Humanitext Reader

索福克勒斯 · 安提戈涅 §440-516

安提戈涅辩护神法与克瑞翁下达死刑判决

第 6 段,共 15 段 · 希腊语

内容简介

克瑞翁审问安提戈涅,安提戈涅承认了自己的行为,并辩称神明永恒的律法高于凡人的政令。克瑞翁对她的顽固态度感到愤怒,并宣布将她和其妹伊斯墨涅一同处死。

§440ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.
比我自己的安全更不重要。
§441σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα, §442φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε;
你,就是你,那个把头垂向地面的你,你承认还是否认做了这件事?
§443καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
我承认我做了,并且我不否认。
§444σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλεις §445ἔξω βαρείας αἰτίας ἐλεύθερον·
你可以把自己带到你想去的地方,免除这沉重的罪名,获得自由。
§446σὺ δʼ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως, §447ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;
而你,不要长篇大论,简短地告诉我,你可知晓曾有公告禁止做这件事?
§448ᾔδη· τί δʼ οὐκ ἔμελλον;
我知道;我怎能不知道?
ἐμφανῆ γὰρ ἦν.
因为那是显而易见的。
§449καὶ δῆτʼ ἐτόλμας τούσδʼ ὑπερβαίνειν νόμους;
而你竟然还敢违抗这些法律吗?
§450οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, §451οὐδʼ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη §452τοιούσδʼ ἐν ἀνθρώποισιν ὥρισεν νόμους.
因为向我宣布这些禁令的,既不是宙斯,也不是与冥府诸神同住的正义女神,在人间确立过这样的法律。
§453οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ §454κηρύγμαθʼ, ὥστʼ ἄγραπτα κἀσφαλῆ θεῶν §455νόμιμα δύνασθαι θνητὸν ὄνθʼ ὑπερδραμεῖν.
我也不认为你的布告有如此强大的力量,以至于能让一个凡人去逾越神明那不成文的、永不失效的律法。
§456οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε §457ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ʼφάνη.
因为这些律法并非始于今日或昨日,而是自古永存,无人知晓它们何时显现。
§458τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς §459φρόνημα δείσασʼ, ἐν θεοῖσι τὴν δίκην §460δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δʼ οὔ;
我绝不会因为惧怕任何人的骄傲,而在神明面前遭受惩罚;因为我早已知道自己必死——怎能不知道呢?
§461κεἰ μὴ σὺ προὐκήρυξας.
—— 即使你未曾颁布这布告。
εἰ δὲ τοῦ χρόνου §462πρόσθεν θανοῦμαι, κέρδος αὔτʼ ἐγὼ λέγω.
但如果我要在注定的时间之前死去,我认为这是一种解脱和幸事。
§463ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς §464ζῇ, πῶς ὅδʼ οὐχὶ κατθανὼν κέρδος φέρει;
因为凡是像我这样生活在重重苦难之中的人,死去怎能不是一种幸事呢?
§465οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν §466παρʼ οὐδὲν ἄλγος· ἀλλʼ ἄν, εἰ τὸν ἐξ ἐμῆς §467μητρὸς θανόντʼ ἄθαπτον ἠνσχόμην νέκυν, §468κείνοις ἂν ἤλγουν· τοῖσδε δʼ οὐκ ἀλγύνομαι.
因此,对我而言,遭遇这种命运算不上什么痛苦;但如果我容忍我同母所生的兄长死后成为一具无人埋葬的尸体,那我才会感到痛苦;而对现在的事,我并不感到痛苦。
§469σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν, §470σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.
如果你现在认为我的行为愚蠢,那大概是愚蠢的人在指责我愚蠢吧。
§471δηλοῖ τὸ γέννημʼ ὠμὸν ἐξ ὠμοῦ πατρὸς §472τῆς παιδός. εἴκειν δʼ οὐκ ἐπίσταται κακοῖς.
这姑娘顽梗的脾气显然是承袭自她那顽梗的父亲,她根本不知道向灾祸屈服。
§473ἀλλʼ ἴσθι τοι τὰ σκλήρʼ ἄγαν φρονήματα §474πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον §475σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ §476θραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις·
但你要知道,过于坚硬的意志最容易折断,正如那在烈火中烧炼得极其坚硬的铁,你也常常会看到它断裂并碎成粉末。
§477σμικρῷ χαλινῷ δʼ οἶδα τοὺς θυμουμένους §478ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει §479φρονεῖν μέγʼ ὅστις δοῦλός ἐστι τῶν πέλας.
我也知道,任性狂躁的烈马只要用小小的嚼子就能驯服;因为一个沦为他人奴隶的人,是绝不允许狂妄自大的。
§480αὕτη δʼ ὑβρίζειν μὲν τότʼ ἐξηπίστατο, §481νόμους ὑπερβαίνουσα τοὺς προκειμένους· §482ὕβρις δʼ, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα, §483τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.
这女子那时就已经懂得肆意妄为,公然逾越那公布的法律;而如今她既然做了,这便是她第二次的狂妄,竟然以此夸耀,并因自己做了这事而发笑。
§484ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δʼ ἀνήρ,
如果她能免受惩罚而保留这胜利,那么现在我就不是男人,她才是男人了。
§485εἰ ταῦτʼ ἀνατὶ τῇδε κείσεται κράτη.
如果这些权力可以不受惩罚地归她所有。
§486ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρα §487τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ, §488αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον §489μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον §490ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.
但是,无论她是我姐姐的女儿,还是比守护神宙斯的祭坛前所有的血亲还要亲近,她和她的同胞妹妹都别想逃脱最悲惨的死刑;因为我也同样指控她妹妹共同谋划了这次葬礼。
§491καί νιν καλεῖτʼ· ἔσω γὰρ εἶδον ἀρτίως §492λυσσῶσαν αὐτὴν οὐδʼ ἐπήβολον φρενῶν.
去把她叫出来;因为我刚才看见她在里面歇斯底里,神志不清。
§493φιλεῖ δʼ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς §494τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων·
在黑暗中策划阴谋的人,他们的内心往往会在事情败露之前,就预先暴露了自己的盗窃行径。
§495μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις §496ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.
然而,当有人在行恶被捕后,却还想粉饰自己的罪行,那我更是痛恨。
§497θέλεις τι μεῖζον ἢ κατακτεῖναί μʼ ἑλών;
你抓住我之后,除了处死我,还想要什么吗?
§498ἐγὼ μὲν οὐδέν· τοῦτʼ ἔχων ἅπαντʼ ἔχω.
我什么也不要;有了这个,我就有了一切。
§499τί δῆτα μέλλεις;
那你还在等什么?
ὡς ἐμοὶ τῶν σῶν λόγων §500ἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ· §501οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ.
因为你的话对我来说没有一句是中听的,愿它们永远不会让我觉得中听;同样地,我的话也天生让你感到厌恶。
§502καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον §503κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ §504τιθεῖσα;
然而,还有什么能比亲手将我那同胞手足安葬在坟墓中更让我获得无上的光荣?
τούτοις τοῦτο πᾶσιν ἁνδάνειν §505λέγοιτʼ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.
如果不是恐惧封住了他们的嘴,在场的所有人都应该会说他们赞成我的做法。
§506ἀλλʼ ἡ τυραννὶς πολλά τʼ ἄλλʼ εὐδαιμονεῖ §507κἄξεστιν αὐτῇ δρᾶν λέγειν θʼ ἃ βούλεται.
然而独裁统治在许多其他方面都很走运,特别是它有权为所欲为,畅所欲言。
§508σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.
在这些卡德摩斯的人民中,唯独你这么看。
§509ὁρῶσι χοὖτοι, σοὶ δʼ ὑπίλλουσιν στόμα.
他们也看到了,只是为了讨好你而闭上了嘴。
§510σὺ δʼ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς;
你和他们的想法不同,难道不感到羞耻吗?
§511οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.
尊崇自己的同胞手足,绝没有什么可耻的。
§512οὔκουν ὅμαιμος χὠ καταντίον θανών;
难道那个在对立面死去的,就不是你的同胞兄弟吗?
§513ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.
是我的同胞兄弟,由同一位母亲和父亲所生。
§514πῶς δῆτʼ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;
那你怎么还向他致敬,这岂不是对另一个的亵渎?
§515οὐ μαρτυρήσει ταῦθʼ ὁ κατθανὼν νέκυς.
死去的亡者不会证明你这说法的。
§516εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.
会的,如果你把他也等同于那个亵渎神明的人一样对待。

词汇与语法注释

  1. §443τὸ μή — 在表示否定的动词(此处为“否认” ἀπαρνοῦμαι)之后,带有冗余否定词 μή 的冠词不定式句(τὸ μή)用作宾语。这并不构成双重否定,而是加强了单一否定的语气,表示“我并不否认(做了这件事)”。
  2. §458τούτων ... τὴν δίκην δώσειν — τούτων 是表示原因或关联的属格,取决于 τὴν δίκην δώσειν(“为此受罚”),指前文提到的违背神明律法的行为。
  3. §471δηλοῖ τὸ γέννημʼ ὠμὸν — δηλοῖ 既可以解释为及物动词(“表明”),也可以解释为不及物动词(“显而易见”)。如果作不及物动词,主语为 τὸ γέννημα τῆς παιδός(这女子的天性),意为“这女子的天性是顽梗的,这已显而易见”。本译文采用该分析,视其为女孩继承的刚烈性格得以显现。
  4. §486τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου — “守护家庭庭院的宙斯”(Ζεὺς Ἑρκεῖος)象征着家族血缘与炉灶。τού παντὸς ... ἑρκείου 是一个夸张的表达,意为“比在庭院中祭祀宙斯的所有家族成员(血亲)还要亲近”。ἡμῖν 为伦理与格。

引用这一段

索福克勒斯, 安提戈涅 §440-516. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg002.humanitext-grc2:440-516

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。