Humanitext Reader

索福克勒斯 · 特拉基斯妇女 §78-172

许罗斯的出发与命运书板的启示

第 2 段,共 15 段 · 希腊语

内容简介

许罗斯从德阿涅拉处得知了关于赫拉克勒斯的神谕,并出发去寻找父亲。随后登场的歌队向太阳询问赫拉克勒斯的下落并安慰德阿涅拉,德阿涅拉则透露了赫拉克勒斯留下的命运书板的细节。

§78τὰ ποῖα, μῆτερ;
什么样的神谕,母亲?
τὸν λόγον γὰρ ἀγνοῶ.
因为我对此事一无所知。
§79ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν §80ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γʼ ὕστερον §81τὸν λοιπὸν ἤδη βίοτον εὐαίωνʼ ἔχειν.
说他要么将迎来生命的终结,要么在完成这项劳役之后,往后的余生都将在幸福中度过。
§82ἐν οὖν ῥοπῇ, τοιᾷδε κειμένῳ, τέκνον, §83οὐκ εἶ ξυνέρξων, ἡνίκʼ ἢ σεσώσμεθα
因此,我的孩子,在他处于如此关键的抉择关头,你难道不去相助吗?
§85κείνου βίον σώσαντος, ἢ οἰχόμεσθʼ ἅμα;
那时要么因他保全了生命我们也得以得救,要么我们便一同灭亡。
§86ἀλλʼ εἶμι, μῆτερ·
我这就去,母亲。
εἰ δὲ θεσφάτων ἐγὼ §87βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·
若我早知这些神谕的内容,早就前去相助了。
§88νῦν δʼ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸς §89ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.
但过去父亲往常的命运,使我们不至于预先恐惧,也不至于过度担忧。
§90νῦν δʼ ὡς ξυνίημʼ, οὐδὲν ἐλλείψω τὸ μὴ οὐ §91πᾶσαν πυθέσθαι τῶνδʼ ἀλήθειαν πέρι.
但现在既然我明白了,我绝不遗余力,一定要探明关于这些事情的全部真相。
§92χώρει νυν, ὦ παῖ·
那么去吧,我的孩子。
καὶ γὰρ ὑστέρῳ τό γʼ εὖ §93πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.
因为即使来得迟,只要探得安好,也终归是有益的。
§94ὃν αἰόλα νὺξ ἐναριζομένα §95τίκτει κατευνάζει τε, φλογιζόμενον §96Ἅλιον Ἅλιον αἰτῶ §97τοῦτο καρῦξαι, τὸν Ἀλκμήνας πόθι μοι πόθι παῖς
璀璨的黑夜在被消灭之时所孕育并抚慰入眠的那位,那炽热燃烧的太阳啊,太阳啊,我恳求你宣告这消息:阿尔克墨涅的孩子究竟在何处,在何处生活着?
§98ναίει ποτʼ, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων, §100ἢ ποντίας αὐλῶνος ἢ δισσαῖσιν ἀπείροις κλιθείς,
噢,在耀眼的闪电中燃烧的主宰啊,他是停留在海洋的海峡中,还是依落在两块大陆之上?
§101εἴπʼ, ὦ κρατιστεύων κατʼ ὄμμα.
告诉我们吧,拥有最无双慧眼的主宰。
§103ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι §104τὰν ἀμφινεικῆ Δηιάνειραν ἀεί, §105οἷά τινʼ ἄθλιον ὄρνιν, §106οὔποτʼ εὐνάζειν ἀδακρύτων βλεφάρων πόθον, ἀλλʼ §107εὔμναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ §110ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι, κακὰν §111δύστανον ἐλπίζουσαν αἶσαν.
因为我以焦虑企盼的心听闻,那位备受争夺的德阿涅拉,总是,如同一只可怜的飞鸟,无法让那未干泪眼的渴望安眠,而是对丈夫的旅途怀着时刻难忘的恐惧,在无夫陪伴的孤寂床榻上饱受煎熬,预感着不幸而悲惨的命运。
§112πολλὰ γὰρ ὥστʼ ἀκάμαντος ἢ νότου ἢ βορέα τις §113κύματʼ ἂν εὐρέϊ πόντῳ βάντʼ ἐπιόντα τʼ ἴδοι, §114οὕτῶ δὲ τὸν Καδμογενῆ στρέφει, τὸ δʼ αὔξει, §115βιότου πολύπονον ὥσπερ πέλαγος §120Κρήσιον.
正如人们能看见,在无休无止的南风或北风吹拂下,广阔的大海上波涛汹涌,一浪退去一浪又来,同样地,那多灾多难的生命之海,宛如克里特海的狂澜,将卡德摩斯的后裔抛上落下。
ἀλλά τις θεῶν αἰὲν ἀναμπλάκητον Ἅιδα §121σφε δόμων ἐρύκει.
但是,某位神明总是将他从冥府的深渊中挽回,使他免于毁灭。
§122ὧν ἐπιμεμφομένα σʼ αἰδοῖα μέν, ἀντία δʼ οἴσω.
为此我虽怀着敬意,却要向您提出相反的规劝。
§125φαμὶ γὰρ οὐκ ἀποτρύειν ἐλπίδα τὰν ἀγαθὰν §126χρῆναί σʼ·
因为我认为,您不应该消磨掉美好的希望。
ἀνάλγητα γὰρ οὐδʼ ὁ πάντα κραίνων βασιλεὺς ἐπέβαλε θνατοῖς Κρονίδας· §127ἀλλʼ ἐπὶ πῆμα καὶ χαρὰ πᾶσι κυκλοῦσιν, οἷον §130ἄρκτου στροφάδες κέλευθοι.
因为那统治万物的君王、克罗诺斯之子,并没有给凡人降下毫无痛苦的命运;相反,痛苦与欢乐在所有人身上循环往复,正如大熊星座那运转不停的轨道一般。
§131μένει γὰρ οὔτʼ αἰόλα §132νὺξ βροτοῖσιν οὔτε κῆρες §133οὔτε πλοῦτος, ἀλλʼ ἄφαρ §134βέβακε, τῷ δʼ ἐπέρχεται §135χαίρειν τε καὶ στέρεσθαι.
因为无论是璀璨的黑夜,还是命运的罗网,或是财富,都不会永远留在凡人身边,而是转瞬即逝,而对另一个人来说欢乐与丧失又会接踵而至。
§136ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω §137τάδʼ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε §140τέκνοισι Ζῆνʼ ἄβουλον εἶδεν;
因此,我也劝勉您这位王后,要在希望中始终坚守这一点;因为有谁曾见过宙斯对自己的子嗣如此不加眷顾呢?
§141πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει §142πάθημα τοὐμόν· ὡς δʼ ἐγὼ θυμοφθορῶ, §143μήτʼ ἐκμάθοις παθοῦσα νῦν τʼ ἄπειρος εἶ.
据我推测,你来到这里是因为听到了我的痛苦;但我如何心力交瘁,愿你永远不要通过亲身经历去体验,现在你还未曾经历。
§144τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται §145χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ §146οὐδʼ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ, §147ἀλλʼ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον §148ἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου γυνὴ §149κληθῇ λάβῃ τʼ ἐν νυκτὶ φροντίδων μέρος, §150ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη.
因为年轻的生命在那样属于它自己的地方成长,神明的炽热、雨水或是任何狂风都无法动摇它,它只是在欢乐中度过无忧无虑的生活,直到一个女子不再是处女而被唤作妻子,并在黑夜中分担了焦虑的份额,为丈夫或为孩子们而担惊受怕。
§151τότʼ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν §152πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.
只有到那时,一个人才能通过省察自己的境遇,看清我正承受着怎样深重的苦难。
§153πάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγʼ ἐκλαυσάμην· §154ἓν δʼ, οἷον οὔπω πρόσθεν, αὐτίκʼ ἐξερῶ.
固然,我曾为许多苦难痛哭流涕;但有一件事,是以前从未有过的,我现在就说出来。
§155ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ §156ὡρμᾶτʼ ἀπʼ οἴκων Ἡρακλῆς, τότʼ ἐν δόμοις §157λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην §158ξυνθήμαθʼ, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ,
因为当主公赫拉克勒斯从家中踏上最后一次旅途时,他在馆中留下了一块古老的书板,上面写着秘语。
§159πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι, §160ἀλλʼ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.
以前他去经历多次磨难时,从来不肯对我说明这些,而是像一个前去立功而非送死的人那样出发。
§161νῦν δʼ ὡς ἔτʼ οὐκ ὢν εἶπε μὲν λέχους ὅ τι §162χρείη μʼ ἑλέσθαι κτῆσιν εἶπε δʼ ἣν τέκνοις §163μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι, §164χρόνον προτάξας ὡς τρίμηνον ἡνίκα §165χώρας ἀπείη κἀνιαύσιον βεβώς, §166τότʼ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ §167ἢ τοῦθʼ ὑπεκδραμόντα τοῦ χρόνου τέλος §168τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.
但这一次,他仿佛觉得自己已不在人世,交代了我应当继承何种家产,以及给孩子们划分多少祖传土地的份额,他预先规定了期限,即当他离开这片土地满一年零三个月的时候,那么在这个时刻,他要么必须死去,要么,若能安然度过这一期限的终点,往后便能在无忧无虑中度过余生。
§169τοιαῦτʼ ἔφραζε πρὸς θεῶν εἱμαρμένα §170τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων, §171ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε §172Δωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη.
他说,这样的神意注定会伴随着赫拉克勒斯劳役的终结而实现,正如当年在多多那,那棵古老的橡树通过两只鸽子所宣告的那样,他如此说道。

词汇与语法注释

  1. 79ὡς — 引导名词性从句或间接引语,用以解释“神谕”(μαντεῖα)的具体内容。
  2. 90τὸ μὴ οὐ — 用于带有否定含义的动词或表达(此处为 οὐδὲν ἐλλείψω,“我绝不遗余力”)之后,形成双重否定,表示“绝不(漏掉做某事)”。
  3. 94ὃν — 关系代词。其先行词“太阳”(Ἅλιον)直到第96行才出现,这是一种关系从句先于先行词的倒装结构。
  4. 164τρίμηνον ... κἀνιαύσιον βεβώς — 直译为“已离去一年,又满三个月时”,指总共十五个月(一年零三个月)的缺席期限。

引用这一段

索福克勒斯, 特拉基斯妇女 §78-172. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg001.humanitext-grc2:78-172

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。