Humanitext Reader

索福克勒斯 · 安提戈涅 §517-595

伊斯墨涅认罪与克瑞翁下达死刑判决

第 7 段,共 15 段 · 希腊语

内容简介

安提戈涅与克瑞翁就对待死者的虔敬态度发生激烈争执,伊丝墨涅随后出现要求分担罪责,却遭到安提戈涅的拒绝。克瑞翁下令将两人收监处死,歌队随后开始歌唱拉布达科斯家族世代相传的诅咒与灾难。

§517οὐ γάρ τι δοῦλος, ἀλλʼ ἀδελφὸς ὤλετο.
奴隶不曾死去,而是我的兄弟死去了。
§518πορθῶν δὲ τήνδε γῆν· ὁ δʼ ἀντιστὰς ὕπερ.
那个人是在蹂躏这片土地,而这一个则是为了保卫它而迎敌。
§519ὁμῶς ὅ γʼ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.
然而,冥王依然要求这些法律。
§520ἀλλʼ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος.
但是,善人得到的和恶人相等,这绝非正义。
§521τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;
在冥府之中,谁知道这些事是否会被视为虔敬?
§522οὔτοι ποθʼ οὑχθρός, οὐδʼ ὅταν θάνῃ, φίλος.
敌人永远不可能成为朋友,即便在他死后。
§523οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.
我的本性不是为了共同去恨,而是为了共同去爱。
§524κάτω νυν ἐλθοῦσʼ, εἰ φιλητέον, φίλει §525κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.
那么你下到地下去吧,如果必须去爱,就去爱那底下的人;只要我还活着,女人就别想统治我。
§526καὶ μὴν πρὸ πυλῶν ἥδʼ Ἰσμήνη, §527φιλάδελφα κάτω δάκρυʼ εἰβομένη· §528νεφέλη δʼ ὀφρύων ὕπερ αἱματόεν §529ῥέθος αἰσχύνει, §530τέγγουσʼ εὐῶπα παρειάν.
看啊,伊丝墨涅就在门前,正流着痛惜同胞的泪水;眉宇间的愁云遮蔽了她那赤红的脸庞,浸湿了她那美丽的双颊。
§531σὺ δʼ, ἣ κατʼ οἴκους ὡς ἔχιδνʼ ὑφειμένη §532λήθουσά μʼ ἐξέπινες, οὐδʼ ἐμάνθανον §533τρέφων δύʼ ἄτα κἀπαναστάσεις θρόνων,
而你,像一条潜伏在我家中的毒蛇,暗中吸干我的血,而我却未曾发觉,我竟然抚养了两个颠覆王座的祸害。
§534φέρʼ, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου §535φήσεις μετασχεῖν, ἢ ʼξομεῖ τὸ μὴ εἰδέναι;
来,告诉我,你也声称自己参与了这次埋葬吗,还是你要发誓说自己毫不知情?
§536δέδρακα τοὔργον, εἴπερ ἥδʼ ὁμορροθεῖ §537καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.
我做过这事,只要姐姐同意我这样说,我愿意承担责任并分担罪名。
§538ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη σʼ, ἐπεὶ §539οὔτʼ ἠθέλησας οὔτʼ ἐγὼ ʼκοινωσάμην.
但是正义不会允许你这样做,因为你既不曾愿意,我也不曾让你参与。
§540ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι §541ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.
但是在你的灾难中,我并不感到羞耻将自己作为你命运的同舟共济者。
§542ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες· §543λόγοις δʼ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.
谁做了这事,冥王和地下的神明都是见证人;我不爱一个只在言语上爱我的朋友。
§544μήτοι, κασιγνήτη, μʼ ἀτιμάσῃς τὸ μὴ οὐ §545θανεῖν τε σὺν σοὶ τὸν θανόντα θʼ ἁγνίσαι.
姐姐,请不要拒绝我,不要不让我与你同死,去净化死者。
§546μή μοι θάνῃς σὺ κοινὰ μηδʼ ἃ μὴ ʼθιγες §547ποιοῦ σεαυτῆς.
不要和我一起死,不要把你未曾染指的事归为己有。
ἀρκέσω θνῄσκουσʼ ἐγώ.
我一个人死就够了。
§548καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;
失去你,我还有什么生命可留恋?
§549Κρέοντʼ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.
去问克瑞翁吧,因为你一直关照着他。
§550τί ταῦτʼ ἀνιᾷς μʼ, οὐδὲν ὠφελουμένη;
你为什么这样伤害我,这对你又有什么好处?
§551ἀλγοῦσα μὲν δῆτʼ εἰ γελῶ γʼ ἐν σοὶ γελῶ.
确实,如果我嘲笑你,我是在极度痛苦中嘲笑你。
§552τί δῆτʼ ἂν ἀλλὰ νῦν σʼ ἔτʼ ὠφελοῖμʼ ἐγώ;
那么,现在我还能为你做点什么来帮助你?
§553σῶσον σεαυτήν· οὐ φθονῶ σʼ ὑπεκφυγεῖν.
救你自己吧,我不嫉妒你的逃脱。
§554οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;
哀哉,可怜的我,难道我不能分担你的命运吗?
§555σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.
因为你选择生,而我选择死。
§556ἀλλʼ οὐκ ἐπʼ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις.
但我的话并不是没有对你说明。
§557καλῶς σὺ μὲν τοῖς, τοῖς δʼ ἐγὼ ʼδόκουν φρονεῖν.
在那些人看来你判断得对,而在此人看来我判断得对。
§558καὶ μὴν ἴση νῷν ἐστιν ἡ ʼξαμαρτία.
然而,我们两人的过错是同等的。
§559θάρσει· σὺ μὲν ζῇς, ἡ δʼ ἐμὴ ψυχὴ πάλαι §560τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν. §561τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως §562ἄνουν πεφάνθαι, τὴν δʼ ἀφʼ οὗ τὰ πρῶτʼ ἔφυ.
放心吧,你还活着,而我的灵魂早已死去了,好去侍奉那些亡者。 我认为这两个孩子,一个刚才显露出愚蠢,而另一个则是打出生起就如此。
§563οὐ γάρ ποτʼ, ὦναξ, οὐδʼ ὃς ἂν βλάστῃ μένει §564νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλʼ ἐξίσταται.
王啊,对于遭遇不幸的人来说,即便是与生俱来的智虑也不会留存,而是会离他而去。
§565σοὶ γοῦν, ὅθʼ εἵλου σὺν κακοῖς πράσσειν κακά.
在你的情况下正是如此,当你选择与恶人共同作恶时。
§566τί γὰρ μόνῃ μοι τῆσδʼ ἄτερ βιώσιμον;
没有她,我独自一人又该如何活下去?
§567ἀλλʼ ἥδε μέντοι μὴ λέγʼ· οὐ γὰρ ἔστʼ ἔτι.
不要提及“她”;因为她已经不复存在。
§568ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;
但你要杀死你儿子的未婚妻吗?
§569ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.
别人的田地也是可以耕耘的。
§570οὐχ ὥς γʼ ἐκείνῳ τῇδέ τʼ ἦν ἡρμοσμένα.
不像他们两个那样天造地设。
§571κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.
我讨厌给我的儿子们娶不好的女人。
§572ὦ φίλταθʼ Αἷμον, ὥς σʼ ἀτιμάζει πατήρ.
我亲爱的海蒙,你的父亲竟如此侮辱你。
§573ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.
你和你的婚约都让我感到无比厌烦。
§574ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;
你真的要剥夺你亲生儿子的未婚妻吗?
§575Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ.
冥王才是那个将要终止这桩婚事的人。
§576δεδογμένʼ, ὡς ἔοικε, τήνδε κατθανεῖν.
看来,她必须死是已经注定的了。
§577καὶ σοί γε κἀμοί.
对你对我都是如此。
μὴ τριβὰς ἔτʼ, ἀλλά νιν §578κομίζετʼ εἴσω, δμῶες· ἐκ δὲ τοῦδε χρὴ §579γυναῖκας εἶναι τάσδε μηδʼ ἀνειμένας.
别再拖延了,奴仆们,快把她们带进去;从现在起,必须把她们当做女人锁起来,不能放任自由。
§580φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας §581ἤδη τὸν, Ἅιδην εἰσορῶσι τοῦ βίου.
因为即便那些大胆的人,当看到死亡已经临近自己的生命时,也会逃跑。
§583εὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών.
那些一生未尝过痛苦滋味的人是幸福的。
§584οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας §585οὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον· §586ὅμοιον ὥστε ποντίαις οἶδμα δυσπνόοις ὅταν §587Θρῄσσαισιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς, §590κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶ §591δυσάνεμοι, στόνῳ βρέμουσι δʼ ἀντιπλῆγες ἀκταί.
因为凡是被神明动摇了根基的家族,其毁灭的命运便无所欠缺,代代相传延绵不绝;正如海上的波涛,当狂暴的色雷斯风暴在深海中奔腾,从海底卷起黑色的沙土,那些迎风受击的海岸在痛苦的叹息中发出轰鸣。
§593ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαι §595πήματα φθιτῶν ἐπὶ πήμασι πίπτοντʼ,
我看到拉布达科斯家族自古以来的亡者的灾难在重重累积,

词汇与语法注释

  1. §523ἔφυν — 动词 φύω 的自动词第二不定过去时(直陈语气主动)。配合不定式 συνέχθειν 和 συμφιλεῖν,用以表达“天生如此”或“本性在于……”。
  2. §544τὸ μὴ οὐ — 在含有否定意义的动词 ἀτιμάσῃς(拒绝)之后使用的双重否定不定式结构。用于加强语气,恳求不要阻止其共同赴死。
  3. §557τοῖς... τοῖς — 指示代名词(冠词作代名词)的与格复数形式。前者指代克瑞翁等世俗之人,后者指代冥府的亡者或安提戈涅自身,两者形成鲜明对比。

引用这一段

索福克勒斯, 安提戈涅 §517-595. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg002.humanitext-grc2:517-595

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。