§1165καὶ νῦν ἀφεῖται πάντα.
而今一切尽失。
τὰς γὰρ ἡδονὰς §1166ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ §1167ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν.
因为,当人们抛弃了自己的快乐时,我不认为这样的人还活着,而是视之为其为一具活着的尸体。
§1168πλούτει τε γὰρ κατʼ οἶκον, εἰ βούλει, μέγα §1169καὶ ζῆ τύραννον σχῆμʼ ἔχων· ἐὰν δʼ ἀπῇ §1170τούτων τὸ χαίρειν, τἄλλʼ ἐγὼ καπνοῦ σκιᾶς §1171οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
在你的府邸中尽情地富足吧,如果你愿意,并以僭主的威仪生活;但如果在这其中失去了快乐,那么其余的一切,我甚至不愿为一个人,以快乐作代价,用烟雾的阴影去换取。
§1172τί δʼ αὖ τόδʼ ἄχθος βασιλέων ἥκεις φέρων;
你又带来了关于君王的什么新沉重负荷?
§1173τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.
他们死了;而活着的人,正是他们死亡的祸首。
§1174καὶ τίς φονεύει;
谁是杀手?
τίς δʼ ὁ κείμενος;
谁又是那躺下的死者?
λέγε.
快说。
§1175Αἵμων ὄλωλεν· αὐτόχειρ δʼ αἱμάσσεται.
海蒙死了;他被自己的手染上了鲜血。
§1176πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός;
是死于父亲之手,还是死于他亲近的族人之手?
§1177αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.
他死于自己之手,因这桩杀害而对父亲愤恨不已。
§1178ὦ μάντι, τοὔπος ὡς ἄρʼ ὀρθὸν ἤνυσας.
预言者啊,你的话语竟然如此准确地实现了!
§1179ὡς ὧδʼ ἐχόντων τἄλλα βουλεύειν πάρα.
既然事已至此,现在可以为其余的事运筹帷幄了。
ἐκ δὲ δωμάτων §1182ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα.
她从府邸里,或是听闻了儿子的事,或是偶然出现在这里。
§1183ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην §1184πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς §1185ὅπως ἱκοίμην εὐγμάτων προσήγορος.
诸位城邦的公民啊,当我正走向门口时,便听到了你们的谈话,我本是要去向帕拉斯女神献上我的祈祷。
§1186καὶ τυγχάνω τε κλῇθρʼ ἀνασπαστοῦ πύλης §1187χαλῶσα, καί με φθόγγος οἰκείου κακοῦ §1188βάλλει διʼ ὤτων· ὑπτία δὲ κλίνομαι §1189δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι.
我恰巧正在抽开拉开式大门的闩,此时一桩家门不幸的声音穿透了我的双耳;我因恐惧而仰面瘫倒在侍女们的怀中,失去了知觉。
但那消息究竟是什么,请再对我说一遍;因为我绝非不曾经历过灾祸之人,我定会倾听。
亲爱的主母,我将作为目击者对您诉说,并且绝不隐瞒任何一句真话。
ὀρθὸν ἁλήθειʼ ἀεί.
真理永远是正确的。
§1196ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει §1197πεδίον ἐπʼ ἄκρον, ἔνθʼ ἔκειτο νηλεὲς §1198κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·
我作为向导跟随着您的丈夫,前往平原的尽头,那里还躺着未得怜悯、被狗撕咬着的波吕涅克斯的遗体。
§1199καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν §1200Πλούτωνά τʼ ὀργὰς εὐμενεῖς κατασχεθεῖν §1201λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν §1202θαλλοῖς ὃ δὴ 'λέλειπτο συγκατῄθομεν, §1203καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς §1204χώσαντες αὖθις πρὸς λιθόστρωτον κόρης §1205νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν.
我们向道路女神以及普路托祈求,请他们宽宥并施予仁慈,我们用圣洁的水清洗了他,用新折下的树枝将他仅存的遗骸一同焚烧,并用故乡的泥土为他筑起一座高耸的坟冢,随后我们再次走向那少女的铺石冥府婚房,进入那中空的岩洞。
§1206φωνῆς δʼ ἄπωθεν ὀρθίων κωκυμάτων §1207κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα, §1208καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών.
从远处,有人听到从那未得安葬的婚房周围传出尖锐的哀号声,便前去向主人克瑞翁禀报。
§1209τῷ δʼ ἀθλίας ἄσημα περιβαίνει βοῆς §1210ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δʼ ἔπος §1211ἵησι δυσθρήνητον· ὦ τάλας ἐγώ,
随着主人走得越来越近,悲惨呼喊的模糊声音缭绕在他耳畔,他哀叹着,吐出痛苦的言语:“啊,我这不幸的人啊,我难道是预言家吗?
我难道正在走着我曾走过的所有道路中最不幸的一条吗?
§1214παιδός με σαίνει φθόγγος.
儿子的声音在惑动我。
ἀλλὰ πρόσπολοι, §1215ἴτʼ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ §1216ἀθρήσαθʼ, ἁρμὸν χώματος λιθοσπαδῆ §1217δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος §1218φθόγγον συνίημʼ ἢ θεοῖσι κλέπτομαι.
侍从们,快些走近,站在坟墓旁仔细看,进入到那被拉开石块的封口处,去听听那是否是海蒙的声音,还是我被神明欺骗了。
§1219τάδʼ ἐξ ἀθύμου δεσπότου κελευσμάτων §1220ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι §1221τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν, §1222βρόχῳ μιτώδει σινδόνος καθημμένην, §1223τὸν δʼ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον, §1224εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν §1225καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος.
” 遵照我们那垂头丧气的主人的命令,我们进行了查看;在墓穴的最深处,我们看到她上吊自尽,脖子上套着用细麻布织成的绳圈,而他则搂着她的腰,哀悼着那在冥府破灭的婚礼,父亲的暴行,以及那不幸的床榻。
§1226ὁ δʼ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω §1227χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ· §1228ὦ τλῆμον, οἷον ἔργον εἴργασαι·
克瑞翁一看到他,便发出凄惨的哀号,走近他的身边,痛哭流涕地呼唤着他: “我那可怜的孩子,你做了什么事啊!
τίνα §1229νοῦν ἔσχες;
你动了什么念头?
ἐν τῷ συμφορᾶς διεφθάρης;
在怎样的灾祸中毁灭了自己?
§1230ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.
出来吧,孩子,我哀求你。
§1231τὸν δʼ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς, §1232πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους §1233ἕλκει διπλοῦς κνώδοντας.
” 但那孩子用野兽般的目光瞪着他,往他脸上吐了口唾沫,一言不发,拔出了双刃的宝剑。
ἐκ δʼ ὁρμωμένου §1234πατρὸς φυγαῖσιν ἤμπλακʼ· εἶθʼ ὁ δύσμορος §1235αὑτῷ χολωθείς, ὥσπερ εἶχʼ, ἐπενταθεὶς §1236ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δʼ ὑγρὸν §1237ἀγκῶνʼ ἔτʼ ἔμφρων παρθένῳ προσπτύσσεται.
父亲仓皇逃开,他一剑刺空;随后,那不幸的孩子愤怒地朝向自己,顺着那姿势,借力向前,将剑身的一半刺入了自己的肋旁,在依然清醒之时,用无力的臂膀抱住了那少女。
他喘息着,喷射出急促的血流,将红色的滴落染在她苍白的脸颊上。
§1240κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ §1241τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις, §1242δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν §1243ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.
尸体与尸体叠在一处躺着,不幸的孩子在冥府的府邸中完成了他的婚礼,并在凡人中昭示了,愚蠢是强加在人身上何其巨大的灾祸。
§1244τί τοῦτʼ ἂν εἰκάσειας;
对此你会作何推测?
ἡ γυνὴ πάλιν §1245φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον.
那女人再次离去了,消失得无影无踪,未曾说出一句吉凶之辞。