Humanitext Reader

索福克勒斯 · 安提戈涅 §1250-1353

欧律狄刻之死与克瑞翁的绝望终局

第 15 段,共 15 段 · 希腊语

内容简介

在王妃欧律狄刻令人不安的沉默之后,克瑞翁抱着儿子的遗体返回。随即他又得知了妻子的自尽,深陷绝望之中,认识到正是自己的傲慢导致了这场双重悲剧,最后歌队以强调智慧与敬神的重要性结束了全剧。

§1250γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθʼ ἁμαρτάνειν.
因为她绝非缺乏理智,不至于犯下如此大错。
§1251οὐκ οἶδʼ·
我不知道。
ἐμοὶ δʼ οὖν ἥ τʼ ἄγαν σιγὴ βαρὺ §1252δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.
但对我来说,过分的沉默显得十分沉重,正如同无益的喧嚣一样。
§1253ἀλλʼ εἰσόμεσθα, μή τι καὶ κατάσχετον §1254κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ, §1255δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις.
但我们要去查明,她是否在愤怒的心中隐秘地掩盖着什么被压抑的秘密,走到府邸中去吧;因为你说得确实很对。
§1256καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.
确实,过分的沉默中也蕴含着不祥之重。
§1257καὶ μὴν ὅδʼ ἄναξ αὐτὸς ἐφήκει §1258μνῆμʼ ἐπίσημον διὰ χειρὸς ἔχων, §1259εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν §1260ἄτην, ἀλλʼ αὐτὸς ἁμαρτών.
瞧,王上他亲自走过来了,双手抱着一个显而易见的铁证,如果允许这样说的话,这不是别人的毁灭,而是他自己犯下的过错。
§1261ἰὼ §1261aφρενῶν δυσφρόνων ἁμαρτήματα
呜呼,狂乱之心的顽固而致命的过错啊!
§1262στερεὰ θανατόεντʼ, §1263ὦ κτανόντας τε καὶ §1264θανόντας βλέποντες ἐμφυλίους.
噢,你们这些看着同族之人互相残杀和死亡的旁观者啊。
§1265ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων.
哀哉,我那不幸的决定。
§1266ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ §1267αἰαῖ αἰαῖ, §1268ἔθανες, ἀπελύθης §1269ἐμαῖς οὐδὲ σαῖσι δυσβουλίαις.
噢,孩子,你如此年轻,却遭遇了夭折的命运,呜呼,呜呼,你死去了,解脱了,是因为我的愚蠢,而非你自己的错。
§1270οἴμʼ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν.
哀哉,你似乎明白正义太迟了。
§1271οἴμοι, §1272ἔχω μαθὼν δείλαιος· ἐν δʼ ἐμῷ κάρᾳ §1273θεὸς τότʼ ἄρα τότε μέγα βάρος μʼ ἔχων §1274ἔπαισεν, ἐν δʼ ἔσεισεν ἀγρίαις ὁδοῖς, §1275οἴμοι, λακπάτητον ἀντρέπων χαράν.
悲夫,我在痛苦中学会了,我这不幸的人;那时,就在那时,神明将巨大的重荷压在我的头上,猛击我,将我推入狂乱的歧途,呜呼,将我的欢乐践踏并倾覆。
§1276φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι.
悲夫,凡人的劳苦是何等沉痛。
§1278ὦ δέσποθʼ, ὡς ἔχων τε καὶ κεκτημένος, §1279τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δʼ ἐν δόμοις §1280ἔοικας ἥκειν καὶ τάχʼ ὄψεσθαι κακά.
噢,主人,你既是那携带着灾祸的人,也是那拥有着它的人,一边是你在手中带回的这些痛苦,另一边是府邸中的痛苦,你似乎回来很快就会目睹新的灾殃。
§1281τί δʼ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι;
在灾祸中难道还有比这更恶劣的事吗?
§1282γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ, §1283δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.
你的妻子死去了,这具尸体的生身母亲,那个不幸的人,就在刚才死于新斩的伤口。
§1284ἰώ.
呜呼。
§1284aἰὼ δυσκάθαρτος Ἅιδου λιμήν, §1285τί μʼ ἄρα τί μʼ ὀλέκεις;
噢,难以清静的冥府港湾啊,为什么,你为什么要毁灭我?
§1286ὦ κακάγγελτά μοι §1287προπέμψας ἄχη, τίνα θροεῖς λόγον;
噢,那个向我传来悲痛噩耗的人,你说了些什么话?
§1288αἰαῖ, ὀλωλότʼ ἄνδρʼ ἐπεξειργάσω.
呜呼,你对一个已经毁灭的人完成了致命一击。
§1289τί φής, παῖ;
你说什么,孩子?
τίνʼ αὖ λέγεις μοι νέον, §1290αἰαῖ αἰαῖ, §1291σφάγιον ἐπʼ ὀλέθρῳ §1292γυναικεῖον ἀμφικεῖσθαι μόρον;
你又告诉我什么新的消息,呜呼,呜呼,难道又有一桩女性的死亡,作为毁灭之上的生祭,正笼罩着我吗?
§1293ὁρᾶν πάρεστιν· οὐ γὰρ ἐν μυχοῖς ἔτι.
可以看见了;因为她已经不在内室中了。
§1294οἴμοι, §1295κακὸν τόδʼ ἄλλο δεύτερον βλέπω τάλας.
呜呼,我这不幸的人又看到了这第二桩灾祸。
§1296τίς ἄρα, τίς με πότμος ἔτι περιμένει;
究竟还有什么,还有什么命运在等待着我?
§1297ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον, §1298τάλας, τὸν δʼ ἔναντα προσβλέπω νεκρόν.
我这不幸的人刚才还在怀中抱着我的孩子,眼前却又目睹了她的另一具尸体。
§1300φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον.
呜呼,呜呼,不幸的母亲,呜呼,我的孩子。
§1301ἡ δʼ ὀξυθήκτῳ βωμία περὶ ξίφει §1302λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν
她在祭坛旁,用一柄锋利的宝剑,闭上了她那黑暗的双眼。
§1303τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος, §1304αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς §1305πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ.
她先是哀悼了先前死去的梅加柔斯那显赫的命运,接着又哀悼了这个孩子,最后向你,这个杀子之人,降下悲惨处境的诅咒。
§1306αἰαῖ αἰαῖ, §1307ἀνέπταν φόβῳ.
呜呼,呜呼,我因恐惧而战栗。
τί μʼ οὐκ ἀνταίαν §1308ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει;
为什么没有人用双刃的宝剑,迎面刺穿我呢?
§1310δείλαιος ἐγώ, αἰαῖ, §1311δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ.
我真不幸,呜呼,我已被不幸的苦难所彻底纠缠。
§1312ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων §1313πρὸς τῆς θανούσης τῆσδʼ ἐπεσκήπτου μόρων.
因为那个死去的女人在死前指控你,必须要为这桩以及那桩死亡承担罪责。
§1314ποίῳ δὲ κἀπελύσατʼ ἐν φοναῖς τρόπῳ;
她是用什么方式在血泊中自我解脱的?
§1315παίσασ' ὑφʼ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως §1316παιδὸς τόδʼ ᾔσθετʼ ὀξυκώκυτον πάθος.
她用自己的手刺中了肝脏下方,当她得知了儿子那令人痛哭流涕的悲惨结局时。
§1317ὤμοι μοι, τάδʼ οὐκ ἐπʼ ἄλλον βροτῶν §1318ἐμᾶς ἁρμόσει ποτʼ ἐξ αἰτίας.
呜呼,这罪责绝不能从我身上转移到其他任何凡人的头上。
§1319ἐγὼ γάρ σʼ ἐγὼ ἔκανον, ὢ μέλεος, §1320ἐγώ, φάμʼ ἔτυμον.
因为是我,是我,不幸的我杀死了你,我说的是真话。
ἰὼ πρόσπολοι, §1321ἄγετέ μʼ ὅ τι τάχιστʼ, ἄγετέ μʼ ἐκποδών, §1325τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα.
噢,侍从们,尽快带我走吧,把我带离这里,让我这个等同于无、甚至比无还不如的人消失。
§1326κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς. §1327βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.
你提出了有益的劝告,如果在灾祸中还有什么裨益的话;因为眼前的灾祸,以最快结束为最上策。
§1328ἴτω ἴτω, §1329φανήτω μόρων ὁ κάλλιστʼ ἔχων §1330ἐμοὶ τερμίαν ἄγων ἁμέραν §1331ὕπατος·
让它来吧,让它来吧,让那最美好的命运降临吧,为我带来生命的最后一天,那至高无上的日子。
ἴτω ἴτω, §1332ὅπως μηκέτʼ ἆμαρ ἄλλʼ εἰσίδω.
让它来吧,让它来吧,好让我不再看到明天的太阳。
§1334μέλλοντα ταῦτα.
那是将来的事。
τῶν προκειμένων τι χρὴ §1335πράσσειν.
我们要为眼前的事务尽我们的职责。
μέλει γὰρ τῶνδʼ ὅτοισι χρὴ μέλειν.
那些事自会有该操心的人(神明)去操心。
§1336ἀλλʼ ὧν ἐρῶ, τοιαῦτα συγκατηυξάμην.
但我所渴望的一切,我已经融入到了那祈祷之中。
§1337μή νυν προσεύχου μηδέν· ὡς πεπρωμένης §1338οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή.
现在什么也不要祈祷了;因为凡人是无法逃避那注定的灾祸的。
§1339ἄγοιτʼ ἂν μάταιον ἄνδρʼ ἐκποδών, §1340ὅς, ὦ παῖ, σέ τʼ οὐχ ἑκὼν κάκτανον §1341σέ τʼ αὖ τάνδʼ, ὤμοι μέλεος, οὐδʼ ἔχω
带走这个愚蠢的人吧,孩子啊,我并非有意杀害了你,还有你,我的妻子。
§1342ὅπᾳ πρὸς πότερα κλιθῶ· πάντα γὰρ §1345λέχρια τἀν χεροῖν, τὰ δʼ ἐπὶ κρατί μοι §1346πότμος δυσκόμιστος εἰσήλατο.
哀哉,我这不幸的人,我不知道我该看向何处,该依傍哪一方;因为我手中的一切都已经倾斜,而我的头上已经降临了无法承受的命运。
§1347πολλῷ τὸ φρονεῖν εὐδαιμονίας §1348πρῶτον ὑπάρχει.
拥有智慧是幸福的最大首要条件。
χρὴ δὲ τά γʼ εἰς θεοὺς §1350μηδὲν ἀσεπτεῖν.
而在关乎神明的事上,绝不可有丝毫不敬。
μεγάλοι δὲ λόγοι §1351μεγάλας πληγὰς τῶν ὑπεραύχων §1352ἀποτίσαντες §1353γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.
傲慢者的狂言,终将付出沉重的代价,由此,在暮年教人学会智慧。

词汇与语法注释

  1. 1250γνώμης — 被形容词 ἄπειρος(无经验的、缺乏的)支配的属格,表示“不缺乏理智”。
  2. 1251ἥ τʼ ἄγαν σιγὴ — 副词 ἄγαν(过度地)被置于冠词 ἥ 与名词 σιγὴ 之间,起到形容词的作用,意为“过分的沉默”。
  3. 1272ἔχω μαθὼν — ἔχω 结合不定过去时分词 μαθὼν 的迂回完成体表达,强调主语现在保持着通过痛苦学习而得到的认识。
  4. 1311συγκέκραμαι — 动词 συγκεράννυμι(混合)的完成时被动式,与与格 δειλαίᾳ δύᾳ 结合,构成一个强烈的比喻,表示“我已被不幸的苦难彻底纠缠/融合”。
  5. 1325τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα — 客观否定 οὐκ ὄντα(事实上不存在的人)与主观/条件否定 μηδένα(微不足道的人/无)之间的对比。克瑞翁借此表达了自己沦为绝对虚无、甚至不如微尘的极度绝望。
  6. 1353γήρᾳ — 名词 γῆρας(晚年、老年)的与格。既可理解为时间与格(“在暮年”),也可理解为手段与格(“通过老年”)。语境中更强调在经历一生磨难后、于晚年才终于获得智慧的时间含义。

引用这一段

索福克勒斯, 安提戈涅 §1250-1353. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg002.humanitext-grc2:1250-1353

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。