§6#2τούτου δ’ ἕνεκα ταῦτα προεῖπον, ὅτι τὸ πρῶτον ἐπιφερόμενον ἓν τῶν τεθρυλημένων ἐστίν.
我之所以预先说明这些,是因为首先要提出的论点是那些常被谈论的陈词滥调之一。
εἴθισμαι γὰρ λέγειν πρὸς τοὺς περὶ τὴν φιλοσοφίαν τὴν ἡμετέραν διατρίβοντας ὅτι τοῦτο πρῶτον δεῖ σκέψασθαι, τί τῷ λόγῳ καὶ τοῖς τοῦ λόγου μέρεσι διαπρακτέον ἐστίν· ἐπειδὰν δὲ τοῦθ’ εὕρωμεν καὶ διακριβωσώμεθα, ζητητέον εἶναί φημι τὰς ἰδέας δι’ ὧν ταῦτ’ ἐξεργασθήσεται καὶ λήψεται τέλος ὅπερ ὑπεθέμεθα.
因为我习惯对那些致力于我们哲学研究的人说,必须首先考虑这一点:通过言论以及言论的各个部分要达到什么目的;当我们找到并精确地界定了这一点后,我认为必须寻找那些能使这些目的得以实现并达到我们预定终点的形式。
καὶ ταῦτα φράζω μὲν ἐπὶ τῶν λόγων, ἔστι δὲ τοῦτο στοιχεῖον καὶ κατὰ τῶν ἄλλων ἁπάντων καὶ κατὰ τῶν ὑμετέρων πραγμάτων.
虽然我是针对言论说这些话的,但这对于其他一切事物以及你们的事务来说,也是一个基本原则。
οὐδὲν γὰρ οἷόν τ’ ἐστὶ πραχθῆναι νοῦν ἐχόντως, ἂν μὴ τοῦτο πρῶτον μετὰ πολλῆς προνοίας λογίσησθε καὶ βουλεύσησθε, πῶς χρὴ τὸν ἐπίλοιπον χρόνον ὑμῶν αὐτῶν προστῆναι καὶ τίνα βίον προελέσθαι καὶ ποίας δόξης ὀριγνηθῆναι καὶ ποτέρας τῶν τιμῶν ἀγαπῆσαι, τὰς παρ’ ἑκόντων γιγνομένας ἢ τὰς παρ’ ἀκόντων τῶν πολιτῶν·
因为如果不经过深思熟虑,预先计算并商讨这一点:在余下的时间里你们应当如何引导自己,选择什么样的生活,追求什么样的声誉,以及应当喜爱两种荣誉中的哪一种——是来自公民自愿给予的,还是来自违背其意愿强加的——那么就无法以理智的方式去做任何事情。
ταῦτα δὲ διορισαμένους τότ’ ἤδη τὰς πράξεις τὰς καθ’ ἑκάστην τὴν ἡμέραν σκεπτέον, ὅπως συντενοῦσι πρὸς τὰς ὑποθέσεις τὰς ἐξ ἀρχῆς γενομένας.
在明确了这些之后,此时才应当审视每天的行动,看看它们如何能够契合最初设定的基本方针。
καὶ τοῦτον μὲν τὸν τρόπον ζητοῦντες καὶ φιλοσοφοῦντες ὥσπερ σκοποῦ κειμένου στοχάσεσθε τῇ ψυχῇ καὶ μᾶλλον ἐπιτεύξεσθε τοῦ συμφέροντος·
如果你们以这种方式去探求和思索,你们就会像有了确立的靶子一样,在心灵中瞄准它,从而更容易获得利益。
ἂν δὲ μηδεμίαν ποιήσησθε τοιαύτην ὑπόθεσιν, ἀλλὰ τὸ προσπῖπτον ἐπιχειρῆτε πράττειν, ἀναγκαῖόν ἐστιν ὑμᾶς ταῖς διανοίαις πλανᾶσθαι καὶ πολλῶν διαμαρτάνειν πραγμάτων.
但是,如果你们不制定任何这样的基本方针,而是试图去做出行到眼前的任何事情,你们的思想就必然会迷失方向,并在许多事情上遭受失败。
ἴσως ἂν οὖν τις τῶν εἰκῇ ζῆν προῃρημένων τοὺς μὲν τοιούτους λογισμοὺς διασύρειν ἐπιχειρήσειεν, ἀξιώσειε δ’ ἂν ἤδη με συμβουλεύειν περὶ τῶν προειρημένων.
也许,在那些选择随性生活的人中,会有人试图嘲讽这种推论,并要求我现在就针对前述的事情给出建议。
ἔστιν οὖν οὐκ ὀκνητέον ἀποφήνασθαι περὶ αὐτῶν ἃ τυγχάνω γιγνώσκων.
因此,我不应当犹豫去表明我对这些事情的看法。
ἐμοὶ γὰρ αἱρετώτερος ὁ βίος εἶναι δοκεῖ καὶ βελτίων ὁ τῶν ἰδιωτευόντων ἢ τῶν τυραννούντων, καὶ τὰς τιμὰς ἡδίους ἡγοῦμαι τὰς ἐν ταῖς πολιτείαις ἢ τὰς ἐν ταῖς μοναρχίαις· καὶ περὶ τούτων λέγειν ἐπιχειρήσω.
因为在我看来,平民的生活比僭主的生活更值得选择、更美好,而且我认为在自由政体中的荣誉比在君主制中的荣誉更令人愉快;我也将尝试就这些事情进行阐述。
καίτοι μ’ οὐ λέληθεν ὅτι πολλοὺς ἕξω τοὺς ἐναντιουμένους, καὶ μάλιστα τοὺς περὶ ὑμᾶς ὄντας.
然而,我并非不知道我将会有许多反对者,尤其是你们身边的人。
οἶμαι γὰρ οὐχ ἥκιστα τούτους ἐπὶ τὴν τυραννίδα παροξύνειν ὑμᾶς· σκοποῦσι γὰρ οὐ πανταχῇ τὴν φύσιν τοῦ πράγματος, ἀλλὰ πολλὰ παραλογίζονται σφᾶς αὐτούς.
因为我认为正是这些人最力图煽动你们去实行僭主统治;他们没有全面地看待事情的本质,而是在许多方面自欺欺人。
τὰς μὲν γὰρ ἐξουσίας καὶ τὰ κέρδη καὶ τὰς ἡδονὰς ὁρῶσι καὶ τούτων ἀπολαύσεσθαι προσδοκῶσι, τὰς δὲ ταραχὰς καὶ τοὺς φόβους καὶ τὰς συμφορὰς τὰς τοῖς ἄρχουσι συμπιπτούσας καὶ τοῖς φίλοις αὐτῶν οὐ θεωροῦσιν, ἀλλὰ πεπόνθασιν ὅπερ οἱ τοῖς αἰσχίστοις καὶ παρανομωτάτοις τῶν ἔργων ἐπιχειροῦντες.
因为他们只看到权势、利益和享乐,并期望享受这些,却不审视那些降临在统治者及其朋友身上的混乱、恐惧和灾难,反而陷入了那些企图干出最可耻和最无法无天勾当的人所处的境地。
καὶ γὰρ ἐκεῖνοι τὰς μὲν πονηρίας τὰς τῶν πραγμάτων οὐκ ἀγνοοῦσιν, ἐλπίζουσι δ’ ὅσον μὲν ἀγαθόν ἐστιν ἐν αὐτοῖς, τοῦτο μὲν ἐκλήψεσθαι, τὰ δὲ δεινὰ πάντα τὰ προσόντα τῷ πράγματι καὶ τὰ κακὰ διαφεύξεσθαι, καὶ διοικήσειν τὰ περὶ σφᾶς αὐτοὺς οὕτως, ὥστε τῶν μὲν κινδύνων εἶναι πόρρω, τῶν δ’ ὠφελειῶν ἐγγύς.
实际上,那些人也并非不知道行为的邪恶,但他们指望能攫取其中仅有的好处,同时避开所有与该行为相伴的危险和坏处,并把自己的事情安排得能远离危险而接近利益。
τοὺς μὲν οὖν ταύτην ἔχοντας τὴν διάνοιαν ζηλῶ τῆς ῥᾳθυμίας, αὐτὸς δ’ αἰσχυνθείην ἄν, εἰ συμβουλεύων ἑτέροις ἐκείνων ἀμελήσας τὸ ἐμαυτῷ συμφέρον ποιοίην καὶ μὴ παντάπασιν ἔξω θεὶς ἐμαυτὸν καὶ τῶν ὠφελειῶν καὶ τῶν ἄλλων ἁπάντων τὰ βέλτιστα παραινοίην.
因此,对于抱有这种想法的人,我羡慕他们的省心,但如果我在给别人提出建议时,忽略他们的利益而只图自己的好处,并且如果不把自己从利益和其他一切私欲中完全抽离出来,去劝告最有利的事,我自己会感到羞耻。
ὡς οὖν ἐμοῦ ταύτην ἔχοντος τὴν γνώμην, οὕτω μοι προσέχετε τὸν νοῦν.
因此,既然我抱有这样的想法,就请你们这样向我倾注注意力。