Humanitext Reader

索福克勒斯 · 特拉基斯妇女 §489-581

争夺戴阿妮拉的决斗与内索斯的媚药

第 7 段,共 15 段 · 希腊语

内容简介

戴阿妮拉托利卡斯带走给赫拉克勒斯的信件与衣袍,歌队随后歌颂了赫拉克勒斯曾为争夺戴阿妮拉而与河神阿克洛奥斯展开的惨烈决斗。接着,戴阿妮拉向歌队倾诉了因年轻约勒的到来而产生的焦虑,并透露了她计划使用半人马内索斯赠予的媚药染红衣袍以挽回丈夫心意的决定。

§489τοῦ τῆσδʼ ἔρωτος εἰς ἅπανθʼ ἥσσων ἔφυ.
面对这个女子的爱,他在所有事情上都显得无能为力。
§490ἀλλʼ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν, §491κοὔτοι νόσον γʼ ἐπακτὸν ἐξαρούμεθα, §492θεοῖσι δυσμαχοῦντες.
戴阿妮拉:然而,我也正是这样打算,决定要这么做的,我们决不至于要和神明抗争,从而自己去招惹这不战自败的病痛。
ἀλλʼ εἴσω στέγης §493χωρῶμεν, ὡς λόγων τʼ ἐπιστολὰς φέρῃς, §494ἅ τʼ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,
让我们进屋去吧,这样你就能带着我写好的信件,并且,由于我们必须准备好与他的礼物相配的回礼,你也能把这些带走。
§495καὶ ταῦτʼ ἄγῃς· κενὸν γὰρ οὐ δίκαιά σε §496χωρεῖν προσελθόνθʼ ὧδε σὺν πολλῷ στόλῳ.
因为你带领着这许多随从来到这里,若让你空手而归,实在是不妥当的。
§497μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί.
歌队:塞浦路斯神总是能赢得巨大的胜利力量。
§498καὶ τὰ μὲν θεῶν §500παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω, §501οὐδὲ τὸν ἔννυχον Ἅιδαν §502ἢ Ποσειδάωνα τινάκτορα γαίας·
至于众神的事,我就略过不提,她如何欺骗了克罗诺斯之子,我也不必多说,还有那身处幽冥的哈得斯,或是震动大地的波塞冬。
§503ἀλλʼ ἐπὶ τάνδʼ ἄρʼ ἄκοιτιν §504τίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων,
但为了赢得这个新娘,在婚礼前,有哪些身强力壮的竞争者下场决斗?
§505τίνες πάμπληκτα παγκόνιτά τʼ ἐξῆλθον ἄεθλʼ ἀγώνων;
又有哪些历经重击与尘土飞扬的决死竞技?
§507ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου §508φάσμα ταύρου, §510Ἀχελῷος ἀπʼ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἀπὸ §511ἦλθε παλίντονα Θήβας §512τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων, §513παῖς Διός·
其一乃是河神的力量,呈现为长着高角、四足猛牛的幻象,那是从奥伊尼亚代而来的阿克洛奥斯;另一位则来自喜爱巴克斯的底比斯,他挥舞着反弯的弓、枪和木棒,正是宙斯之子。
οἳ τότʼ ἀολλεῖς §514ἴσαν ἐς μέσον ἱέμενοι λεχέων· §515μόνα δʼ εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα.
他们当时聚集在一起,为了争夺婚床而走向决斗场的中央;而唯有执掌美妙床帏的塞浦路斯神作为裁判,在中央与他们同在。
§517τότʼ ἦν χερός, ἦν δὲ τόξων πάταγος, §518ταυρείων τʼ ἀνάμιγδα κεράτων· §520ἦν δʼ ἀμφίπλεκτοι κλίμακες, §521ἦν δὲ μετώπων ὀλόεντα §522πλήγματα, καὶ στόνος ἀμφοῖν.
刹那间,拳头与弓弦的撞击声大作,并夹杂着牛角的相互顶撞;还有互相扭打缠绕的纠结,还有额头与额头之间惨烈的碰撞,以及两者的痛苦呻吟。
§523ἁ δʼ εὐῶπις ἁβρὰ §524τηλαυγεῖ παρʼ ὄχθῳ §525ἧστο, τὸν ὃν προσμένουσʼ ἀκοίταν.
而那容貌美丽的娇嫩女子,在那远眺可见的丘陵畔坐着,等待着她未来的丈夫。
§526ἀγὼν δὲ μαργᾷ μὲν οἷα φράζω· §527τὸ δʼ ἀμφινείκητον ὄμμα νύμφας §528ἐλεινὸν ἀμμένει· §529κἀπὸ ματρὸς ἄφαρ βέβακεν, §530ὥστε πόρτις ἐρήμα.
决斗正如我所说的那样激烈进行,但那成为争夺焦点的新娘的目光,却带着令人怜悯的神情在等待;她突然离开了母亲,宛如一头孤独的小牛。
§531ἦμος, φίλαι, κατʼ οἶκον ὁ ξένος θροεῖ §532ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπʼ ἐξόδῳ, §533τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ, §534τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην, §535τὰ δʼ οἷα πάσχω συγκατοικτιουμένη.
戴阿妮拉:朋友们,当屋里的那个外邦人正在向那些女俘虏说话,准备出发的时候,我悄悄地来到门外你们这里,一方面是为了告诉你们我用双手所设计准备的东西,另一方面也是为了让你们共同怜悯我所遭受的痛苦。
§536κόρην γάρ, οἶμαι δʼ οὐκέτʼ, ἀλλʼ ἐζευγμένην, §537παρεισδέδεγμαι φόρτον ὥστε ναυτίλος, §538λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός.
因为我接纳了一个少女——我想,她已不再是少女,而是已婚之妇—— 进了我的家,就像水手接纳货物一般,成为了伤害我心灵的损人货品。
§539καὶ νῦν δύʼ οὖσαι μίμνομεν μιᾶς ὑπὸ §540χλαίνης ὑπαγκάλισμα.
如今我们两人在同一件斗篷下,成为被同一个怀抱拥抱的人。
τοιάδʼ Ἡρακλῆς, §541ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος, §542οἰκούριʼ ἀντέπεμψε τοῦ μακροῦ χρόνου.
这就是赫拉克勒斯,那位曾被称为我们忠实、高尚的守护者,为了补偿长时间的离家而送回这宅邸的东西。
§543ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι §544νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ· §545τὸ δʼ αὖ ξυνοικεῖν τῇδʼ ὁμοῦ τίς ἂν γυνὴ §546δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;
我虽然无法对那个深受这种疾病折磨的人发怒,但另一方面,又有哪个做妻子的能容忍与这个女人同住,分享同一个婚姻呢?
§547ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω, §548τὴν δὲ φθίνουσαν· ὧν ἀφαρπάζειν φιλεῖ §549ὀφθαλμὸς ἄνθος, τῶν δʼ ὑπεκτρέπει πόδα.
因为我看到青春,一方正在向前迈进,另一方则在衰退;男人的眼睛总喜欢从前者那里摘取美丽的花朵,而对后者则避之唯恐不及。
§550ταῦτʼ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς §551ἐμὸς καλῆται, τῆς νεωτέρας δʼ ἀνήρ.
因此,我害怕赫拉克勒斯名义上虽然称作我的丈夫,实际上却成了那个年轻女子的男人。
§552ἀλλʼ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν §553γυναῖκα νοῦν ἔχουσαν·
然而,正如我所说,一个有理智的女人大发雷霆是不体面的。
ᾗ δʼ ἔχω, φίλαι, §554λυτήριον λώφημα, τῇδʼ ὑμῖν φράσω.
所以,朋友们,我要告诉你们,我所拥有的可以缓解并解决痛苦的办法。
§555ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ §556θηρός, λέβητι χαλκέῳ κεκρυμμένον, §557ὃ παῖς ἔτʼ οὖσα τοῦ δασυστέρνου παρὰ §558Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην,
很久以前,我曾得到一个来自古老怪物的礼物,它被妥善地藏在一个青铜器皿里,那是在我还是个孩子的时候,从那胸毛浓密的内索斯濒死之时的伤口血泊中收集来的。
§559ὃς τὸν βαθύρρουν ποταμὸν Εὔηνον βροτοὺς §560μισθοῦ ʼπόρευε χερσίν, οὔτε πομπίμοις §561κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.
他曾在水流深急的埃乌埃诺斯河上,靠双手载运凡人渡河以收取费用,既不使用引路的船桨,也不使用船帆。
§562ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον §563ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην, §564φέρων ἐπʼ ὤμοις, ἡνίκʼ ἦ μέσῳ πόρῳ, §565ψαύει ματαίαις χερσίν·
当我作为新娘第一次随赫拉克勒斯离开父亲的家时,那怪物将我扛在肩上;当他在河中央的时候,他用那无耻的手摸我。
ἐκ δʼ ἤυσʼ ἐγώ, §566χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν §567ἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμονας §568στέρνων διερροίζησεν.
我尖叫起来,宙斯之子随即转过身,用双手射出了一支带羽毛的箭;它没入肺部,穿透胸膛发出嗖嗖声。
ἐκθνῄσκων δʼ ὁ θὴρ §569τοσοῦτον εἶπε· παῖ γέροντος Οἰνέως, §570τοσόνδʼ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ, §571πορθμῶν, ὁθούνεχʼ ὑστάτην σʼ ἔπεμψʼ ἐγώ·
那濒死的怪物说了这样的话:‘老奥伊纽斯的女儿啊,如果你听我的话,你将从我的渡运中获得极大的好处,因为你是我运送的最后一人。
§572ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν §573σφαγῶν ἐνέγκῃ χερσίν, ᾗ μελαγχόλους §574ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας, §575ἔσται φρενός σοι τοῦτο κηλητήριον §576τῆς Ἡρακλείας, ὥστε μήτινʼ εἰσιδὼν §577στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.
’ ‘如果你用双手收集我伤口里流出的凝结的血液,在这血液中,勒耳那的九头蛇曾用黑色的胆汁浸染了箭矢,’ ‘这就会成为你用来迷住赫拉克勒斯心灵的媚药,使他此后即使见到其他任何女子,也绝不会爱她们超过爱你。
§578τοῦτʼ ἐννοήσασʼ, ὦ φίλαι, δόμοις γὰρ ἦν §579κείνου θανόντος ἐγκεκλῃμένον καλῶς, §580χιτῶνα τόνδʼ ἔβαψα, προσβαλοῦσʼ ὅσα §581ζῶν κεῖνος εἶπε·
’ 朋友们,我想到了这一点,因为那怪物死后,这血一直被紧锁在我的屋里保存得很好,于是我把这件衣服染色了,并加入了他活着时对我所说的一切指示。
καὶ πεπείρανται τάδε.
现在,这些准备工作已经完成了。

词汇与语法注释

  1. 515ῥαβδονόμει — 意为“手执裁判杖进行裁判、主持”。此处将爱神塞浦路斯(阿佛洛狄忒)拟人化,表明她不仅是在旁观,而是作为主宰和裁决赫拉克勒斯与阿克洛奥斯死斗的裁判在场介导。
  2. 548ὧν — 关系代词 ὧν(复数属格)的先行词是 §547 中出现的两种青春状态:即“一方(前进的花季,ἥβην τὴν μὲν...)”和“另一方(衰退的残生,...τὴν δὲ φθίνουσαν)”。在两者之中,男人的眼睛更乐于从前者(绽放者)那里摘取“美丽之花(ἀφαρπάζειν ἄνθος)”,由此形成对比。
  3. 572ἀμφίθρεπτον — 意为“周围凝固的”形容词。在此处写实地描绘了内索斯伤口周围正在凝固的血液。同时也暗含着,由于混合了许德拉的毒液,血液已经达到了“浓缩”且具有强效作用的状态。

引用这一段

索福克勒斯, 特拉基斯妇女 §489-581. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg001.humanitext-grc2:489-581

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。