Humanitext Reader

索福克勒斯 · 特拉基斯妇女 §1032-1119

赫拉克勒斯誓报深仇与希罗斯请求聆听辩解

第 13 段,共 15 段 · 希腊语

内容简介

在剧痛中挣扎的赫拉克勒斯命令儿子希罗斯向德阿涅拉复仇并将她交出,他在哀叹自己肉体毁灭的同时回顾了过去的丰功伟绩。对此,希罗斯请求父亲平息怒火,冷静地倾听解释。

§1032τὸν φύτορʼ οἰκτίρας, ἀνεπίφθονον εἴρυσον ἔγχος, §1035παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δʼ ἄχος, ᾧ μʼ ἐχόλωσεν
怜悯生你的父亲,拔出那无可指责的宝剑,刺向我的锁骨下方;医治那因你那不敬神的母亲而激怒我的痛苦。
§1036σὰ μάτηρ ἄθεος, τὰν ὧδʼ ἐπίδοιμι πεσοῦσαν §1040αὔτως, ὧδʼ αὔτως ὥς μʼ ὤλεσεν.
愿我能亲眼看见她就这般倒下,就如她毁灭我一般!
ὦ γλυκὺς Ἅιδας, §1041ὦ Διὸς αὐθαίμων, εὔνασον εὔνασον μʼ §1042ὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας.
噢,温和的哈迪斯,噢,宙斯的兄弟,用那疾飞而至的死亡让我安息,让我这可怜的人睡去,睡去。
§1044κλύουσʼ ἔφριξα τάσδε συμφοράς, φίλαι, §1045ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται.
朋友们,听到这位国王的这般灾难,我战栗不已,如此伟大的一位人物,正遭受着何等惨烈灾难的驱策。
§1046ὦ πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰ §1047καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ·
噢,我曾用这双手和后背承受了无数次极其炽热、无法言表的劳苦!
§1048κοὔπω τοιοῦτον οὔτʼ ἄκοιτις ἡ Διὸς §1049προύθηκεν οὔθʼ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοί, §1050οἷον τόδʼ ἡ δολῶπις Οἰνέως κόρη §1051καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων §1052ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι.
无论是宙斯的妻子,还是那可憎的欧律斯透斯,都从未将这样的灾难加于我身,就像奥伊涅乌斯那狡黠的女儿挂在我双肩上的、由复仇女神们织就的投网,我因此而彻底毁灭。
§1053πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας §1054βέβρωκε σάρκας, πλεύμονός τʼ ἀρτηρίας §1055ῥοφεῖ ξυνοικοῦν, ἐκ δὲ χλωρὸν αἷμά μου
它紧贴在我的肋侧,已经将我的皮肉从表层吞噬到深处,它寄居在内,吸尽了我的肺气管,已经喝干了我鲜活的血液。
§1056πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας §1057τὸ πᾶν, ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.
我整个身体都已腐烂,被这无法言喻的镣铐所制服。
§1058κοὐ ταῦτα λόγχη πεδιάς, οὔθʼ ὁ γηγενὴς §1059στρατὸς Γιγάντων οὔτε θήρειος βία, §1060οὔθʼ Ἑλλὰς οὔτʼ ἄγλωσσος οὔθʼ ὅσην ἐγὼ §1061γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω·
无论是平原上的长枪,还是大地所生的巨人军队,或是猛兽的暴力,无论是希腊,还是异族蛮荒之地,乃至我为了净化而踏足的任何土地,都从未对我施加过这般痛苦。
§1062γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ἀνδρὸς φύσιν, §1063μόνη με δὴ καθεῖλε φασγάνου δίχα.
然而一个女人,身为雌性而非男子的天性,竟然独自一人、不用一刀一剑就将我击倒。
§1064ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς, §1065καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον.
噢,孩子,成为我真正的儿子,不要把母亲的名字看得比我更重。
§1066δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν §1067ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα §1068εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης ὁρῶν §1069λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.
你亲手将那生你的女人从屋里带出来,交到我的手中,好让我看个明白:当你看到她那残破的身躯因正义而受惩罚时,你究竟是更痛惜我的痛苦,还是更痛惜她。
§1070ἴθʼ, ὦ τέκνον, τόλμησον·
来吧,孩子,勇敢些!
οἴκτιρόν τέ με §1071πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος
怜悯我吧,在众人眼中如此可怜的我,像个少女般痛哭哀号。
§1072βέβρυχα κλαίων, καὶ τόδʼ οὐδʼ ἂν εἷς ποτε §1073τόνδʼ ἄνδρα φαίη πρόσθʼ ἰδεῖν δεδρακότα, §1074ἀλλʼ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς.
过去从未有人能说曾见过这汉子有这般举动,我总是默默承受灾难,不发一声叹息。
§1075νῦν δʼ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας.
可是如今,曾经的硬汉却落得如此凄惨,被发现竟如女子般软弱。
§1076καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός, §1077σκέψαι θʼ ὁποίας ταῦτα συμφορᾶς ὕπο §1078πέπονθα· δείξω γὰρ τάδʼ ἐκ καλυμμάτων.
现在,走上前来,站在你父亲身旁,看看我是由于何等灾难才受此折磨;我要从覆被下向你展示这一切。
§1079ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας, §1080ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω.
看啊,你们大家看这具悲惨的躯体,看看这个不幸的人,我是何等凄惨!
§1081αἰαῖ, ἆ τάλας,
哀哉,痛哉!
§1082ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδʼ αὖ, §1083διῇξε πλευρῶν, οὐδʼ ἀγύμναστόν μʼ ἐᾶν §1084ἔοικεν ἡ τάλαινα διάβορος νόσος.
毁灭的发作刚刚又将我灼烧,它穿透了我的肋侧,这可恶的、吞噬肉体的恶疾似乎不打算让我免受痛苦的磨炼。
§1085ὦναξ Ἀίδη, δέξαι μʼ,
哈迪斯君王啊,收留我吧!
§1086ὦ Διὸς ἀκτίς, παῖσον,
噢,宙斯的光芒,劈下来吧!
§1087ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος, §1088πάτερ, κεραυνοῦ·
劈下来吧,君王啊,父亲,降下雷霆之箭吧!
δαίνυται γὰρ αὖ πάλιν, §1089ἤνθηκεν, ἐξωρμήκεν.
因为它又在撕咬,它已经绽放,它已奔涌而出。
ὦ χέρες χέρες, §1090ὦ νῶτα καὶ στέρνʼ, ὦ φίλοι βραχίονες,
噢,手啊,手啊,噢,后背和胸膛,噢,亲爱的双臂!
§1091ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθʼ, οἵ ποτε §1092Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα §1093λέοντʼ, ἄπλατον θρέμμα κἀπροσήγορον,
你们就是当年用暴力制服了涅墨亚居民——那牧群的克星狮子,那无法接近、无法言语的怪物的双手吗?
§1094βίᾳ κατειργάσασθε, Λερναίαν θʼ ὕδραν, §1095διφυῆ τʼ ἄμικτον ἱπποβάμονα στρατὸν §1096θηρῶν, ὑβριστὴν ἄνομον, ὑπέροχον βίαν, §1097Ἐρυμάνθιόν τε θῆρα, τόν θʼ ὑπὸ χθονὸς §1098Ἅιδου τρίκρανον σκύλακʼ, ἀπρόσμαχον τέρας, §1099δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων §1100δράκοντα μήλων φύλακʼ ἐπʼ ἐσχάτοις τόποις.
还有那勒耳那的九头蛇,那半人半兽、凶残无法、力量无双的马人军团,那厄律曼托斯的野兽,那地底下哈迪斯的三头恶犬——那不可抵挡的怪物、可怕的厄客德娜的后代,以及在极远之地守护着金苹果的巨龙。
§1101ἄλλων τε μόχθων μυρίων ἐγευσάμην, §1102κοὐδεὶς τροπαῖʼ ἔστησε τῶν ἐμῶν χερῶν.
我尝遍了无数的其他劳苦,却从未有人能在我的双手面前立起胜利的丰碑。
§1103νῦν δʼ ὧδʼ ἄναρθρος καὶ κατερρακωμένος §1104τυφλῆς ὑπʼ ἄτης ἐκπεπόρθημαι τάλας, §1105ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος, §1106ὁ τοῦ κατʼ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος.
但如今,我这般骨节尽失、衣衫褴褛,被盲目的毁灭彻底洗劫,可怜的我——我曾因那最优秀的母亲而得名,曾被称为星空之神宙斯的子嗣。
§1107ἀλλʼ εὖ γέ τοι τόδʼ ἴστε, κἂν τὸ μηδὲν ὦ §1108κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε §1109χειρώσομαι κἀκ τῶνδε·
但你们要确切知道:即使我已化为乌有,即使我无法爬行,我也要从这般境地中制服那作恶的女人。
προσμόλοι μόνον, §1110ἵνʼ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι §1111καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτισάμην.
只要她走近前来,好让她接受教训,向所有人宣告:无论活着还是死去,我都惩罚了恶人。
§1112ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ §1113ἕξουσαν, ἀνδρὸς τοῦδέ γʼ εἰ σφαλήσεται.
噢,不幸的希腊,我看到你将承受何等的哀痛,如果失去了这个男人的话。
§1114ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ, §1115σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως· §1116αἰτήσομαι γάρ σʼ ὧν δίκαια τυγχάνειν.
父亲,既然你给了我开口的机会,就请你安静下来倾听我的话,尽管你正遭受病痛;因为我将向你请求理应得到的东西。
§1117δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνει §1118θυμῷ δύσοργος· οὐ γὰρ ἂν γνοίης ἐν οἷς §1119χαίρειν προθυμεῖ κἀν ὅτοις ἀλγεῖς μάτην.
请把你交给我,不要让你的愤怒如此剧烈地刺痛你的心;因为你无法在怒火中明白你想要为什么而高兴,也无法明白你因何在徒然地痛苦。

词汇与语法注释

  1. §1035ᾧ μʼ ἐχόλωσεν — 关系代词 ᾧ 的先行词是 ἄχος(痛苦/愤怒),意为“她以此使我痛苦/愤怒”。动词 ἐχόλωσεν(源自 χολόω,“使发怒”)在此兼具双关语(双重含义)作用,同时让人联想到许德拉毒液(胆汁 χολή)对肉体的侵蚀。
  2. §1045οἵαις οἷος ὢν — 使用双重关系代词的感叹与对比结构。它极度浓缩了赫拉克勒斯原本的伟大与如今悲惨境遇之间的鲜明对比:“作为一个如此伟大的人(οἷος 稳),他正遭受着何等惨烈的灾难(οἵαις [συμφοραῖς])的驱策”。
  3. §1107κἂν τὸ μηδὲν ὦ — 在这一让步条件句中(κἄν = καὶ ἐάν,“即使”),使用了带冠词的中性代词 τὸ μηδὲν(无物/虚无),以表达极端的毁灭状态:“即使我已化为乌有”。接下来的 κἂν μηδὲν ἕρπω 同样叠加了让步(“即使我连爬行都不能”),以此强调赫拉克勒斯坚定的报复决心。
  4. §1117δός μοι σεαυτόν — 直译为“把你给予我”,但在此处是用作一种惯用表达,意为“倾听我的话”或“冷静下来并关注我”,旨在恳求对方采取理性和包容的态度。

引用这一段

索福克勒斯, 特拉基斯妇女 §1032-1119. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg001.humanitext-grc2:1032-1119

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。