Humanitext Reader

索福克勒斯 · 特拉基斯妇女 §173-260

赫拉克勒斯的捷报与利卡斯的报告

第 3 段,共 15 段 · 希腊语

内容简介

在德阿涅拉因预言的期限已到而感到恐惧时,一名使者前来报告了赫拉克勒斯的生还与胜利。随后,传令官利卡斯抵达,并解释了赫拉克勒斯此前在吕底亚沦为奴隶的经过以及他之后的复仇进军。

§173καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου §174τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών·
而这些事情的真实性正与当下的时刻相重合,正是它们应当实现的时候。
§175ὥσθʼ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ §176φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν §177πάντων ἀρίστου φωτὸς ἐστερημένην.
以至于我即使在甜蜜地安睡,也因恐惧而惊跳起来,朋友们,害怕我是否必须在失去那世间最优秀的人之后独自留下。
§178εὐφημίαν νῦν ἴσχʼ· ἐπεὶ καταστεφῆ §179στείχονθʼ ὁρῶ τινʼ ἄνδρα πρὸς χαρὰν λόγων.
现在请保持安静;因为我看见一个戴着花冠的人正走过来,准备带来令人欣喜的消息。
§180δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων §181ὄκνου σε λύσω·
德阿涅拉王后,我作为使者中最先到达的人,将为您免去担忧。
τὸν γὰρ Ἀλκμήνης τόκον §182καὶ ζῶντʼ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης §183ἄγοντʼ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.
因为请您知晓,阿尔克墨涅的儿子不仅活着,而且获得了胜利,正带着战斗中获得的初熟祭品,献给本地的众神。
§184τίνʼ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;
老人啊,你对我说的这是什么话?
§185τάχʼ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν §186ἥξειν φανέντα σὺν κράτει νικηφόρῳ.
那是说,您那备受羡慕的丈夫不久就会回到您的府中,带着胜利的力量显现。
§187καὶ τοῦ τόδʼ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;
你是从哪位市民或异邦人那里听到这话而如此说的?
§188ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ §189Λίχας ὁ κῆρυξ ταῦτα·
在牛群夏日放牧的草地上,传令官利卡斯正向许多人宣告这些。
τοῦδʼ ἐγὼ κλύων §190ἀπῇξʼ, ὅπως τοι πρῶτος ἀγγείλας τάδε §191πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.
我听到了他的话,便飞奔而来,好让我第一个为您报信,从而从您那里得到些赏赐,并获得您的恩宠。
§192αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;
但如果他确实顺遂,他自己又为何不在呢?
§193οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι.
他并不能自由行动,夫人。
§194κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς §195κρίνει παραστάς, οὐδʼ ἔχει βῆναι πρόσω·
因为全体梅利亚百姓都围在他身边询问,他无法向前迈出一步。
§196τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων §197οὐκ ἂν μεθεῖτο, πρὶν καθʼ ἡδονὴν κλύειν.
因为每个人都想打听清楚自己渴望知道的事,在听到满意的答复之前,绝不放他走。
§198οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ §199ξύνεστιν· ὄψει δʼ αὐτὸν αὐτίκʼ ἐμφανῆ.
就这样,他并非出于自愿,却不得不与那些热切的人们呆在一起;但您马上就能亲眼见到他了。
§200ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶνʼ ἔχεις, §201ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.
噢,宙斯,掌控着奥伊特那未经收割的草地的主宰啊,您终于在漫长的时光之后赐予了我们欢乐!
§202φωνήσατʼ, ὦ γυναῖκες, αἵ τʼ εἴσω στέγης §203αἵ τʼ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμʼ ἐμοὶ §204φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.
唱起来吧,妇女们,无论是在屋内的,还是在庭院外的,因为我们现在正享受着这传来的喜讯所升起的、超乎预期的光明!
§205ἀνολολυξάτω δόμοις ἐφεστίοις §206ἀλαλαγαῖς ἁ μελλόνυμφος, ἐν δὲ §207κοινὸς ἀρσένων ἴτω §208κλαγγὰ τὸν εὐφαρέτραν §209Ἀπόλλω προστάταν·
让准新娘在屋内的炉边伴着欢呼纵声大喊吧,在其中男人们合群的鸣响也一同升起,向着那佩戴精美箭筒的庇护者阿波罗;同时,唱起凯歌,唱起凯歌吧,少女们!
ὁμοῦ δὲ §210παιᾶνα παιᾶνʼ ἀνάγετʼ, ὦ παρθένοι, §211βοᾶτε τὰν ὁμόσπορον §212Ἄρτεμιν Ὀρτυγίαν §213ἐλαφαβόλον ἀμφίπυρον, §214γείτονάς τε Νύμφας.
呼唤他的同胞姐妹奥尔蒂吉亚的阿尔忒弥斯,那位猎鹿的、双手持火炬的神女,以及邻近的宁芙们。
§215ἀείρομαι οὐδʼ ἀπώσομαι §216τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.
我被激扬起来,绝不拒绝笛声,噢,我心灵的主宰!
§217ἰδού μʼ ἀναταράσσει, §218εὐοῖ μʼ,
看啊,它令我心潮澎湃,欧伊!
§219ὁ κισσὸς ἄρτι βακχίαν §220ὑποστρέφων ἅμιλλαν.
常春藤正将我带回巴克科斯的竞技之中。
ἰὼ ἰὼ Παιάν.
伊喔,伊喔,派安!
§221ἴδʼ, ὦ φίλα γύναι, §222τάδʼ ἀντίπρῳρα δή σοι §223βλέπειν πάρεστʼ ἐναργῆ.
看啊,亲爱的夫人,这些迎面而来的景象,如今对您而言已是清晰可见。
§225ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μʼ ὄμματος §226φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον·
我看见了,亲爱的妇女们,我那双眼睛的看守并没有漏掉这支队伍。
§227χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ §228πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.
我要对这位传令官致以欢迎,您在漫长的时光后终于现身,如果您确实带来了什么令人高兴的消息。
§229ἀλλʼ εὖ μὲν ἵγμεθʼ, εὖ δὲ προσφωνούμεθα, §230γύναι, κατʼ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς §231πράσσοντʼ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.
我们安然抵达,并且得到了热情的问候,夫人,这正符合我们所取得的功绩;因为对于功成名就的人,理所当然应该赢得赞美之辞。
§232ὦ φίλτατʼ ἀνδρῶν, πρῶθʼ ἃ πρῶτα βούλομαι §233δίδαξον, εἰ ζῶνθʼ Ἡρακλῆ προσδέξομαι.
最亲爱的人啊,首先请告诉我我最想知道的事情:我是否能迎来活着的赫拉克勒斯?
§234ἔγωγέ τοι σφʼ ἔλειπον ἰσχύοντά τε §235καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.
我离开他时,他确实强健,活着并且精力充沛,没有受到疾病的折磨。
§236ποῦ γῆς;
在哪片土地上?
πατρῴας εἴτε βαρβάρου;
是祖国的土地,还是异邦的?
λέγε.
请说。
§237ἀκτή τις ἔστʼ Εὐβοιίς, ἔνθʼ ὁρίζεται §238βωμοὺς τέλη τʼ ἔγκαρπα Κηναίῳ Διί.
曾有一处尤波亚的岬角,在那里他正为凯奈翁的 Zeus 划定祭坛,并奉献大地的累累果实作为祭品。
§239εὐκταῖα φαίνων ἢ ἀπὸ μαντείας τινός;
是为了还愿,还是因为某种神示?
§240εὐχαῖς ὅθʼ ᾕρει τῶνδʼ ἀνάστατον δορὶ §241χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.
是由于誓愿,当时他正用长枪摧毁您眼前所见的这些女子的国土。
§242αὗται δέ, πρὸς θεῶν, τοῦ ποτʼ εἰσὶ καὶ τίνες;
而这些女子,看在神明的份上,究竟是谁的眷属,又是何人?
§243οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.
她们看上去太可怜了,除非我自己的不幸蒙蔽了我的判断。
§244ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν §245ἐξείλεθʼ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν.
她们是他在攻破埃乌里托斯的城市后,为自己和神明挑选出来的精选财产。
§246ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον §247χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;
难道他就是为了这座城市,才度过了那段无法估量的漫长时间,数不尽的光阴?
§248οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον §249κατείχεθʼ, ὥς φησʼ αὐτός, οὐκ ἐλεύθερος, §250ἀλλʼ ἐμποληθείς·
并非如此,他绝大部分时间是在吕底亚人那里被扣留,正如他自己所说,失去了自由,而是被卖作了奴隶。
τοῦ λόγου δʼ οὐ χρὴ φθόνον, §251γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.
夫人,对于这件事我们不必报以怨恨,因为宙斯被显明为这件事情的促成者。
§252κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ §253ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει.
他被卖给异邦女子翁法勒,在那里服役满了一年,正如他自己所言。
§254χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν §255ὥσθʼ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν, §256ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους §257ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.
蒙受此等耻辱令他痛苦万分,以至于他对自己立下重誓:誓要将带来这场灾祸的始作俑者,连同其妻子和孩子一同贬为奴隶。
§258κοὐχ ἡλίωσε τοὔπος, ἀλλʼ ὅθʼ ἁγνὸς ἦν, §259στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν §260τὴν Εὐρυτείαν.
他并未让他的誓言落空,而是在他被洗净之后,率领着一支招募来的军队,攻打那座埃乌里托斯的城市。
τόνδε γὰρ μεταίτιον
因为他认为这个人正是导致这一切的共犯……”,

词汇与语法注释

  1. 174ὡς τελεσθῆναι χρεών — 连词 ὡς 引导一个表示结果或目的的从句(“以至于……”)。不变化中性形容词 χρεών(省略了 ἐστί)作为无人称动词与被动不定式 τελεσθῆναι 连用,表示“有必要被实现”。
  2. 176εἴ με χρὴ μένειν — 紧跟在表示恐惧的分词 ταρβοῦσαν(第176行)之后,由 εἰ 引导的间接疑问句。在此,εἰ 引入了恐惧的具体内容(“害怕是否……”)。
  3. 196τὸ γὰρ ποθοῦν — 中性单数分词的名词化用法,意为“所渴望的事物”或“想要知道的事”。在文中,它指梅利亚群众每个人都急于打听的关于赫拉克勒斯安危的消息。
  4. 226τόνδε μὴ λεύσσειν — 在含有否定或“错过、遗漏”语义的动词 παρῆλθε 之后,接上带有否定词 μή 的不定式,形成双重否定结构。其起到强烈的肯定作用,意为“我绝没有漏掉去看这个行列”。
  5. 251Ζεὺς ὅτου πράκτωρ φανῇ — 由关系代词属格 ὅτου 引导的关系从句。在没有助词 ἄν 的情况下使用虚拟语气 φανῇ 是悲剧诗歌中呈现一般性或条件性情况的特征。ὅτου 指代前述的事物或原委,意为“当宙斯显现为这件事情的促成者时”。

引用这一段

索福克勒斯, 特拉基斯妇女 §173-260. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg001.humanitext-grc2:173-260

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。