Humanitext Reader

索福克勒斯 · 特拉基斯妇女 §671-747

羊毛消融显露奸计与许罗斯的控诉

第 9 段,共 15 段 · 希腊语

内容简介

戴阿妮拉向歌队描述了涂抹人马药剂的羊毛在阳光下融化并起泡的诡异景象,意识到自己受骗并决心若赫拉克勒斯死去便一同自尽。随后,其子许罗斯归来,指控她杀害了父亲。

§671δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβεῖ.
歌队:请告诉我,如果这是可以说明的,你究竟在害怕什么。
§672τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω, §673γυναῖκες, ὑμᾶς θαῦμʼ ἀνέλπιστον μαθεῖν.
戴阿妮拉:妇女们,发生了一件这样的事,如果我说出来,你们将会听到一个意想不到的奇作。
§674ᾧ γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως §675ἔχριον, ἀργὴς οἰὸς εὐέρου πόκος, §676τοῦτʼ ἠφάνισται διάβορον πρὸς οὐδενὸς
因为刚才我用来在那件要穿的礼服上涂抹药剂的、一团剪自丰毛绵羊的洁白羊毛,居然消失了。
§677τῶν ἔνδον, ἀλλʼ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει, §678καὶ ψῇ κατʼ ἄκρας σπιλάδος·
它并非被屋内的任何东西所侵蚀,而是自生自灭,自我吞噬,并在石板表面化为碎屑。
ὡς δʼ εἰδῇς ἅπαν, §679ᾗ τοῦτʼ ἐπράχθη, μείζονʼ ἐκτενῶ λόγον.
为了让你们了解事情的始末,它是如何发生的,我将作更详细的叙述。
§680ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος, πονῶν §681πλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατο §682παρῆκα θεσμῶν οὐδέν, ἀλλʼ ἐσῳζόμην §683χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.
因为那个半人半马的野兽,在侧腹被痛苦的箭镞刺伤而垂死挣扎时,事先吩咐过我的那些话,他的诫命我一点也没有遗漏,而是牢牢记住,就像刻在青铜板上难以抹去的文字一样。
§684καί μοι τάδʼ ἦν πρόρρητα καὶ τοιαῦτʼ ἔδρων· §685τὸ φάρμακον τοῦτʼ ἄπυρον ἀκτῖνός τʼ ἀεὶ §686θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ, §687ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.
这些是我受到的训示,而我也照办了:这药剂要一直放在内室保存,避开火光,也不让温暖的阳光触及,保存在最幽深的角落里,直到我将它新鲜地涂抹在某处。
§688κἄδρων τοιαῦτα.
我正是这样做的。
νῦν δʼ, ὅτʼ ἦν ἐργαστέον, §689ἔχρισα μὲν κατʼ οἶκον ἐν δόμοις κρυφῇ §690μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην, §691κἄθηκα συμπτύξασʼ ἀλαμπὲς ἡλίου §692κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.
而现在,到了要使用它的时候,我在屋里偷偷地用一团羊毛——这是从自家的羊身上拔下来的毛—— 把它涂抹好了,然后将这件礼物折叠起来,正如你们所见的那样,放在避光的凹箱里。
§693εἴσω δʼ ἀποστείχουσα δέρκομαι φάτιν §694ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.
但当我走回屋里时,却目睹了一件无法言喻、凡人难以理解的事。
§695τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως §696τῆς οἰός, ᾧ προύχριον, ἐς μέσην φλόγα, §697ἀκτῖνʼ ἐς ἡλιῶτιν· ὡς δʼ ἐθάλπετο, §698ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί, §699μορφῇ μάλιστʼ εἰκαστὸν ὥστε πρίονος §700ἐκβρώματʼ ἂν βλέψειας ἐν τομῇ ξύλου.
因为我刚才用来涂抹药剂的那团羊毛碎屑,不知怎的竟被我扔在了一缕阳光直射的地方;随着它受热暖和起来,它悄无声息地化掉了,在地上碎成了粉末,其形状最像人们用锯子锯木头时所见到的木屑。
§701τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς, ὅθεν §702προύκειτʼ, ἀναζέουσι θρομβώδεις ἀφροί, §703γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ §704χυθέντος εἰς γῆν Βακχίας ἀπʼ ἀμπέλου.
它就这样塌落着;而从它刚才所放的地面上,涌出了团状的泡沫,就像巴克科斯的葡萄藤上,那丰美、青翠的秋收果实榨出的浓汁泼在地上一般。
§705ὥστʼ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω· §706ὁρῶ δέ μʼ ἔργον δεινὸν ἐξειργασμένην.
因而可怜的我不知该如何打定主意;我只看到自己做下了一件可怕的勾当。
§707πόθεν γὰρ ἄν ποτʼ, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ
因为究竟凭什么、又为了报答什么,那垂死的野兽会向我示好?
§708ἐμοὶ παρέσχʼ εὔνοιαν, ἧς ἔθνῃσχʼ ὕπερ;
要知道,他正是因为我才死去的啊。
§709οὐκ ἔστιν, ἀλλὰ τὸν βαλόντʼ ἀποφθίσαι §710χρῄζων ἔθελγέ μʼ·
绝不可能;他只是想除掉那个射伤他的人,才蛊惑了我。
ὧν ἐγὼ μεθύστερον, §711ὅτʼ οὐκέτʼ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.
对于这些,我醒悟得太迟了,到了已经无济于事的时候,才终于明白过来。
§712μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι §713γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ·
因为如果我的判断没有出错,我这个不幸的人将亲手彻底毁灭他。
§714τὸν γὰρ βαλόντʼ ἄτρακτον οἶδα καὶ θεὸν §715Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ, §716φθείρει τὰ πάντα κνώδαλʼ·
因为我知道,那支射中他的箭甚至伤害了身为神明的喀戎,而且它所触及的所有野兽都会死掉。
ἐκ δὲ τοῦδʼ ὅδε §717σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας §718πῶς οὐκ ὀλεῖ καὶ τόνδε;
而从这伤口里流出的、渗透了黑血的毒液,怎能不把他也毁灭呢?
δόξῃ γοῦν ἐμῇ.
至少依我来看,定是如此。
§719καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται, §720ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα· §721ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν, §722ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.
然而我已经下定决心,如果他倒下了,我也会以同样的冲动与他一同死去;因为背负着恶名苟活是无法忍受的,对于一个看重自己天性纯洁、不愿作恶的人来说。
§723ταρβεῖν μὲν ἔργα δείνʼ ἀναγκαίως ἔχει, §724τὴν δʼ ἐλπίδʼ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.
歌队:对可怕的事情感到恐惧是不可避免的,但在结局到来之前,不该早早否定希望。
§725οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν §726οὐδʼ ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ.
戴阿妮拉:在不轨的计划中,连能带来些许勇气的希望都不会有。
§727ἀλλʼ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ʼξ ἑκουσίας §728ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.
歌队:但对于那些非出于本意而犯错的人,人们的愤怒是温和的,你理当获得这样的宽恕。
§729τοιαῦτα δʼ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ §730κοινωνός, ἀλλʼ ᾧ μηδέν ἐστʼ οἴκοι βαρύ.
戴阿妮拉:这样的话,绝非共同承受灾难的人说得出来的,只有那些自己家里毫无重担的人才会说。
§731σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον, §732εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶ §733πάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.
歌队:你最好不要再说下去了,除非你要对你自己的儿子说点什么;因为他已经在这儿了,就是先前出去寻找父亲的那位。
§734ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σʼ ἓν εἱλόμην, §735ἢ μηκέτʼ εἶναι ζῶσαν, ἢ σεσωσμένην §736ἄλλου κεκλῆσθαι μητέρʼ, ἢ λῴους φρένας §737τῶν νῦν παρουσῶν τῶνδʼ ἀμείψασθαί ποθεν.
许罗斯:母亲啊,关于你,我真希望在三件事中能有一样得以实现:要么你不再活着,要么你安然无恙却成了别人的母亲,要么你从某处换一颗比现在更好的心!
§738τί δʼ ἐστίν, ὦ παῖ, πρός γʼ ἐμοῦ στυγούμενον;
戴阿妮拉:孩子,我究竟做了什么让你如此憎恨的事?
§739τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δʼ ἐμὸν λέγω §740πατέρα, κατακτείνασα τῇδʼ ἐν ἡμέρᾳ.
许罗斯:你要知道,正是你,在今天杀死了你的丈夫—— 也就是我的父亲。
§741οἴμοι, τινʼ ἐξήνεγκας, ὦ τέκνον, λόγον;
戴阿妮拉:天哪,孩子,你吐露的是什么样的话啊?
§742ὃν οὐχ οἷόν τε μὴ οὐ τελεσθῆναι· τὸ γὰρ §743φανθὲν τίς ἂν δύναιτʼ ἂν ἀγένητον ποεῖν;
许罗斯:这是一句不可不成为现实的话;因为已经显现出来的事情,谁能让它不发生呢?
§744πῶς εἶπας, ὦ παῖ;
戴阿妮拉:孩子,你怎么会这么说?
τοῦ παρʼ ἀνθρώπων μαθὼν §745ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής;
你从谁那里听说,我做下了这般令人唾弃的恶行?
§746αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν §747πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.
许罗斯:是我亲眼目睹了父亲所遭受的沉重灾难,而不是听信别人的传言。

词汇与语法注释

  1. 671εἰ διδακτόν — 省略了系动词 ἐστί 的条件句,其中形容词动词 διδακτόν 表示可能性或合宜性,意为“如果这是可以说明/透露的”。
  2. 672οἷον, ἢν φράσω, ... ὑμᾶς ... μαθεῖν — 由关系代词 οἷον 引导的从句,内部使用对格不定式结构(主语为对格 ὑμᾶς,不定式为 μαθεῖν),与前文的 τοιοῦτον 呼应以表明结果或具体性质。其中插入的条件从句 ἢν φράσω 为实现这一结果的前提条件。
  3. 682ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν — 连接词 ὅπως 在此作比较副词(相当于 ὥσπερ,意为“如同”),直接引入名词短语 δύσνιπτον ... γραφήν,其间没有动词。
  4. 695τυγχάνω ῥίψασά — 动词 τυγχάνω 与不定过去时分词 ῥίψασα 连用,构成补充性分词结构,表示偶然或无意间发生的动作(“我碰巧扔下”)。
  5. 722ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι — 由表示特征/类别的关系代词 ἥτις 引导的从句(指代“任何……的人”)。不定式 πεφυκέναι 的表语形容词 κακὴ 采用主格而非宾格,是因为该不定式的逻辑主语与主句动词 προτιμᾷ 的主语一致。
  6. 742μὴ οὐ τελεσθῆναι — 在表示否定或不可能的短语(此处的 οὐχ οἷόν τε,“不可能”)之后,从属不定式前使用双重否定词 μὴ οὐ,用以强调动作的必然性,译为“不可不发生/必然实现”。

引用这一段

索福克勒斯, 特拉基斯妇女 §671-747. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg001.humanitext-grc2:671-747

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。