Humanitext Reader

索福克勒斯 · 特拉基斯妇女 §748-833

赫拉克勒斯受难的报告与戴阿妮拉的沉默退场

第 10 段,共 15 段 · 希腊语

内容简介

许罗斯控诉戴阿妮拉,讲述了赫拉克勒斯在优波亚的凯奈翁海岬穿上她赠送的长袍后,陷入极度痛苦,杀死了传令官利卡斯,现正处于濒死状态并被运往特拉克斯。戴阿妮拉听后默默离去,歌队由此意识到,关于赫拉克勒斯在十二年后免除劳役的古老预言正以死亡的形式得以实现。

§748ποῦ δʼ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;
“你在何处接近那个人,并侍立在他身旁的?
§749εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.
” “如果这是你应当知道的,我确实应该说明一切。
§750ὅθʼ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν, §751νίκης ἄγων τροπαῖα κἀκροθίνια, §752ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον §753Κήναιόν ἐστιν, ἔνθα πατρῴῳ Διὶ §754βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα· §755οὗ νιν τὰ πρῶτʼ ἐσεῖδον ἄσμενος πόθῳ.
” “当他攻陷了欧律托斯那座著名城邦、向前行进之时,” “携带着胜利的纪念碑和战利品,” “在优波亚的尽头,有一个被波涛环绕的” “凯奈翁海岬,在那里他正为父祖之神宙斯” “设立祭坛和神域的树林;” “就在那里,经历了切切思念,我终于满心欢喜地第一次见到了他。
§756μέλλοντι δʼ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς §757κῆρυξ ἀπʼ οἴκων ἵκετʼ οἰκεῖος Λίχας, §758τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον· §759ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο, §760ταυροκτονεῖ μὲν δώδεκʼ ἐντελεῖς ἔχων §761λείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθʼ ὁμοῦ §762ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.
” “正当他准备进行献祭许多祭品的屠宰时,” “自家的传令官利卡斯从家里赶到,” “带来了你的礼物,那件致命的长袍;” “他穿上了它,正如你事先嘱咐的那样,” “杀牛献祭,献上了十二头完好无损的” “战利品首生牛;然而总共” “牵来了百头混杂的牲畜。
§763καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί, §764κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο· §765ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο §766φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός, §767ἱδρὼς ἀνῄει χρωτί, καὶ προσπτύσσεται §768πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος, §769χιτὼν ἅπαν κατʼ ἄρθρον· ἦλθε δʼ ὀστέων §770ἀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίας §771ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.
” “起初,这可怜的人怀着宁静的心情,” “因这华丽的装饰和袍服而欢喜,他默默祈祷;” “但是,随着庄严祭仪中” “肥美木材燃起血红的火焰时,” “汗水从他身上冒出,并且紧贴在他的胁腹上,” “就如工匠的制品一样,每一个关节都被内衣密合;接着骨头里传来” “阵阵抽搐的剧痛;随后,就像那血腥” “残忍的毒蛇之毒,开始吞噬他的身体。
§772ἐνταῦθα δὴ ʼβόησε τὸν δυσδαίμονα §773Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ, §774ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον· §775ὁ δʼ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης §776δώρημʼ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.
” “就在那时,他大声斥责那不幸的” “利卡斯——对你的恶行毫无责任的无辜之人,” “盘问他究竟是用什么阴谋带来了这件长袍;” “而那可怜的人一无所知,只说是你一个人的礼物,正如它被托付时那样。
§777κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος §778σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο, §779μάρψας ποδός νιν, ἄρθρον ᾗ λυγίζεται, §780ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν· §781κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου §782κρατὸς διασπαρέντος αἵματός θʼ ὁμοῦ.
” “而他一听到这话,并且当一阵极度痛苦的” “撕裂般痉挛攫住他的肺部时,” “抓住了他的脚,就在关节弯曲的足踝处,” “将他摔向那被海水四面拍打的岩石上;” “头皮里流出了白色的脑浆,脑门” “碎裂开来,鲜血也一同喷溅而出。
§783ἅπας δʼ ἀνηυφήμησεν οἰμωγῇ λεώς, §784τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου· §785κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν.
” “所有的民众都发出一声惊叹与哀号,” “一个在痛苦挣扎,另一个则已命丧黄泉;” “但谁也不敢走到那个人跟前去。
§786ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος, §787βοῶν, ἰύζων· ἀμφὶ δʼ ἐκτύπουν πέτραι, §788Λοκρῶν τʼ ὄρειοι πρῶνες Εὐβοίας τʼ ἄκραι.
” “因为他时而倒在地上,时而腾空跃起,在抽搐中,” “大声喊叫、痛苦呻吟;四周的岩石,” “洛克里斯的山脊以及优波亚的海岬,都在四处回响。
§789ἐπεὶ δʼ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ §790ῥίπτων ἑαυτόν, πολλὰ δʼ οἰμωγῇ βοῶν, §791τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος §792σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον §793οἷον κατακτήσαιτο λυμαντὴν βίου, §794τότʼ ἐκ προσέδρου λιγνύος διάστροφον §795ὀφθαλμὸν ἄρας εἶδέ μʼ ἐν πολλῷ στρατῷ §796δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ· §797ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν, §798μηδʼ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί· §799ἀλλʼ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς §800ἐνταῦθʼ ὅπου με μή τις ὄψεται βροτῶν· §801εἰ δʼ οἶκτον ἴσχεις, ἀλλά μʼ ἔκ γε τῆσδε γῆς §802πόρθμευσον ὡς τάχιστα, μηδʼ αὐτοῦ θάνω.
” “当他精疲力竭,这可怜的人无数次在地上” “摔打自己,无数次大声号哭,” “痛斥他与你这可怜女人的” “那不幸的同床,以及与奥纽斯之女的婚事,” “痛骂他娶了这样一位毁掉他一生的害人精时,” “就在那时,他从缭绕的浓烟中抬起歪斜的” “眼睛,看见我在众人之中” “泪流满面,便注视着我,呼唤道:” ““我的孩子,走近些,不要逃避我的不幸,”” ““哪怕你注定要与垂死的我一同死去;”” ““但请把我抬出去,最理想的是把我安置在” ““任何凡人都看不见我的地方;”” ““如果你还有怜悯之心,至少把我从这个地方” ““尽快运送走,别让我死在这里。
§803τοσαῦτʼ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει §804θέντες σφε πρὸς γῆν τήνδʼ ἐκέλσαμεν μόλις §805βρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκα §806ἢ ζῶντʼ ἐσόψεσθʼ ἢ τεθνηκότʼ ἀρτίως.
”” “在他这样嘱托之后,我们把他安置在” “船舱中央,费尽周折才把船靠在这一带的岸边,” “他因痉挛而痛苦地号叫;你们立刻” “就会看见他,要么还活着,要么刚刚死去。
§807τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασʼ ἐμῷ §808καὶ δρῶσʼ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη
” “母亲,你对我的父亲策划了” “并且做出了这样的事,当场被抓住了。
§809τίσαιτʼ Ἐρινύς τʼ.
为此,愿惩罚性的“正义(迪克)”与” “复仇女神(厄里倪乌斯)惩罚你!
εἰ θέμις δʼ, ἐπεύχομαι· §810θέμις δʼ, ἐπεί μοι τὴν θέμιν σὺ προύβαλες, §811πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ §812κτείνασʼ, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.
如果这是合乎神法的,我如此祈求;” “这自然是合乎神法的,因为是你先向我抛弃了神法,” “你杀害了这世上” “最杰出的伟男子,这样的人你再也见不到第二个了。
§813τί σῖγʼ ἀφέρπεις;
” “你为什么默默地退去?
οὐ κάτοισθʼ ὁθούνεκα §814ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;
难道你不知道,” “你的沉默正在为控告你的人辩护吗?
§815ἐᾶτʼ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶν §816αὐτῇ γένοιτʼ ἄπωθεν ἑρπούσῃ καλός.
” “歌队:随她退去吧;愿顺风把她” “送走,离我的视线远远的。
§817ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν §818μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;
” “许罗斯:因为对于一个没有尽到生育之责的人,” “又何必徒劳地保留“母亲”这一尊贵的头衔呢?
§819ἀλλʼ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣν §820τὠμῷ δίδωσι πατρί, τήνδʼ αὐτὴ λάβοι.
” “就让她走吧,祝她好运;而她给” “我父亲带来的那种“欢乐”,愿她自己也尝一尝!
§821ἴδʼ οἷον, ὦ παῖδες, προσέμιξεν ἄφαρ §822τοὔπος τὸ θεοπρόπον ἡμῖν §823τᾶς παλαιφάτου προνοίας, §824ὅ τʼ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι §825δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων §826τῷ Διὸς αὐτόπαιδι· καὶ τάδʼ ὀρθῶς §827ἔμπεδα κατουρίζει.
” “歌队:看啊,姑娘们,那古老预言中” “神谕的话语,” “竟如此迅速地降临在我们身上,” “它曾宣告,当第十二个耕作之年” “满月度过之时,便将结束宙斯亲子” “的劳役;而这些话,正分毫不差地” “顺风前行。
πῶς γὰρ ἂν ὁ μὴ λεύσσων §830ἔτι ποτʼ ἔτʼ ἐπίπονον πόνων ἔχοι θανὼν λατρείαν;
因为一个不再看见光明的人,” “死后怎能还会继续承受那辛劳服役的痛苦呢?
§831εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳ §832χρίει δολοποιὸς ἀνάγκα
” “因为如果半人马那充满杀机的阴云般毒液,” “正通过阴谋的必然性涂抹在” “他的胁腹上,随着那毒素的融化和侵蚀,” “吸收进去的毒药” “定在吞噬他的身体。
§833πλευρά, προστακέντος ἰοῦ,

词汇与语法注释

  1. §749εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών — 条件句中主句无人称动词的省略,以及 χρή(如果你必须了解)与 χρεών(确实有必要说出一切)的重复以示强调。χρεών 作为无人称表达,省略了 ἐστίν。
  2. §768ὥστε τέκτονος — 此处 ὥστε 读作 ὥς τε(正如)。属格 τέκτονος(工匠的)修饰一个省略的名词如 ἔργον(制品),比喻衣物紧贴身体的紧密程度宛如工匠精心粘合的工艺品。
  3. §809εἰ θέμις δʼ, ἐπεύχομαι· θέμις δʼ — 说话者先用 εἰ θέμις(如果合乎神法)这一谨慎的条件句以避免不敬之嫌,紧接着以 θέμις δʼ(确实合乎神法)自我肯定。这一修辞手法突显了戴阿妮拉的罪行之重,已使其丧失了作为母亲应享有的神法庇护。
  4. §815οὖρος ὀφθαλμῶν ἐμῶν αὐτῇ γένοιτʼ ἄπωθεν ἑρπούσῃ καλός — 使用航海比喻 οὖρος καλός(顺风)来描写戴阿妮拉的离去。短语 ὀφθαλμῶν ἐμῶν ἄπωθεν(远离我的视线)修饰分词 ἑρπούσῃ(退去时的她)。歌队用这一隐喻表达了希望她尽快消失的冷漠态度。

引用这一段

索福克勒斯, 特拉基斯妇女 §748-833. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg001.humanitext-grc2:748-833

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。