§261μόνον βροτῶν ἔφασκε τοῦδʼ εἶναι πάθους· §262ὃς αὐτὸν ἐλθόντʼ ἐς δόμους ἐφέστιον, §263ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις §264ἐπερρόθησε, πολλὰ δʼ ἀτηρᾷ φρενί, §265λέγων χεροῖν μὲν ὡς ἄφυκτʼ ἔχων βέλη §266τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν, §267φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου §268ῥαίοιτο· δείπνοις δʼ ἡνίκʼ ἦν ᾠνωμένος, §269ἔρριψεν ἐκτὸς αὐτόν.
他声称只有他(埃乌里托斯)一人是这场灾祸的始作俑者;因为当他(赫拉克勒斯)作为古老的客宾来到他的炉边时,他不仅在言语上屡次侮辱他,还以险恶的心灵多次中伤他,说他虽然手持无法逃脱的箭矢,但在射箭的较量中却输给了自己的孩子们,并且宣称一个自由人的奴隶会将他击碎;当他在宴席上喝醉时,更是将他驱逐出门。
ὧν ἔχων χόλον, §270ὡς ἵκετʼ αὖθις Ἴφιτος Τιρυνθίαν §271πρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν, §272τότʼ ἄλλοσʼ αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦν §273ἔχοντʼ, ἀπʼ ἄκρας ἧκε πυργώδους πλακός.
为此怀恨在心,当伊菲托斯再次来到提林斯的山丘,寻找放牧的马群时,当时,趁着他(伊菲托斯)的眼睛看向别处,心也不在焉的时候,(赫拉克勒斯)将他从高耸的崖顶推了下去。
§274ἔργου δʼ ἕκατι τοῦδε μηνίσας ἄναξ §275ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος §276πρατόν νιν ἐξέπεμψεν οὐδʼ ἠνέσχετο, §277ὁθούνεκʼ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ §278ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο, §279Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ· §280ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.
因这一行径而动怒的主宰,万物之父、奥林匹斯的宙斯,将他遣去变卖为奴,并不予宽恕,因为他在凡人中唯独用诡计杀害了那个人;如果他是公开进行报复,宙斯本会宽恕他那正当的制服;因为连神明也不容忍傲慢。
§281κεῖνοι δʼ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς §282αὐτοὶ μὲν Ἅιδου πάντες εἴσʼ οἰκήτορες, §283πόλις δὲ δούλη· τάσδε δʼ ἅσπερ εἰσορᾷς §284ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον §285χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς §286ἐφεῖτʼ, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.
至于那些人,因口舌不逊而极度傲慢,如今他们自己已全都成了哈德斯的居民,城市也沦为奴隶;而你眼前的这些女子,从幸福的境地落入毫无可羡(悲惨)的生活,正走向你;因为你的丈夫如此吩咐,我作为对他忠诚的人,便予以执行。
§287αὐτὸν δʼ ἐκεῖνον, εὖτʼ ἂν ἁγνὰ θύματα §288ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως, §289φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγου §290πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.
而他本人,一旦他将神圣的祭品献给祖先的宙斯以感谢这次征服,且预料他即将到来;因为在长篇动听的话语中,听到这个消息是最令人愉快的。
王后,如今对你而言,确凿的喜悦已经来临,既因眼前的景象,也因你所听到的消息。
我听闻丈夫如此顺遂的境遇,怎能不以全然公正的心灵感到由衷的欣喜?
§295πολλή ʼστʼ ἀνάγκη τῇδε τοῦτο συντρέχειν.
这种情感必然与此情此景相伴。
然而,对于深思熟虑的人而言,依然会对顺境中的人产生恐惧,生怕他何时会跌倒。
§298ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι, §299ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης §300χώρας ἀοίκους ἀπάτοράς τʼ ἀλωμένας,
朋友们,一种强烈的悲悯之情已涌入我的心中,当我看到这些不幸的女子在异国土地上无家可归、失去父亲地四处漂泊。
她们以前或许也是出身于自由的男人,但如今却过着奴隶般的生活。
§303ὦ Ζεῦ τροπαῖε, μή ποτʼ εἰσίδοιμί σε §304πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι, §305μηδʼ, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι.
噢,退敌的宙斯啊,愿我永远不要看到你朝着我的子孙做出这样的举动,即使你要降下惩罚,也千万不要在我还活着的时候。
§306οὕτως ἐγὼ δέδοικα τάσδʼ ὁρωμένη.
看着这些女子,我心中生出如此的恐惧。
§307ὦ δυστάλαινα, τίς ποτʼ εἶ νεανίδων;
噢,可怜的姑娘,你究竟是这些年轻女子中的哪一位?
§308ἄνανδρος ἢ τεκνοῦσσα;
是未婚,还是已育?
πρὸς μὲν γὰρ φύσιν §309πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.
因为从你的外表来看,你对这些全然没有经历,且显得身份高贵。
§310Λίχα, τίνος ποτʼ ἐστὶν ἡ ξένη βροτῶν;
利卡斯,这个异邦女子究竟是谁的女儿?
§311τίς ἡ τεκοῦσα, τίς δʼ ὁ φιτύσας πατήρ;
孕育她的母亲是谁,生养她的父亲又是谁?
请告诉我;因为在看着这些人时,我对她最是怜悯,显而易见,唯独她能深切自知当下的处境。
§314τί δʼ οἶδʼ ἐγώ, τί δʼ ἄν με καὶ κρίνοις;
我知道什么,你又为何要审问我?
ἴσως §315γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις.
或许她是那里的显贵后代,绝非等闲之辈。
§316μὴ τῶν τυράννων;
难道是统治者的一员?
Εὐρύτου σπορά τις ἦν;
她是埃乌里托斯的子嗣吗?
§317οὐκ οἶδα· καὶ γὰρ οὐδʼ ἀνιστόρουν μακράν.
我不知道;因为我也没有详细追问。
§318οὐδʼ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;
你也没从同行者的口中听说过她的名字吗?
§319ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.
根本没有;我只是在沉默中完成我的任务。
噢,可怜的姑娘,哪怕为了我们,请你自己说吧,因为不知道你究竟是谁,对你而言确实也是一种不幸。
§322οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου
那么她绝不会像以前那样,轻易开口说话。
§323χρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰ §324προύφηνεν οὔτε μείζονʼ οὔτʼ ἐλάσσονα, §325ἀλλʼ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος §326δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν §327διήνεμον λέλοιπεν·
她至今从未透露过任何多寡的言语,而是一直在痛苦中承受着灾祸的重压,哀伤地流泪,自她离开那风声呼啸的祖国。
ἡ δέ τοι τύχη §328κακὴ μὲν αὐτῇ γʼ, ἀλλὰ συγγνώμην ἔχει.
她的命运对她而言固然悲惨,但确实令人宽恕和同情。
§329ἡ δʼ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας §330οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς §331τοῖς οὖσιν ἄλλην πρός γʼ ἐμοῦ λύπην λάβῃ· §332ἅλις γὰρ ἡ παροῦσα.
那么就随她去吧,让她进入屋中,尽可能感到舒适,千万不要在现有的灾祸之上,再从我这里增加别的痛苦;因为眼前的已经足够了。
现在,向着内室我们都走吧,以便你早点去你想去的地方,我也能安排好屋里的事务。