Humanitext Reader

索福克勒斯 · 特拉基斯妇女 §338-412

使者揭露真相并当面质问利卡斯

第 5 段,共 15 段 · 希腊语

内容简介

使者向戴阿妮拉揭露了真相:赫拉克勒斯毁灭奥伊哈利亚的真正原因是为了埃乌里托斯的女儿约勒。戴阿妮拉悲痛万分。随后,利卡斯走出屋子,使者和戴阿妮拉开始对他进行质问。

§338τούτων ἔχω γὰρ πάντʼ ἐπιστήμην ἐγώ.
因为对于这些事情,我拥有完全的了解。
§339τί δʼ ἐστί;
戴阿妮拉:怎么回事?
τοῦ με τήνδʼ ἐφίστασαι βάσιν;
你为何要止住我的脚步?
§340σταθεῖσʼ ἄκουσον·
使者:停下来听我说。
καὶ γὰρ οὐδὲ τὸν πάρος §341μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.
因为你之前听我说话并非徒劳,我想现在也是如此。
§342πότερον ἐκείνους δῆτα δεῦρʼ αὖθις πάλιν §343καλῶμεν, ἢ ʼμοὶ ταῖσδέ τʼ ἐξειπεῖν θέλεις;
戴阿妮拉:那么,我们是要把那些人再叫回来,还是你只想对我以及这些女子说明?
§344σοὶ ταῖσδέ τʼ οὐδὲν εἴργεται, τούτους δʼ ἔα.
使者:对你和这些女子,没有任何隐瞒,但让那些人去吧。
§345καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.
戴阿妮拉:他们确实已经走了;请说出你的话吧。
§346ἁνὴρ ὅδʼ οὐδὲν ὧν ἔλεξεν ἀρτίως §347φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλʼ ἢ νῦν κακὸς §348ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.
使者:这个人刚才所说的一切,没有一句是合乎正义之道的;他要么现在居心不良,要么先前是一个不诚实的使者。
§349τί φής;
戴阿妮拉:你说什么?
σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς.
把我所不知道的都清清楚楚地告诉我。
§350ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μʼ ἔχει.
因为你刚才说的话让我全然不知所措。
§351τούτου λέγοντος τἀνδρὸς εἰσήκουσʼ ἐγώ, §352πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης §353ταύτης ἕκατι κεῖνος Εὔρυτόν θʼ ἕλοι §354τήν θʼ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν §355μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε, §356οὐ τἀπὶ Λυδοῖς οὐδʼ ὑπʼ Ὀμφάλῃ πόνων §357λατρεύματʼ οὐδʼ ὁ ῥιπτὸς Ἰφίτου μόρος· §358ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.
使者:我曾听到这个人当着众多证人的面说,正是为了这个姑娘,他才攻下了埃乌里托斯和高塔耸立的奥伊哈利亚,而且在众神之中,唯有厄洛斯蛊惑他发动了这场战争,并非因为他在吕底亚人那里的劳役,也不是在翁法勒手下的驱使,更不是因为伊菲托斯被推下悬崖的死,而这个人现在却把这些抛在一边,说出了相反的话。
§359ἀλλʼ ἡνίκʼ οὐκ ἔπειθε τὸν φυτοσπόρον §360τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος, §361ἔγκλημα μικρὸν αἰτίαν θʼ ἑτοιμάσας §362ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ §363τὸν Εὔρυτον τόνδʼ εἶπε δεσπόζειν θρόνων, §364κτείνει τʼ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν §365ἔπερσε.
然而,当他无法说服她的父亲把女儿交给他做秘密的情妇时,他编造了一些微不足道的借口和罪名,便出兵攻打她的祖国——他曾说那里的王位是由埃乌里托斯统治的——并杀害了这位国王、她的父亲,蹂躏了那座城市。
καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμους §366ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι, §367οὐδʼ ὥστε δούλην· μηδὲ προσδόκα τόδε· §368οὐδʼ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.
而现在,正如你所见,她来到了这个家,他派人送她来并非漫不经心,夫人,也绝非把她当作奴隶;不要抱此指望,这也绝不可能,如果他确实已被欲望烤热了心。
§369ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν, §370δέσποινʼ, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα.
因此,我觉得有必要向您——我的女主人——表明全部真相,这正是我从他那里得知的事情。
§371καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων §372ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί, §373ὥστʼ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα, §374οὐχ ἥδομαι, τὸ δʼ ὀρθὸν ἐξείρηχʼ ὅμως.
而且许多特拉克斯人也在市集中央和我一同听到了这些,足以揭穿他;如果我说的话不讨人喜欢,我并不高兴,但我依然说出了真相。
§375οἴμοι τάλαινα, ποῦ ποτʼ εἰμὶ πράγματος;
戴阿妮拉:哀哉,可怜的我,我究竟陷入了怎样的境地?
§376τίνʼ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον §377λαθραῖον;
我竟在不知不觉中,把怎样的灾祸迎进了家门?
ὦ δύστηνος·
可怜的人啊!
ἆρʼ ἀνώνυμος §378πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;
她难道真的像带她来的那人发誓说的那样,是个无名之辈吗?
§379ἦ κάρτα λαμπρὰ καὶ κατʼ ὄνομα καὶ φύσιν, §380πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ §381Ἰόλη ʼκαλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ §382βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.
使者:不,她无论在名声还是在出身上面都极其显赫,她是以埃乌里托斯为父所生的女儿,曾被称为约勒;那个人之前绝口不提她的身世,假装什么都没有打听过。
§383ὄλοιντο—μή τι πάντες οἱ κακοί, τὰ δὲ §384λαθραῖʼ ὃς ἀσκεῖ μὴ πρέποντʼ αὐτῷ κακά.
戴阿妮拉:愿毁灭降临——不,不是所有恶人,而是降于那些在暗中行不配其身份之恶事的人。
§385τί χρὴ ποεῖν, γυναῖκες;
戴阿妮拉:女子们啊,我该怎么办?
ὡς ἐγὼ λόγοις §386τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.
因为面对眼前这些话语,我已感到惊慌失措。
§387πεύθου μολοῦσα τἀνδρός, ὡς τάχʼ ἂν σαφῆ §388λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.
歌队:去质问那个男人吧,如果你愿意严加审问,他或许很快就会说明真相。
§389ἀλλʼ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.
戴阿妮拉:那我就去;因为你的建议并非不通情理。
§390ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν;
使者:那我们是在此等待,还是该怎么做?
§391μίμνʼ, ὡς ὅδʼ ἀνὴρ οὐκ ἐμῶν ὑπʼ ἀγγέλων, §392ἀλλʼ αὐτόκλητος ἐκ δόμων πορεύεται.
戴阿妮拉:留步吧,因为那个人并非受我传唤,而是自发地从屋里走出来了。
§393τί χρή, γύναι, μολόντα μʼ Ἡρακλεῖ λέγειν;
利卡斯:夫人,我既然来了,该对赫拉克勒斯说什么?
§394δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.
请指教,正如您所见,我正要动身。
§395ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν §396ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.
戴阿妮拉:你慢吞吞地走了那么久才到,却又如此行色匆匆地要走,甚至还没等我们重新交谈起来!
§397ἀλλʼ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμʼ ἐγώ.
利卡斯:但如果您想打听任何事,我都在此恭候。
§398ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις;
戴阿妮拉:你真的会给予真诚的实话吗?
§399ἴστω μέγας Ζεύς, ὧν γʼ ἂν ἐξειδὼς κυρῶ.
利卡斯:愿伟大的宙斯作证,凡是我所确切知晓的事,绝无隐瞒。
§400τίς ἡ γυνὴ δῆτʼ ἐστὶν ἣν ἥκεις ἄγων;
戴阿妮拉:那么,你带回来的那个女人究竟是谁?
§401Εὐβοιίς·
利卡斯:她是优波亚人。
ὧν δʼ ἔβλαστεν οὐκ ἔχω λέγειν.
但她是谁的后代,我无可奉告。
§402οὗτος, βλέφʼ ὧδε·
使者:喂,看着这里!
πρὸς τίνʼ ἐννέπειν δοκεῖς;
你以为你是在跟谁说话?
§403σὺ δʼ εἰς τί δή με τοῦτʼ ἐρωτήσας ἔχεις;
利卡斯:那你呢,你究竟凭什么问我这个?
§404τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σʼ ἱστορῶ.
使者:如果你有头脑,就拿出勇气来回答我问你的话。
§405πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως §406κόρην δάμαρτά θʼ Ἡρακλέους, εἰ μὴ κυρῶ §407λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.
利卡斯:如果我的眼睛没有看错的话,我是在对奥伊纽斯的女儿、赫拉克勒斯的妻子、统治者戴阿妮拉,也就是我的女主说话。
§408τοῦτʼ αὔτʼ ἔχρῃζον, τοῦτό σου μαθεῖν·
使者:我正想听你亲口承认这件事。
λέγεις δέσποιναν εἶναι τήνδε σήν;
你说她就是你的女主人?
§409δίκαια γάρ.
利卡斯:没错,理所当然。
§410τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην, §411ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;
使者:那么,如果被发现你对她并不忠实,你认为自己应该领受怎样的惩罚?
§412πῶς μὴ δίκαιος;
利卡斯:怎么不忠实?
τί ποτε ποικίλας ἔχεις;
你究竟在用什么把戏故弄玄虚?

词汇与语法注释

  1. 339τοῦ με τήνδʼ ἐφίστασαι βάσιν; — τοῦ 是原因属格(τίς 的中性,意为“为了什么,为什么”)。ἐφίστασαι 在此作使役用法(“使我停下”),以 με 为宾语,βάσιν(“脚步”)为同源宾格。
  2. 354θέλξειεν — 间接引语中的斜格希求法(optative of oblique narration),由主句的过去时动词 εἰσήκουσʼ (351) 引导,代表直接引语中的直说过去时或不定过去时。
  3. 360ὡς ἔχοι — 由 ὡς 引导的目的从句。由于主句动词为过去时(未完成过去时 οὐκ ἔπειθε, 359),因此目的从句中使用希求法(ἔχοι)。
  4. 391οὐκ ἐμῶν ὑπʼ ἀγγέλων — 意为“并非通过我的使者(的传唤)”。介词 ὑπό 加属格在此表示动作的发出源(此处将使者抽象化地作为传唤的手段)。
  5. 402οὗτος — 指示代词(主格)在此处用作呼格以引起对方注意(“喂,你!”)。这是希腊悲剧对话中用来召唤或指责下属时的典型口语用法。

引用这一段

索福克勒斯, 特拉基斯妇女 §338-412. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg001.humanitext-grc2:338-412

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。