§1ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα, §2ἆρʼ οἶσθʼ ὅ τι Ζεὺς τῶν ἀπʼ Οἰδίπου κακῶν §3ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;
噢,与我同胞的、亲爱的伊斯墨涅啊,你可知道,在源自俄狄浦斯的灾祸中,宙斯在我们还活着的时候,还有哪一样没有向我们俩降临?
§4οὐδὲν γὰρ οὔτʼ ἀλγεινὸν οὔτʼ ἄτης ἄτερ §5οὔτʼ αἰσχρὸν οὔτʼ ἄτιμόν ἐσθʼ, ὁποῖον οὐ §6τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπʼ ἐγὼ κακῶν.
因为没有任何痛苦的、或不带毁灭的、或耻辱的、或不体面的事情,是我在你和我的灾祸中没有见过的。
如今,人们又在传言那位将军刚刚向全城百姓颁布了什么法令?
§9ἔχεις τι κεἰσήκουσας;
你有所耳闻吗?
ἤ σε λανθάνει §10πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;
还是你没有察觉,仇敌的灾祸正朝着我们的亲友逼近?
§11ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων §12οὔθʼ ἡδὺς οὔτʼ ἀλγεινὸς ἵκετʼ ἐξ ὅτου §13δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο, §14μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί·
伊斯墨涅:对我来说,关于亲友的消息,无论是令人高兴的还是痛苦的,都没有传到我耳中,自从我们姐妹俩失去了两个兄弟,他们在同一天死于彼此的手中。
§15ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς §16ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδʼ ὑπέρτερον, §17οὔτʼ εὐτυχοῦσα μᾶλλον οὔτʼ ἀτωμένη.
自从阿耳戈斯的军队在昨夜撤走之后,我便一无所知,既没有变得更幸福,也没有变得更痛苦。
安提戈涅:我早就知道,正因如此,我才把你叫到庭院大门外来,好让你独自听我说话。
§20τί δʼ ἔστι;
伊斯墨涅:究竟是什么事?
δηλοῖς γάρ τι καλχαίνουσʼ ἔπος.
你看起来似乎在为某些话而忧心忡忡。
安提戈涅:克瑞翁不是把我们的两个兄弟,一个给予了光荣的葬礼,另一个却给予了耻辱吗?
§23Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης §24χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς §25ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς· §26τὸν δʼ ἀθλίως θανόντα Πολυνείκους νέκυν §27ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ §28τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα, §29ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν §30θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς.
据人们说,他遵照正义的合法行使和习惯法,将埃特奥克勒斯埋葬在地下,使他在阴间的死者中享有尊荣;但对于惨死的波吕尼克斯的尸体,听说他已向市民们宣布,任何人都不准将他掩埋在坟墓中,也不准为他痛哭,而是要让他无人哭泣、无人安葬,成为鸟儿们俯视时为了饱餐而感到愉悦的甜美宝藏。
§31τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ §32κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντʼ ἔχειν, §33καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν §34σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμʼ ἄγειν §35οὐχ ὡς παρʼ οὐδέν, ἀλλʼ ὃς ἂν τούτων τι δρᾷ, §36φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.
据说,那位高尚的克瑞翁向你和我——是的,我说也是向我——宣布了这样的禁令,并且他正要到这里来,向那些不知道的人明确宣布这些事,并且绝不把这件事视作儿戏,任何人只要做了其中任何一件事,就会在城里被当众用石头砸死。
事情对你来说就是这样,你很快就会证明,你是天生高贵,还是虽出身高贵却是个懦夫。
伊斯墨涅:可怜的人啊,如果事情已经到了这个地步,我不管是去解开还是去系紧,又能多帮上什么忙呢?
§41εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.
安提戈涅:考虑一下你是否愿意与我共同分担劳苦、共同合作。
§42ποῖόν τι κινδύνευμα;
伊斯墨涅:是什么样的冒险?
ποῦ γνώμης ποτʼ εἶ;
你到底在想些什么?
§43εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.
安提戈涅:你是否愿意用这双手,与我一起抬起那具尸体。
§44ἦ γὰρ νοεῖς θάπτειν σφʼ, ἀπόρρητον πόλει;
伊斯墨涅:你真的打算埋葬他吗? 那可是城邦所明令禁止的啊!
安提戈涅:至少那是我的兄弟,也是你的兄弟,即使你不愿意;因为我绝不会背叛他而被惩罚。
§47ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;
伊斯墨涅:可怜的人啊,即使克瑞翁已经明令禁止?
§48ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν μʼ εἴργειν μέτα.
安提戈涅:但是,他没有任何权力将我与我的亲人隔绝。
§49οἴμοι.
伊斯墨涅:哀哉!
φρόνησον, ὦ κασιγνήτη, πατὴρ §50ὡς νῷν ἀπεχθὴς δυσκλεής τʼ ἀπώλετο, §51πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς §52ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.
姐姐,你想常,我们的父亲是如何带着怨恨和恶名死去的,因为他自己发现了自己的罪行,便用他那亲自动手的双手指毁了自己的双眼。
§53ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος, §54πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον· §55τρίτον δʼ ἀδελφὼ δύο μίαν καθʼ ἡμέραν §56αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον §57κοινὸν κατειργάσαντʼ ἐπαλλήλοιν χεροῖν.
接着是他的母亲兼妻子——这双重的称呼—— 用编织的绳套结束了自己的生命;第三,两兄弟在同一天,互相残杀,那两个不幸的人用彼此的双手共同造成了他们一样的死运。
§58νῦν δʼ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει §59ὅσῳ κάκιστʼ ὀλούμεθʼ, εἰ νόμου βίᾳ §60ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.
如今,只剩下我们两个孤女,你想想,如果我们违反法律,违抗统治者的判决和权力,我们将死得多么惨烈。
§61ἀλλʼ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχʼ ὅτι §62ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα. §63ἔπειτα δʼ οὕνεκʼ ἀρχόμεσθʼ ἐκ κρεισσόνων, §64καὶ ταῦτʼ ἀκούειν κἄτι τῶνδʼ ἀλγίονα.
我们必须记住这一点:首先,我们天生是女人,不能与男人抗争;其次,我们受制于强者,因而必须服从这些命令,甚至比这更痛苦的命令。
§65ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς §66ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε, §67τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ §68περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.
因此,我祈求阴间的亡灵宽恕,因为我是被迫如此,我将服从当权者;因为做超出自己能力的事是毫无意义的。
安提戈涅:我不会命令你,即使你现在愿意行动,我也不高兴让你与我一同去做。
你就去做你认为对的人吧,而我要去埋葬他;为了做这件事而死,对我而言是美好的。
ἐπεὶ πλείων χρόνος §75ὃν δεῖ μʼ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.
因为我必须取悦阴间之人的时间,要比取悦这世上的人长得多。
§76ἐκεῖ γὰρ αἰεὶ κείσομαι·
因为我将永远躺在那里。
σοὶ δʼ, εἰ δοκεῖ, §77τὰ τῶν θεῶν ἔντιμʼ ἀτιμάσασʼ ἔχε.
而你,如果你愿意,就继续蔑视神明所重视的法则吧。
§78ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ
伊斯墨涅:我并不是在蔑视神明的法则,只是……