Humanitext Reader

索福克勒斯 · 特拉基斯妇女 §834-933

歌队对神谕的叹息与乳母告知德伊阿妮拉自尽

第 11 段,共 15 段 · 希腊语

内容简介

歌队哀叹赫拉克勒斯的毁灭与神谕的应验,随后赶到的乳母详细叙述了德伊阿妮拉因悔恨而在婚床上自尽的悲惨经过。

§834ὃν τέκετο θάνατος, ἔτρεφε δʼ αἰόλος δράκων, §835πῶς ὅδʼ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι,
死神所生、斑斓之蛇所抚育的剧毒,怎能让赫拉克勒斯看到比现在更多的另一个太阳呢?
§836δεινοτάτῳ μὲν ὕδρας προστετακὼς §837φάσματι;
因为他已经与九头蛇那最可怕的幻影密合在一起。
μελαγχαίτα δʼ ἄμμιγά νιν αἰκίζει §840Νέσσου ὑποφόνια δολιόμυθα κέντρʼ ἐπιζέσαντα.
同时,黑发的涅索斯那充满杀机、欺骗之言的毒刺,正沸腾着折磨他。
§841ὧν ἅδʼ ἁ τλάμων ἄοκνος μεγάλαν προορῶσα §842δόμοισι βλάβαν νέων §843ἀΐσσουσαν γάμων τὰ μὲν αὐτὰ προσέβαλε, τὰ §844δʼ ἀπʼ ἀλλόθρου §845γνώμας μολόντʼ ὀλεθρίαισι συναλλαγαῖς §846ἦ που ὀλοὰ στένει, §847ἦ που ἀδινῶν χλωρὰν §848τέγγει δακρύων ἄχναν.
对于这些事,这个可怜而毫不退缩的女人,预见到新婚给家庭带来的巨大的毁灭,有些事情是她自己所施加的,而另一些事情则是因他人的意图,在毁灭性的遭遇中产生,她定在痛苦地哀号,她定在用连绵不断的泪水濡湿那苍白的珠网。
§850ἁ δʼ ἐρχομένα μοῖρα προφαίνει δολίαν §851καὶ μεγάλαν ἄταν.
而那临近的命运,正昭示着欺骗的大毁灭。
§852ἔρρωγεν παγὰ δακρύων· κέχυται νόσος, ὦ πόποι, §853οἷον ἀναρσίων §854οὔπω Ἡρακλέους ἀγακλειτὸν ἐπέμολε πάθος οἰκτίσαι.
泪泉已然决堤,病痛已然倾泻,啊,诸神啊,敌人的手,从未将如此令人生怜的痛苦降临到声名显赫的赫拉克勒斯身上。
§855ἰὼ κελαινὰ λόγχα προμάχου δορός, §856ἃ τότε θοὰν νύμφαν §857ἄγαγες ἀπʼ αἰπεινᾶς §858τάνδʼ Οἰχαλίας αἰχμᾷ· §860ἁ δʼ ἀμφίπολος Κύπρις ἄναυδος φανερὰ §861τῶνδʼ ἐφάνη πράκτωρ.
呜呼,先锋之矛的黑色锋刃,你曾在那时将那敏捷的新娘,从险峻的俄卡利亚,用你的矛头带到此地;而作为侍女的塞浦路斯在无言中,显然已成为这些事情的执行者。
§863πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸς §864οἴκτου διʼ οἴκων ἀρτίως ὁρμωμένου;
我是产生了幻觉,还是听到了刚刚从屋里传出来的哀悼声?
τί φημι;
我该说什么?
§865ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ §866κωκυτὸν εἴσω, καί τι καινίζει στέγη.
有人在里面发出清晰而悲惨的哭声,这屋里发生了一些新鲜的变故。
§867ξύνες δὲ §868τήνδʼ ὡς κατηφὴς καὶ συνωφρυωμένη §870χωρεῖ πρὸς ἡμᾶς γραῖα σημανοῦσά τι.
请看,那个神色沮丧、眉头紧锁的老妇人,正朝我们走来,要宣告什么。
§871ὦ παῖδες, ὡς ἄρʼ ἡμὶν οὐ σμικρῶν κακῶν §872ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.
孩子们,那送给赫拉克勒斯的礼物,究竟给我们带来了多么巨大的灾难啊。
§873τί δʼ, ὦ γεραιά, καινοποιηθὲν λέγεις;
老妇人,你所说的这新鲜变故是什么?
§874βέβηκε Δῃάνειρα τὴν πανυστάτην §875ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός.
德伊阿妮拉用那再也无法移动的脚步,踏上了所有道路中的最后一条。
§876οὐ δή ποθʼ ὡς θανοῦσα;
难道她已经死了?
§876aπάντʼ ἀκήκοας.
你已经听到了全部。
§877τέθνηκεν ἡ τάλαινα;
那个可怜的人死了吗?
§877aδεύτερον κλύεις.
你听到第二遍了。
§878τάλαινʼ ὀλεθρία·
可怜而毁灭的女人!
τίνι τρόπῳ θανεῖν σφε φής;
你说她是以什么方式死去的?
§879σχετλιώτατά γε πρὸς πρᾶξιν.
在付诸实行上,是以最惨烈的方式。
§880εἰπὲ τῷ μόρῳ, §881γύναι, ξυντρέχει.
妇人,请告诉我她是以怎样的死法与命运相会。
§882αὑτὴν διηΐστωσε.
她消灭了自己。
§883τίς θυμὸς ἢ τίνες νόσοι §884τάνδʼ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε;
是什么样的愤怒,或什么样的狂乱,用邪恶武器的锋刃夺去了她的生命?
πως ἐμήσατο §885πρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα;
她是如何独自一人,通过死而完成了死的?
§886στονόεντος ἐν τομᾷ σιδάρου.
通过令人哀伤之铁器的砍劈。
§887ἐπεῖδες, ὦ ματαία, τάνδε τὴν ὕβριν;
你这愚妇,亲眼目睹了这桩暴行吗?
§888ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.
我看见了,确实是作为近旁的陪伴者。
§890τίς ἦν;
是谁?
πῶς;
怎么回事?
φέρʼ εἰπέ.
快说吧。
§891αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.
她亲手对自己做出了这事。
§892τί φωνεῖς;
你在说什么?
§892aσαφηνῆ.
明白的事实。
§893ἔτεκεν ἔτεκε δὴ μεγάλαν §894ἁ νέορτος ἅδε νύμφα §895δόμοισι τοῖσδʼ ἐρινύν.
生了,她确实生下了一个巨大的复仇女神,这个新来的新娘给这个家带来的!
§896ἄγαν γε·
确实太过分了。
μᾶλλον δʼ, εἰ παροῦσα πλησία §897ἔλευσσες οἷʼ ἔδρασε, κάρτʼ ἂν ᾤκτισας.
而且,如果你当时在场,目睹了她的所作所施,你一定会更加怜悯她。
§898καὶ ταῦτʼ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;
一个女人的手,竟敢做出这样的事吗?
§899δεινῶς γε· πεύσει δʼ, ὥστε μαρτυρεῖν ἐμοί.
极其可怕;你听我说完,便会为我作证。
§900ἐπεὶ γὰρ ἦλθε δωμάτων εἴσω μόνη §901καὶ παῖδʼ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια §902στορνύνθʼ, ὅπως ἄψορρον ἀντῴη πατρί, §903κρύψασʼ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,
因为当她独自一人走进屋里,看见儿子在中庭整理凹陷的床榻,以便折返回去迎接父亲时,她将自己藏在没有人能看见的地方。
§904βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσʼ ὅτι §905γένοιντʼ ἔρημοι, ʼκλαιε δʼ ὀργάνων ὅτου §906ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος·
她扑在祭坛前哭号,哀叹自己已被抛弃,又抚摸着她昔日可怜地使用过的各种器具痛哭。
§907ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη, §908εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας, §909ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη, §910αὐτὴ τὸν αὑτῆς δαίμονʼ ἀνακαλουμένη §911καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οὐσίας.
她在屋里各处徘徊,一旦看到任何亲爱的仆人的身影,这不幸的女人看着他们便流下热泪,呼唤着她自己的命运,和今后没有子嗣的孤单处境。
§912ἐπεὶ δὲ τῶνδʼ ἔληξεν, ἐξαίφνης σφʼ ὁρῶ §913τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.
当她停止了这些,我突然看见她冲进了赫拉克勒斯的卧室。
§914κἀγὼ λαθραῖον ὄμμʼ ἐπεσκιασμένη §915φρούρουν·
而我,隐藏起自己的目光,在一旁窥视。
ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις §916τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.
我看见那个女人在床榻上,在赫拉克勒斯的床上铺上毯子。
§917ὅπως δʼ ἐτέλεσε τοῦτʼ, ἐπενθοροῦσʼ ἄνω §918καθέζετʼ ἐν μέσοισιν εὐνατηρίοις, §919καὶ δακρύων ῥήξασα θερμὰ νάματα §920ἔλεξεν· ὦ λέχη τε καὶ νυμφεῖʼ ἐμά, §921τὸ λοιπὸν ἤδη χαίρεθʼ, ὡς ἔμʼ οὔποτε §922δέξεσθʼ ἔτʼ ἐν κοίταισι ταῖσδʼ εὐνάτριαν.
当她做完这一切,便纵身跳了上去,坐在床榻的中央,涌出热泪,说道:“哦,我的床,我的新房,从此再见,因为你们再也不会在这张床上迎接我作为妻子而同枕共眠了。
§923τοσαῦτα φωνήσασα συντόνῳ χερὶ §924λύει τὸν αὑτῆς πέπλον, ᾗ χρυσήλατος §925προύκειτο μαστῶν περονίς, ἐκ δʼ ἐλώπισεν §926πλευρὰν ἅπασαν ὠλένην τʼ εὐώνυμον.
” 说完这些,她用敏捷的手,解开她的长袍,在胸口处曾有金铸的胸针固定着,她露出了整个侧腹和左臂。
§927κἀγὼ δρομαία βᾶσʼ, ὅσονπερ ἔσθενον, §928τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.
而我尽己所能,飞快地奔跑,把她正密谋的这些事告诉了她的儿子。
§929κἀν ᾧ τὸ κεῖσε δεῦρό τʼ ἐξορμώμεθα, §930ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ §931πλευρὰν ὑφʼ ἧπαρ καὶ φρένας πεπληγμένην.
正当我们往返奔走于此间时,我们看见她用一把双刃剑刺入了自己的侧腹,在肝脏和横隔膜之下。
§932ἰδὼν δʼ ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλας §933τοὔργον κατʼ ὀργὴν ὡς ἐφάψειεν τόδε,
儿子见状大声痛哭;因为这可怜的孩子明白,是他在愤怒中将这桩惨剧引向了她。

词汇与语法注释

  1. 836-837προστετακὼς — 动词 προστήκω(熔贴、密合)的完成时主动分词。它生动地表现了可怕而切肤的痛苦状态,即九头蛇的毒液已经熔化并与赫拉克勒斯的肉体紧密结合、无法分离。
  2. 841-843τὰ μὲν αὐτὰ προσέβαλε, τὰ δʼ ἀπʼ ἀλλόθρου γνώμας μολόντʼ — 表示对比关系的句法。τὰ μ便 指德伊阿妮拉自身的行为(送出长袍),而与之相对的 τὰ δʼ 则指由于他人(半人马涅索斯)的恶意企图而产生的事态。这表明她因无知而犯下的过失与他人的阴谋相互交织,最终导致了毁灭。
  3. 874-875ἐξ ἀκινήτου ποδός — 直译为“以不动之足”,这既可以隐喻地解释为德伊阿妮拉怀着“毫不动摇、决然的步伐”踏上了最后的道路(表示其决意自杀),也可以先期提及她死后僵直的状态,即“因死亡而变得再也无法移动的脚”。
  4. 933ὡς ἐφάψειεν τόδε — 间接引语中的斜系祈愿神情(optativus obliquus)。动词 ἐφάπτω 意为“引起”、“使(火等)燃起”,在此表现了儿子许罗斯深切悔恨的心态,即“由于他自己的愤怒(ὀργή),把这桩惨剧引向了母亲”(或触发了母亲的自杀)。

引用这一段

索福克勒斯, 特拉基斯妇女 §834-933. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg001.humanitext-grc2:834-933

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。