ, εὐσεβεῖν εἰς τοὺς κακούς.
我绝不会劝人去对恶人发虔敬之心。
§732οὐχ ἥδε γὰρ τοιᾷδʼ ἐπείληπται νόσῳ;
难道她不就是染上了这种不服从的恶疾吗?
§733οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις λεώς.
每一个底比斯城邦的公民都说不是。
§734πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
难道城邦要来指示我该命令什么吗?
§735ὁρᾷς τόδʼ ὡς εἴρηκας ὡς ἄγαν νέος;
您看到您说这话时显得多么像个小孩子了吗?
§736ἄλλῳ γὰρ ἢ ʼμοὶ χρή με τῆσδʼ ἄρχειν χθονός;
难道我必须为了别人,而不是为了自己来统治这片土地吗?
§737πόλις γὰρ οὐκ ἔσθʼ ἥτις ἀνδρός ἐσθʼ ἑνός.
因为没有任何一个城邦是属于单单一人的。
§738οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;
难道城邦不被认为属于统治者吗?
§739καλῶς γʼ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος.
如果是在荒无人烟的土地上,您一个人倒是能统治得很好。
§740ὅδʼ, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.
这家伙,看起来显然是在和那女人同谋。
§741εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι.
如果您是那个女人的话(确实如此);因为我是在为您着想。
§742ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;
你这个恶棍,竟敢跟父亲对簿公堂吗?
§743οὐ γὰρ δίκαιά σʼ ἐξαμαρτάνονθʼ ὁρῶ.
因为我看到您正在犯下不正义的错误。
§744ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;
难道我尊重自己的权威也是犯错吗?
§745οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν.
当您践踏神明的尊严时,您就不是在尊重它。
§746ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.
真是个卑鄙的性格,居然屈从于女人!
§747οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.
您永远不会发现我屈从于可耻的事情。
§748ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.
反正,你这番话全都是为了那个女人。
§749καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.
也是为了您,为了我,以及为了地下的神明。
§750ταύτην ποτʼ οὐκ ἔσθʼ ὡς ἔτι ζῶσαν γαμεῖς.
无论如何,只要她还活着,你就绝别想娶她。
§751ἣ δʼ οὖν θανεῖται καὶ θανοῦσʼ ὀλεῖ τινα.
那么她就要死,而死会带走某个人。
§752ἦ κἀπαπειλῶν ὧδʼ ἐπεξέρχει θρασύς;
你甚至敢用这样的威胁来胆大妄为地挑衅吗?
§753τίς δʼ ἔστʼ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;
针对空洞无物的意见进行反驳,又算是什么威胁?
§754κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.
你会哭着得到教训的,你这个自己缺乏理智的家伙。
§755εἰ μὴ πατὴρ ἦσθʼ, εἶπον ἄν σʼ οὐκ εὖ φρονεῖν.
如果您不是我的父亲,我早就说您神志不清了。
§756γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με.
你这个女人的奴隶,别对我甜言蜜语。
§757βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;
您是想自己说个不停,却在别人说话时什么都不听吗?
§758ἄληθες;
真的吗?
ἀλλʼ οὐ τόνδʼ Ὄλυμπον, ἴσθʼ ὅτι, §759χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ.
但凭着这奥林匹斯山起誓,你要知道,你别想在侮辱和指责我之后还能得意地走开。
§760ἄγαγε τὸ μῖσος ὡς κατʼ ὄμματʼ αὐτίκα
把那个令人憎恨的女人带过来,让她立刻在

词汇与语法注释

  1. 691οἷς σὺ μὴ τέρψει κλύων — 关系代名词 οἷς 与先行词 λόγοις 一致,关系从句中的动词 τέρψει 为将来时。带有否定词 μὴ 的关系从句配合将来直说语气,表示某种假设或条件意味(“若有你听了不会高兴的那种话”)。
  2. 706ὡς φὴς σύ... τοῦτʼ ὀρθῶς ἔχειν — 这是由接续词 ὡς 引导的“对格加不定词”(accusative with infinitive)结构(对格为 τοῦτο,不定词为 ἔχειν),在语义上作为 φής 等传达动词的间接叙述。
  3. 710ἄνδρα... τὸ μανθάνειν — 对格 ἄνδρα 作名词化不定词 τὸ μανθάνειν 和 τὸ μὴ τείνειν 的逻辑主语(对格)。由于让步状语从句 κεἴ τις ᾖ σοφός(即使人是聪明的)的插入,使得 ἄνδρα 被提前。
  4. 742διὰ δίκης ἰών — 介词 διὰ 配合属格 δίκης,用以表示“身处于争执之中”或“进行诉讼、对抗”的状态或过程。与分词 ἰών(去)连用,表现出动性的敌对关系。
  5. 755εἶπον ἄν — 这是对应于由接续词 εἰ 加上直说语气过去时(ἦσθʼ)所构成条件从句的结论从句。使用 ἄν 加上直说语气过去时(εἶπον)来表示与过去事实相反的虚拟语气(过去反事实条件句,“若你不是……我早就说了”)。

引用这一段

索福克勒斯, 安提戈涅 §687-760. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg002.humanitext-grc2:687-760

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。